De Laudibus Constantini

Eusebius of Caesarea

Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.

Ἀλλὰ ταῦτα πόθεν ἀνθρώποις εἰδέναι; τίς δ’ ἀκοῇ θνητῶν ταῦτα διηκονήσατο; πόθεν δὲ γλώττῃ σαρκὸς τὰ σαρκῶν ἀλλότρια καὶ σωμάτων ἀποφθέγγεσθαι; τίς τὸν ἀφανῆ βασιλέα διοπτεύσας ταύτας ἐν αὐτῷ κατεῖδεν δυνάμεις; αἰσθήσει μὲν γὰρ σωμάτων ἀδελφὰ στοιχεῖα τά τ’ ἐκ τούτων συγκρίματα καταλαμβάνεται, ἀλλ’ οὐδείς πω σωμάτων ὀφθαλμοῖς τὴν κατὰ πάντων ἀφανῆ βασιλείαν ὄψει παραλαβὼν ἐσεμνύνατο, οὐδὲ θνητὴ φύσις τὸ σοφίας κατενόησε κάλλος. τίς δὲ σαρκῶν αἰσθήσει τὸ δικαιοςύνης ἐνεῖδε πρόσωπον; ἐννόμου δ’ ἀρχῆς καὶ βασιλικῆς ἐξουςίας πόθεν ἀνθρώποις ὑπειςῆλθον ἔννοιαι; πόθεν αὐτοκρατορικὴ δύναμις τῷ σαρκὶ καὶ αἵματι πεπιλημένῳ; τίς δὲ τὰς ἀφανεῖς καὶ ἀσχηματίστους ἰδέας καὶ τὴν ἀσώματον καὶ ἀσχημάτιστον οὐσίαν τοῖς ἐὶ γῆς ἐξηγόρευσεν;

ἀλλ’ ἦν ἄρα τούτων εἷς ἑρμηνεὺς ὁ διὰ πάντων ἥκων τοῦ θεοῦ λόγος, ὁ τῆς ἐν ἀνθρώποις λογικῆς καὶ νοερᾶς πατὴρ οὐσίας, μόνος μὲν τῆς τοῦ πατρὸς θέοτητος ἐξημμένος, τοῖς δὲ σφετέροις ἐκγόνοις τὰς πατρικὰς ἀπορροίας ἐπάρδων. ἔνθεν ἅπασιν ἀνθρώποις Ἕλλησιν ὁμοῦ καὶ βαρβάροις οἱ κατὰ φύσιν αὐτομαθεῖς λογισμοί, ἔνθεν λόγου καὶ σοφίας [*](7 μεγίστων ἀγαθῶν Zimm., μέγιστον ἄγαθον HSS | 12 τὴν <J | 14 ὁ δ’ αὐτὸς τὴν οὐσίαν ἀγαθὸς μόνος + am Rande H 1, <JN | 15 ἰσχύει HJ | τε Hkl, δὲ HSS | 18 καὶ ἐξουσίας <J | 27 ὑπειςῆλθον HJ, ὑπειςῆλθεν N | ἐννοίας H, ἔννοιαι J, ἔννοια N | 28 πεπιλημένω, ι auf Ras, H | 32 πατὴρ οὐσίας ~ J | 33 ἐκγόνοις N, ἐγγόνοις HJ.)

