De Laudibus Constantini
Eusebius of Caesarea
Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.
Τί δὴ λείπεται ἐπὶ τούτοις ἀλλ' ἢ αὐτὸ δὴ τὸ τοῦ τὸς κεφάλαιον ὁποίαν ἔσχε τὴν αἰτίαν ἐξειπεῖν, λέγω δὴ τὸ πολυ- θρύλητον τοῦ βίου τέλος καὶ τοῦ πάθους τὸν τρόΠον καὶ τῆς τὸν θάνατον ἀναβιώσεως αὐτοῦ τὸ μέγα θαῦμα. μετὰ δὲ τὴν τούτων θεωρίαν τὰς πάντων πόντων δι' πιστωσόμεθα μαρτυ- ριῶν.
ὀργάνῳ μὲν οὖν θνητῷ δἰ ὃς προείπομεν αἰτίας δἷα δὴ ἀγάλματι θεοπρεπεῖ κεχρημένος τούτῳ τε αὐτῷ ola μέγας βασιλεὺς δι' ἑρμηνέως τὸν ἀνθρώπειον διεξελθὼν βίον, πάντ' ἐπαξίως θεϊκῆς δυνάμεως διεπράξατο. εἰ μὲν οὖν ἄλλως πως μετὰ τὰς ἐν ἀνθρῶποις διατριβὰς ἀφανὴς γεγονὼς ἐξαίφνης ἀπέπτη, ὑποκλέψας γάθρα τὸν ἑρμηνέα καὶ τὸ οἰκεῖον ἄγαλμα φυγῇ τὸν θάνατον διαδρᾶναι σπουδάσας, κἄπειτά που τὸ θνητὸν αὐτὸς δι' ἑαυτοῦ φθορᾷ καὶ ἀπωλείᾳ συμψήσας, φάσματι ἂν ἐᾠκει τοῖς πᾶσι καὶ οὔτ' ἂν αὐτὸς αὐτῷ τὰ πρέποντα διεπράξατο. ζωὴ μὲν τυγχάνων καὶ θεοῦ λόγος καὶ θεοῦ δύναμις· φθορᾷ δὲ καὶ ἀπωλείᾳ τὸν αὐτὸς αὐτοῦ παραδοὺς ἑρμηνέα,
οὔτ' ἂν τὰ κατὰ δαιμόνων αὐτῷ πεπραγμένα διὰ τῆς τοῦ θανάτου συμπλοκῆς τέλους ἠξιοῦτο, οὔτ’ ἂν ἐγνώσθη ὅπη ποτὲ ὑπῆρεν
[*](12 — 246, 4 vgl. Euseb. Theoph. Syr. III, 45 —55. –12 —15 θαῦμα: Euseb. Theoph. graece III 7. — 20 εἰ μὲν — 245, 20 παριδεῖν Euseb. Theoph. graece III, 7.)[*](1 ἐφάψηται Ηkl, ἐφάψαιτο HSS, ἐφάψοιτο Dm. Εν. Ι καὶ + vor αὐτίκα N Ι 2 τε Dem. Ev., γε HSS Ι 5 δεικνύς N Ι 9 καὶ < vor παραδ. H Ι 10 τόπον, das ο auf Ras., H Ι 12 ἀλλ’ H, < N, Th. gr. Ι ἢ Th. gr., < HN Ι 13 ἴσχεν αἰτίαν besser! Ι πολυθρύλλητον N, Th. gr. Ι 14 καὶ + Th. gr. Ι 15 ἀναβιώσεως Th. gr., resurrection Syr., ἀναμνήσεως HSS Ι 16 δέ ἐναργῶν N, διενεργῶν H Ι 17 οὑν < H | 18 τούτῳ τε αὐτῷ Hkl, τε τούτω αὐτῶ H, τούτω αὐτῶ N Ι 21 ἀπέπτη H, Th. gr., Syr., ἀπέστη N Ι 24 συμψήσας Hkl, συνεψήσας Th. gr., led on (,,tangere fecit“) Syr., συμψηφίσας HSS Ι αὔτ' ἂν Val., ὅτ’ ἂν H, ὅταν N, οὐκ ἄν Th. gr. Ι αὐτῶ H, Th. gr., ἑαυτῶ N | (26 φθορᾶ — 28 ὴξιοῦτο < Th. gr.) Ι 26 αὐτός αὐτὰν HSS Ι 28 τέλος H Ι οὔτ' Th. gr., οὐκ HSS Ι ὅπη ποτὲ ὑπῆρχε Th. gr., where He remained Syr., ὅποι ποτ’ ὑπῆρχεν H, ὅποι ποθ’ ὑπῆρχε N.)