De Laudibus Constantini

Eusebius of Caesarea

Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.

Ἀλλὰ ταῦτα πόθεν ἀνθρώποις εἰδέναι; τίς δ’ ἀκοῇ θνητῶν ταῦτα διηκονήσατο; πόθεν δὲ γλώττῃ σαρκὸς τὰ σαρκῶν ἀλλότρια καὶ σωμάτων ἀποφθέγγεσθαι; τίς τὸν ἀφανῆ βασιλέα διοπτεύσας ταύτας ἐν αὐτῷ κατεῖδεν δυνάμεις; αἰσθήσει μὲν γὰρ σωμάτων ἀδελφὰ στοιχεῖα τά τ’ ἐκ τούτων συγκρίματα καταλαμβάνεται, ἀλλ’ οὐδείς πω σωμάτων ὀφθαλμοῖς τὴν κατὰ πάντων ἀφανῆ βασιλείαν ὄψει παραλαβὼν ἐσεμνύνατο, οὐδὲ θνητὴ φύσις τὸ σοφίας κατενόησε κάλλος. τίς δὲ σαρκῶν αἰσθήσει τὸ δικαιοςύνης ἐνεῖδε πρόσωπον; ἐννόμου δ’ ἀρχῆς καὶ βασιλικῆς ἐξουςίας πόθεν ἀνθρώποις ὑπειςῆλθον ἔννοιαι; πόθεν αὐτοκρατορικὴ δύναμις τῷ σαρκὶ καὶ αἵματι πεπιλημένῳ; τίς δὲ τὰς ἀφανεῖς καὶ ἀσχηματίστους ἰδέας καὶ τὴν ἀσώματον καὶ ἀσχημάτιστον οὐσίαν τοῖς ἐὶ γῆς ἐξηγόρευσεν;

ἀλλ’ ἦν ἄρα τούτων εἷς ἑρμηνεὺς ὁ διὰ πάντων ἥκων τοῦ θεοῦ λόγος, ὁ τῆς ἐν ἀνθρώποις λογικῆς καὶ νοερᾶς πατὴρ οὐσίας, μόνος μὲν τῆς τοῦ πατρὸς θέοτητος ἐξημμένος, τοῖς δὲ σφετέροις ἐκγόνοις τὰς πατρικὰς ἀπορροίας ἐπάρδων. ἔνθεν ἅπασιν ἀνθρώποις Ἕλλησιν ὁμοῦ καὶ βαρβάροις οἱ κατὰ φύσιν αὐτομαθεῖς λογισμοί, ἔνθεν λόγου καὶ σοφίας [*](7 μεγίστων ἀγαθῶν Zimm., μέγιστον ἄγαθον HSS | 12 τὴν <J | 14 ὁ δ’ αὐτὸς τὴν οὐσίαν ἀγαθὸς μόνος + am Rande H 1, <JN | 15 ἰσχύει HJ | τε Hkl, δὲ HSS | 18 καὶ ἐξουσίας <J | 27 ὑπειςῆλθον HJ, ὑπειςῆλθεν N | ἐννοίας H, ἔννοιαι J, ἔννοια N | 28 πεπιλημένω, ι auf Ras, H | 32 πατὴρ οὐσίας ~ J | 33 ἐκγόνοις N, ἐγγόνοις HJ.)

v.1.p.203.
ἔννοιαι, ἔνθεν φρονήσεως καὶ δικαιοσύνης σπέρματα, ἔνθεν αἱ τῶν τεχνῶν καταλήψεις, ἔνθεν ἀρετῆς ἐπιστήμη σοφίας τε φίλον ὄνομα καὶ σεμνὸς φιλοςόφου παιδείας ἔρως, ἔνθεν ἀγαθοῦ παντὸς καὶ καλοῦ γνῶσις, ἔνθεν αὐτοῦ φανταςία θεοῦ καὶ βίος θεοσεβείας ἐπάξιος, ἔνθεν ἀνθρώπῳ βασιλείας ἰσχὺς καὶ κράτος ἄμαχον τῶν ἐπὶ γῆς ἁπάντων. ὡς δὲ τὸν κατ’ εἰκόνα θεοῦ καὶ καθ’ ὁμοίωσιν ἐν ἀνθρώπου ψυχῇ χαρακτῆρα λόγος ὁ τῶν λογικῶν ὑφίστη πατὴρ βασιλικόν τε τουτοὶ τὸ ζῶον ἀπειργάζετο, μόνον τῶν ἐπὶ γῆς βασιλεύειν καὶ βασιλεύεσθαι τοῦτ’ εἰδέναι ἀναδείξας προμελετᾶν τε καὶ προδιδάσκεσθαι ἐνθένδε τῆς οὐρανίου βασιλείας τὴν ἐπηγγελμένην ἐλπίδα, δι’ ἣν καὶ ἀφῖκται, θνητοῖς τε εἰς ὁμιλίαν ἐλθεῖν αὐτὸς ὁ τῶν παίδων οὐκ ἀπώκνει πατήρ, τὰ δ’ αὐτοῦ γεωργῶν σπέρματα καὶ τὰς ἄνωθεν ἀνανεούμενος χορηγίας οὐρανίου μεθέξειν βασιλείας τοῖς πᾶσιν εὐηγγελίζετο, ἐκάλει τε καὶ παρεκάλει πρὸς τὴν ἄνω πορείαν εὐτρεπεῖς εἶναι τὴν ἐπάξιον τῆς κλήσεως στολὴν παρασκευασαμένους, ἐπλήρου τε ἀρρήτῳ δυνάμει τὴν σύμπασαν ὅσην ἥλιος ἐφορᾷ τοῦ κηρύγματος, τῷ τῆς κατὰ γῆς βασιλείας μιμήματι τὴν οὐράνιον ἐκτυπούμενος, ἐφ’ ἣν καὶ σπεύδειν τὸ πᾶν τῶν ἀνθρώπων παρορμᾷ γένος, ἀγαθὴν ἐλπίδα ταύτην προβεβλημένος.