v.1.p.203.
ἔννοιαι, ἔνθεν φρονήσεως καὶ δικαιοσύνης σπέρματα, ἔνθεν αἱ τῶν τεχνῶν καταλήψεις, ἔνθεν ἀρετῆς ἐπιστήμη σοφίας τε φίλον ὄνομα καὶ σεμνὸς φιλοςόφου παιδείας ἔρως, ἔνθεν ἀγαθοῦ παντὸς καὶ καλοῦ γνῶσις, ἔνθεν αὐτοῦ φανταςία θεοῦ καὶ βίος θεοσεβείας ἐπάξιος, ἔνθεν ἀνθρώπῳ βασιλείας ἰσχὺς καὶ κράτος ἄμαχον τῶν ἐπὶ γῆς ἁπάντων. ὡς δὲ τὸν κατ’ εἰκόνα θεοῦ καὶ καθ’ ὁμοίωσιν ἐν ἀνθρώπου ψυχῇ χαρακτῆρα λόγος ὁ τῶν λογικῶν ὑφίστη πατὴρ βασιλικόν τε τουτοὶ τὸ ζῶον ἀπειργάζετο, μόνον τῶν ἐπὶ γῆς βασιλεύειν καὶ βασιλεύεσθαι τοῦτ’ εἰδέναι ἀναδείξας προμελετᾶν τε καὶ προδιδάσκεσθαι ἐνθένδε τῆς οὐρανίου βασιλείας τὴν ἐπηγγελμένην ἐλπίδα, δι’ ἣν καὶ ἀφῖκται, θνητοῖς τε εἰς ὁμιλίαν ἐλθεῖν αὐτὸς ὁ τῶν παίδων οὐκ ἀπώκνει πατήρ, τὰ δ’ αὐτοῦ γεωργῶν σπέρματα καὶ τὰς ἄνωθεν ἀνανεούμενος χορηγίας οὐρανίου μεθέξειν βασιλείας τοῖς πᾶσιν εὐηγγελίζετο, ἐκάλει τε καὶ παρεκάλει πρὸς τὴν ἄνω πορείαν εὐτρεπεῖς εἶναι τὴν ἐπάξιον τῆς κλήσεως στολὴν παρασκευασαμένους, ἐπλήρου τε ἀρρήτῳ δυνάμει τὴν σύμπασαν ὅσην ἥλιος ἐφορᾷ τοῦ κηρύγματος, τῷ τῆς κατὰ γῆς βασιλείας μιμήματι τὴν οὐράνιον ἐκτυπούμενος, ἐφ’ ἣν καὶ σπεύδειν τὸ πᾶν τῶν ἀνθρώπων παρορμᾷ γένος, ἀγαθὴν ἐλπίδα ταύτην προβεβλημένος.

Ἧς ὁ μὲν τῷ θεῷ φίλος ἐντεῦθεν ἤδη μέθεξει, ταῖς ἐμφύτοις τῷ θεῷ κοσμηθεὶς ἀρεταῖς καὶ τὰς ἐκεῖθεν ἀπορροίας τῇ ψυχῇ καταδεδεγμένος, καὶ λογικὸς μὲν ἐκ τοῦ καθόλου γεγονὼς λόγου, σοφίας δὲ μετουσίᾳ σοφός, ἀγαθὸς δ’ ἀγαθοῦ κοινωνίᾳ, καὶ δίκαιος μετοχῇ δικαιοςύνης, σώφρων τε σωφροςύνης ἰδέᾳ, καὶ τῆς ἀνωτάτω μετασχὼν δυνάμεως ἀνδρεῖος.

ἀτὰρ δὴ καὶ βασιλεὺς ἀληθεῖ λόγῳ χρηματίσειεν ἂν οὗτος ὁ τῆς ἐπέκεινα βασιλείας τὸ μίμημα βασιλικαῖς ἀρεταῖς τῇ ψυχῇ μεμορφωμένος. ὁ δὲ τούτων ἀπεξενωμένος καὶ τὸν βασιλέα τῶν ὅλων ἀπαρνηθείς, μηδὲ τὸν ἐπουράνιον ψυχῶν ἐπιγραψάμενος πατέρα, μηδὲ τὸν πρεποντα βασιλεῖ κόσμον περιθέμενος, ἀμορφίαν δὲ καὶ αἶσχος ἀναλαβὼν τῇ ψυχῇ, καὶ θηρὸς μὲν ἀγρίου θυμὸν βασιλικῆς ἡμερότητος ἀντικαταλλαξάμενος, ἰὸν δὲ δυσαλθῆ κακίας ἀντ’ ἐλευθερίου διαθέσεως, μωρίαν δ’ ἀντὶ φρονήσεως, καὶ ἀντὶ λόγου καὶ σοφίας τὴν παντὸς δυσειδεστάτην ἀλογίαν, ἐξ ἧς ὥσπερ ἀπὸ πικροῦ πόματος τὰ λυμαντικὰ συνομαρτεῖ βλαστήματα, βίος [*](2 σοφίας — 3 ἔρως <J | 3 ἔνθεν — γνῶσις steht nach ἐπάξιος (4) in JN | 6 ὡς δὲ — 18 ἐκτυπούμενος <J | 9 τοῦτ’ εἰδ. <Hkl | 11 τε <Wil. | 13 χορηγίας, ηγιας auf Ras., H | 15 τῆς κλήσεως στολὴν ~ N | 16 ἐπλήρου τε N, ἐπλήρουντο HJ| ὅσην N, ὅσον H | ὁ + vor ἥλιος N | 19 προβεβλημένος N, προβεβλημένους HJ | 21 κοσμηθεῖ H | 26 ἂν + Hkl | τῇ ψυχῇ HJ, τὴν ψυχὴν N, vgl. S. 204, 5. u. 19 | 34 πόματος HSS, lieber ῥιζώματος Hkl.)