χωρήσας, ουτ αν ἐπιστεύθη τοῖς μὴ παρειληφόσιν , οὔτ’ ἂν θανάτου τὴν φύσιν ἐφάνη κρείττων, οὔτ' ἂν τὸ θνητὸν τῆς οἰκείας ἠλευθέρου φύσεως, οὔτ' ἂν καθ’ ὅλης τῆς ἀνθρώπων οἰκουμένης ἠκούσθη, οὔτ’ ἂν θανάτου καταφρονεῖν τοὺς αὐτοῦ μαθητὰς ἔπεισεν, οὔτ ἂν τῆς μετὰ τὸν θάνατον παρὰ θεῷ ζωῆς τὴν ἐλπίδα τις τὴν αὐτοῦ διδασκαλίαν μετιοῦσι παρεστήσατο, οὕτ' ἂν τῶν αὐτοῦ λόγων τὰς ἐπαγγελίας ἐπλήρου, οὔτ’ ἂν ταῖς προφητικαῖς περὶ αὐτοῦ προρρήσεσι σύμφωνα παρεῖχε τὰ ἀποτελέσματα, οὔτ' ἂν τὸν ὕστατον ἀπάντων ἀγῶνα διῆλθεν· οὗτος δ’ ἦν ὁ κατὰ τοῦ θανάτου.
4 διὸ δὴ τούτων ἕνεκα πάντων, ἐπειδὴ ἐχρῆν ἐξ ἅπαντος τὸ τὸν ὄργανον μετὰ τὴν αὐτάρκη διακονίαν, ἣν τῷ θείῳ λόγω̣ διηκο- νήσατο, τέλους θεοπρεποῦς τυχεῖν, ταύτῃ πη καὶ αὐτῷ ὁ θάνατος οἰκονομεῖται. δυεῖν γὰρ λειπομένων τῷ τέλει, ἢ φθορᾷ καὶ ἀπωλείᾳ παραδοῦναι τὸ πᾶν καὶ τοῦ παντὸς δράματος αἰσχίστην ποιήσασθαι τὴν τοῦ βίου καταστροφήν, ἢ θανάτου ἑωυτὸν κρείττονα ἀποφῆναι θεϊκῇ δυνάμει τὸ θνητὸν ἀθάνατον παραστησάμενον, τὸ μὲν πρῶτον ἀνοίκειον ἦν τῆς ἐπαγγελίας. οὐ οὐ γὰρ πυρὸς οἰκεῖον τὸ ψύχειν, οὐδὲ ·φωτὸς τὸ σκοτίζειν· οὕτως οὐδὲ ςωῆς τὸ θανατοῦν, οὐδὲ Μου λόγου τὸ παραλόγως ἐνεργεῖν. ποῖον οὖν οὖν λόγον τὸν ἑτέροις ζωὴν ἐπαγγελλόμενον τὸ οἰκεῖον ὄργανον φθειρόμενον παριδεῖν ἀπωλείᾳ τε παραδοῦναι τὸ αὐτοῦ ἄγαλμα, καὶ τὸν τῆς θεότη- τος αὐτοῦ ἑρμηνέα θανάτῳ λυμήνασθαι τὸν τοῖς πρόσφυξιν ἀθανα- σίαν προμνώμενον;
οὐκοῦν τὸ δεύτερον ἀναγκαῖον ἦν, λέγω δὴ τὸ θανάτου κρείττονα ἑαυτὸν φῆναι; πῶς οὖν ἐχρῆν τοῦτο ποιήσασθαι; λαθραίως ἄρα καὶ κλοπιμαίως ἢ τοῖς πᾶσιν ἀριπρεπῶς καὶ καὶ ἀριδήλως; ἀλλὰ σκότιον μὲν καὶ κρυφαῖον αὐτῷ πραχθὲν τὸ κατόρθωμα μηδενί τε γνωσθὲν οὐδένα ’ν ὤνησεν· βοηθὲν δὲ καὶ ἀκουσθὲν εἰς ἅπαντας τοῖς πᾶσι τὴν ἐκ τοῦ θαύματος παρεῖχεν ὠφέλειαν. εἰκότως ἄρα, ἐπειδὴ ἐχρῆν τὸ αὐτοῦ ὄργανον κρεῖττον θανάτου φῆναι καὶ τοῦτο πρᾶξαι μὴ εἰς τὸ λεληθὸς ἀλλ' ἐπ' ὄψεσιν ἀνθρώπων, οὐ
[*](17 vgl. Plato Phaid. 103 D ff — 23 οὐκοῦν — 246, 4 = Euseb. Theoph. graece III, 9.)[*](9 διήληκεν (d. h. διήθλησεν) Th. gr. (besser!), overcome („superavit“) 10 ἐπειδὴ Th. gr., ἐπεὶ δ’ H, ἐπεί γ' N Ι 13 ᾠκονονομεῖτο Th. gr. Ι δυεῖν H, δυοῖν Th. gr., N Ι 14 τοῦ παντὸς δράματος < Th. gr., make His whole and egress from this world matter of shame („et totum sum ut ex mundo pudoris fecit Syr. Ι 15 τοῦ βίου < Wit Ι 17 ἦν < Th. gr. Ι 19 τοῦ θεοῦ Th. gr., the Word of God Syr. | 20 H, Th. gr., ἐπαγγειλάμενον N Ι 25 διαδήλως Th. gr. (besser!) | 26 σκότιον Th. gr. σκοτεινὸν HSS Ι κρύφιον Th. gr. (besser!) Ι 80 ἐπ’ HSS, ὑπ' Hkl.)φεύγει μὲν τὸν θάνατον· ἠν γὰρ ἂν δειλὸς καὶ θανάτου χείρων ἐνομίσθη· διὰ δὲ τῆς πρὸς τὸν θάνατον συμπλοκῆς οἶα πρὸς ἀνταγωνιστὴν τὸ θνητὸν ἀθάνατον παρίστη, τὸν ἀγῶνα τοῦτον ὑπὲρ τῆς ἀπάντων σωτηρίας ζωῆς τε καὶ ἀθανασίας ἀναδεδεγμένος.
ὥσπερ δὲ εἴ τις ἄκαυστον ἡμῖν καὶ πυρὸς κρεῖττον οκεῦός τι δεῖξαι ἀθέλησεν, οὐκ ἂν ἄλλως τὸ θαῦμα παρεστήσατο ἢ τῷ πυρὶ παραδοὺς τὸ μετὰ χεῖρας κἄπειτα αὐτὸ σῶον καὶ ἀδιάφθορον τοῦ πυρὸς ἐξελών, κατὰ ταῦτα δὴ καὶ ὁ τῶν ὅλων ζωοποιὸς τοῦ θεοῦ λόγος τὸ θνητὸν ὄργανον, ᾧ πρὸς ἀνθρώπων κέχρητο σωτηρίαν, κρεῖττον θανάτου δεῖξαι βουληθεὶς κοινωνόν τε ἀποφῆναι τῆς οἰκείας ζωῆς τε καὶ ἀθανασίας, εὐ μάλα χρησίμην ὑπῄει τὴν οἰκονομίαν, τὸ μὲν σῶμα πρὸς βραχὺ καταλιπὼν καὶ τὸ θνητὸν τῷ θανάτῳ παραδίδους εἰς ἔλεγχον τῆς οἰκείας φύσεως, εἶτ' οὐκ εἰς μακρὸν αὐτὸ τοῦ θανάτου πάλιν ὑφαιρούμενος, εἰς παράστασιν τῆς ἐνθέου δυνάμεως, δί ἡς παντὸς θανάτου κρείττονα τὴν πρὸς αὐτοῦ καταγγελθεῖσαν ζωὴν ἀίδιον ἔφαινεν.