v.1.p.204.
ἄσωτος, πλεονεξίαι, μιαιφονίαι, θεομαχίαι, δυσςέβειαι· τούτοις ἐκδοθείς, κἂν νομίζηταί ποτε τυραννικῇ βίᾳ κρατεῖν, ἀλλ’ οὔποτ’ ἀληθεῖ λόγῳ χρηματίσει βασιλεὺς οὗτος.

πῶς δ’ ἂν τὸ μίμημα τῆς μοναρχικῆς ἐξουςίας οἷός τε ἂν εἴη φέρειν ὁ μυρίας ἐψευδογραφημένας δαιμόνων εἰκόνας τῇ αὐτοῦ ψυχῇ τετυπωμένος; πῶς δ’ ἄρχων καὶ τῶν ὅλων κύριος ὁ μυρίους καθ’ ἑαυτοῦ πικροὺς δεσπότας ἐφειλκυσμένος, καὶ δοῦλος μὲν αἰσχρᾶς ἡδονῆς, δοῦλος δ’ ἀκολάστου γυναικομανίας, δοῦλος χρημάτων ἐξ ἀδίκου ποριζομένων, δοῦλος θυμοῦ καὶ ὀργῆς, δοῦλος φόβου καὶ δειμάτων, δοῦλος μιαιφόνων δαιμόνων, δοῦλος ψυχοφθόρων πνευμάτων;

διὸ δὴ μόνος ἡμῖν βασιλεὺς σὺν ἀληθείᾳ μάρτυρι κεκηρύχθω ὁ τῷ παμβασιλεῖ θεῷ φίλος, ὁ δὴ μόνος ἐλεύθερος μᾶλλον δὲ ὁ κύριος ἀληθῶς, καὶ χρημάτων μὲν ἀνώτερος, γυναικῶν δ’ ἐπιθυμίας κρείττων, νικητὴς δὲ ἡδονῶν καὶ τῶν κατὰ φύσιν, κρατῶν δὲ θυμοῦ καὶ ὀργῆς, ἀλλ’ οὐ κρατούμενος, αὐτοκράτωρ ἀληθῶς οὗτος, φερώνυμον τῇ πράξει φέρων τὴν ἐπηγορίαν· νικητὴς ἐτύμως ὁ τὴν νίκην τῶν καταπαλαιόντων θνητὸν γένος παθῶν ἀράμενος, ὁ πρὸς τὴν ἀρχέτυπον τοῦ μεγάλου βασιλέως ἀπεικονισμένος ἰδέαν καὶ ταῖς ἐξ αὐτῆς τῶν ἀρετῶν αὐγαῖς ὥσπερ ἐν κατόπτρῳ τῇ διανοίᾳ μορφωθείς, ἐξ αὐτῶν δὲ ἀποτελεσθεὶς σώφρων, ἀγαθός, δίκαιος, ἀνδρεῖος, εὐσεβής, φιλόθεος. ἀληθῶς δὴ καὶ μόνος φιλόσοφος βασιλεὺς οὗτος ὁ ἑαυτὸν εἰδὼς καὶ τὰς ἔξωθεν αὐτῷ μᾶλλον δ’ οὐρανόθεν ἐπαρδομένας παντὸς ἀγαθοῦ χορηγίας ἐξεπιστάμενος, ὁ τῆς μονάρχου δυναστείας τὸ σεβάσμιον πρόσρημα τῷ τῆς ἀμπεχόνης ἐξαιρέτῳ περιβλήματι διαφαίνων καὶ τὴν ἐμπρέπουσαν αὐτῷ βασιλικὴν ἁλουργίδα μόνος ἐπαξίως ἐμπεριειλημμένος.