ἡ δ’ αἰτία πρόδηλος καὶ σαφής. ἐπειδὴ γὰρ τοῖς αὐτοῦ φοιτηταῖς ὀφθαλμοῖς ἰδεῖν ἀναγκαῖον ἦν ζωῆς τῆς μετὰ θάνατον ἐναργῆ τὴν παλιγγενεσίαν, ἐφ' ἣν τὰς αὐτῶν ἐλπίδας ἀναρτᾶν αὐτοὺς ἐδίδασκεν, κρείττονας εἶναι θανάτου παρασκευάζων , εἰκότως τοῦτ' αὐτοῖς ὁρᾶν ὀφθαλμοῖς παρεῖχεν· ἐχρῆν γὰρ τοὺς μέλλοντας εὐσεβῆ μετιέναι βίον τοῦτο πρῶτον πάντων ἀναγκαιότατον μάθημα δἱ ἐναργοῦς ὄφεως παραλαβεῖν, καὶ πολὺ μᾶλλον ἐκείνους τοὺς εἰς ἅπασαν τὴν οἰκουμένην μέλλοντας αὐτὸν ὅσον οὕπω κηρύττειν καὶ τὴν τὴν αὐτοῦ πᾶσι τοῖς ἔθενσι προβληθεῖσαν θεογνωσίαν εἰς πάντας καταγγέλλειν ἀνθρώπους.
οὕς δὴ πεῖσμα μέγιστον ἀναλαβεῖν ἐχρῆν τῆς μετὰ τὸν
[*](4 ὥσπερ — 14 δυνάμεως = Εuseb Theoph. graece III, 11. — 4 — 16 ἔφαινεν = Theoph. Syr.III, 57 (Lee Transl. Engl. S. 192, 18ff.). — 17 ἐπειδὴ — 247, 8 τρόπαια: vgl. Euseb. Theoph. graece III, 19; Theoph. Syr. III, 60 (Lee Transl. Engl. S. 195, 22 ff.).)[*](1 ἦν Th. gr., ἦ HSS Ι 3 παρίστη Th. gr., παρίστα HSS Ι τὸν HSS, besser: ὕσιατον Th. gr., last Syr. Ι 4 ζωῆς τε < Th. gr., Syr. Ι καὶ σωτηρίας steht nach ἀθαν. in N Ι 5 nach πυρὸς + τῆ φύσει Th. gr. Ι δεῖξαι τι σκεῦος Th. gr. (besser!) Ι 6 ἂν ἄλλως ∾ Th. gr. (besser!) Ι τῶ <) πυρὶ Th. gr. Ι 7 αὐτὸ σῶον ∾ (besser!) Ι τοῦ πυρὸς ἐξελὼν Th. gr., H, ∾ N Ι 9 ἐκέχρητο Th. gr. Ι 11 χρησίμην Th. gr., χρησίμως HSS Ι μὲν < Th. gr. Ι 12 τῶ θνητῶ N Ι ( παραδ. — 13 θανάτου Th. gr.) ·Ι παραδοὺς N Ι 13 μακρὸν Hkl, μακρὰν HSS Ι 19 ἀναρτᾶν, das erste v aus μ, H Ι 20 κρείττονας — 21 παρεῖχεν anders in Th. gr. Ι 21 ἐχρῆν Th. gr., χρῆ HSS Ι 22 διενεργοῦς H Ι 25 πᾶσι τοῖς ἔθνεσι Th. gr., H, ∾ N Ι προβληθεῖσαν Th. gr., H, προκαταβληθεῖσαν N Ι 26 λαβεῖν Th. gr., reeeive Syr.)θάνατον ζωῆς, ὡς ἄν ἀδεεῖς καὶ ἄφοβοι θανάτου τὸν κατὰ τῆς τῶν Μνῶν πολυθέου πλάνης ἀγῶνα προθύμως ἀναδέξοιντο· μὴ γὰρ θα- νάτου καταφρονεῖν μελετήσαντες, οὐκ ἂν Πώποτε πρὸς τὰ δεινὰ παρεσκευάζοντο. διὸ δὴ ἀναγκαίως όπλίςων αὐτοὺς κατὰ τῆς τοῦ θανάτου δυναστείας, οὐ ῥηματίοις καὶ φωναῖς παρεδίδου τὸ μάθημα, οὐδὲ λόγιος ὁμοίως ἀνθρωπίνοις τὸν περὶ ψυχῆς ἀθανασίας πιθανῶς καὶ ἐξ εἰκότων συντάττων, αὐτῷ δὲ ἔργῳ τὰ κατὰ τοῦ θανάτου ἐπεδείκνυ αὐτοῖς τρόπαια.
πρώτη μὲν οὑν αὕτη καὶ μεγίστη αἰτία τῆς τοῦ σωτῆρος ἡμῶν κατὰ τοῦ θανάτου παρατάξεως· τὸν γοῦν φοβερὸν τοῖς πᾶσι θάνατον τοῖς αὐτοῦ φοιτηταῖς τὸ μηδὲν ὄντα ἐδείκνυ, καὶ τὴν ἐπηγγελμένην πρὸς αὐτοῦ ζωὴν τοῖς αὐτῶν ἀφθαλμοῖς δέ ἐναργοῦς ὄψεως παρίστη, ἀπαρχὴν τῆς κοινῆς ἡμῶν ἐλπίδος ζωῆς τε τῆς παρὰ θεῷ καὶ ἀθανασίας αὐτὴν ἐκείνην πεποιημένος.
10 δευτέρα δ' ἂν εἴη αἰτία τῆς ἀναβιώσεως τῆς ἐν σώματι κατοι- κησάσης ἐνθέου δυνάμεως ἔνδειξις. ἐπειδὴ γὰρ τὸ πρότερον τοὺς ὑπὸ τοῦ θανάτου νενικημένους ἄνδρας θνητοὺς ἐθείαζον ἅνθρωποι, ἥρωάς τε καὶ θεοὺς ὠνόμαζον τοὺς ὑπὸ τοῦ θανάτου κεκρατημέ- νους, κἀκεῖ εἰκότως ἑαυτὸν ταύτης ἕνεκα τῆς αἰτίας ἔφηνεν ὁ φιλάνθρωπος τοῦ θεοῦ λόγος, κρείττονα θανάτου φύσιν ἀνθρώποις δεικνύς, καὶ τὸ μὲν θνητὸν μετὰ τὴν λύσιν ἐπὶ τὴν δευτέραν ζωὴν ἄγων, τρόπαιον δὲ ἀθανασίας κατὰ τοῦ θανάτου τοῖς πᾶσι παρέχων ὁρᾶν. καὶ μόνον τοῦτον ἐν θανάτῳ θεὸν ἀληθῆ εἶναι διδάσκων ὁμολογεῖν τὸν τὰ βραβεῖα τῆς κατὰ τοῦ θανάτου νίκης ἀναδησάμενον.
ἔχοιμ' ἄν σοι καὶ τρίτην ὑπογράφειν αἰτίαν τοῦ σωτηρίου θανάτου.
ἱερεῖον ἧν ὑπὲρ τοῦ κοινοῦ γένους ἀναπεμπόμενον τῷ παμβασιλεῖ θεῷ τῶν ὅλων, ἱερεῖον ὑπὲρ τῆς τῶν άνθρώπων ἀγἐλης καθιερούμενα, ἱερεῖον δαιμονικῆς πλάνης ἀποτρόπαιον. ἱερείου δῆτα ἑνὸς καὶ μεγάλου θύματος, τοῦ πανιέρου σώματος τοῦ σωτῆρος ἡμῶν, ὑπὲρ τοῦ τῶν ἀνθρώπων γένους σφαγιασθέντος καὶ πάντων Μνῶν τῶν πρὶν ἀσεβείᾳ δαιμονικῆς πλάνης ἐνεσχημένων ἀντίψυχον ἀνενεχθέντος, πᾶσα λοιπὸν ἡ τῶν ἀνάγνων καὶ ἀνιέρων δαιμόνων
[*](15 — 248, 24 vgl. (grosse Differenzen) Euseb. Theoph. graece III, 14 ff., Theoph. Syr. III, 58—59.)[*](1 τῶν ἐθωῶν < Th. gr., Syr. | 2 ἀναδέξαιντο? vgl. 31, 8 | 7 αυντάττων HSS, συνέταττεν Hkl | 10 lieber μηθὲν | 12 διενεργοῦς H | 15 εἴη αἰτία ~ N | ἡ + vor τῆς N | 17 ὐπονενικημένους θανάτου < H) | τοῦ + Th. gr. | θνητοὺς| ὀνητοὺς H | 18 (τοῦ 〈) θανάτου N | 27 θεῶ ὅλων Η, ~ N, τῶν ὅλων 〈 Hkl | 31 ἀσεβείᾳ Val., ἀσεβείαις HSS | ἐνισχημένων N | ἀντιψύχου Hkl.)δύναμις καθῄρητο, ἐλέλυτό τε καὶ παρεῖτο αὐτίκα δυνάμει κρείττονι πᾶσα γεώδης καὶ ἀπατηλὸς πλάνη.
τὸ μὲν οὖν ἐξ ἀνθρώπων σωτήριον θῦμα, αὐτὸ δὴ τὸ τοῦ λόγου σωματικὸν ὄργανον, ὑπὲρ τῆς κοινῆς ἀνθρώπων ἀγέλης καθιεροῦτο, καὶ τοῦτ᾿ ἄρα ἦν τὸ τῷ θα- νάτῳ παραβεβλημένον σφάγιον, περὶ οὗ λόγων ἱερῶν βοῶσι φωναί, τοτὲ μὲν ὧδέ πη λέrουσαι· „ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου,“ τοτὲ δὲ ὧδε προαναφωνοῦσαι· „ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος αὐτὸν ἄφω- νος,ι“ καὶ τό γε αἴτιον διδάσκουσιν ἐπιλέγουσαί· „οὗτος τὰς ἁμαρ- τίας ἡμῶν φέρει, καὶ περὶ ἡμῶν ὀδυνᾶται. καὶ ἡμεῖς ἐλογισάμεθα αὐτὸν εἶναι ἐν πόνῳ καὶ ἐν πληγῇ καὶ ἐν κακώσει, αὐτὸς δὲ ἐτραυματίσθη διὰ τὰς ἁμαρτίας ἡμῶν, καὶ ἐμαλακίσθη διὰ τὰς ἀνομίας ἡμῶν· παιδεία εἰρήνης ἡμῶν ἐπ᾿ αὐτόν. τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν· παιδεία εἰρήνης ἡμῶν ἐπ᾿ αὐτόν. τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἐπλανήθη. καὶ κύριος παρέδωκεν αὐτὸν ταῖς ἁμαρτίαις ἡμῶν.“
τὸ μὲν οὖν ὄργανον τὸ ἀνθρώπειον τοῦ θείου λόγου διὰ ταύτας καθιεροῦτο ροῦτο τὰς αἐτίας, οὗτος δὲ ὁ μέγας ἀρχιερεὺς ὁ τῷ πανηγεμόνι καὶ παμβασιλεῖ θεῷ ἱερωμένος, ἕτερος ὢν παρὰ τὸ ἱερεῖον, θεοῦ λόγος, θεοῦ δύναμις καὶ θεοῦ σοφία, τὸ θνητὸν οὐκ εἰς μακρὸν ἀνεκαλεῖτο τοῦ θανάτου, καὶ τοῦτο τῷ πατρὶ τῆς κοινῆς ἡμῶν σωτηρίας τὴν ἀπαρχὴν παρίστη, τρόπαιον ἐπινίκιον κατὰ τοῦ θανάτου καὶ τῆς δαιμονικῆς παρατάξεως τῶν τε πάλαι συντελουμένων ἀνθρωποθυσιῶν ἀποτρόπαιον τοῦτο ὑπὲρ πάντων ἀνθρώπων ἀνεγείρας.