De Laudibus Constantini

Eusebius of Caesarea

Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.

Πανήγυρις μὲν αὕτη βασιλέως μεγάλου. χαιρωμεν δ᾿ ἐν αὐτῇ θειάζοντες λόγων ἱερῶν παιδεύμασιν οἱ βασιλικοὶ παῖδες, ἐξάρχει δ᾿ ἡμῖν τῆς ἑορτῆς ὁ μέγας βασιλεύς. μέγαν δ᾿ ἐγὼ βασιλέα καλῶ τὸν ἀληθῶς μέγαν· τοῦτον δ᾿ εἶναί φημι (οὐ νεμεσσήσει δὲ παρὼν βασιλεύς, ἀλλὰ καὶ συνευφημήσει τῂ θεολογίᾳ) τὸν ἐπέκεινα τῶν ὅλων, τὸν πάντων ἀνώτατον, τὸν ὑπέρτατον, τὸν ὑπερμεγέθη, οὗ θρόνοι μὲν τῆς βασιλείας ἁψῖδες οὐράνιοι, γῆ δ᾿ ὑποπόδιον αὐτοῦ τῶν ποδῶν. . .εἴ τις ἐπαξίως νοῆσαι τοῦτον δύναιτο, φῶς δ᾿ ἀμφ᾿ αὐτὸν ἀπαστράπτον ἀρρήτοις ἀκτίνων μαρμαρυγαῖς παντί τῳ τῆς αὐτοῦ θεότητος ἀπείρηει τὴν θέαν.

τοῦτον στρατιαὶ περιπολοῦσιν οὐράνιοι, δορυφοροῦσι δ᾿ ὑπερκόσμιοι δυνάμεις, τὸν αὐτῶν δεσπότην καὶ κύριον καὶ βασιλέα γνωρίζουσαι, ἀγγέλων τε ἄπειρα πλήθη θίασοί τε ἀρχαγγέλων καὶ πνευμάτων ἁγίων χοροὶ τῶν ἀμφ᾿ αὐτὸν μαρμαρυγῶν ὥσπερ ἐξ ἀενάων φωτὸς πηγῶν ἀρυτόμενοι καταυγάζονται. φῶτά τε πάντα καὶ φώτων ἀσωμάτων θεῖα καὶ νοερὰ γένη τὸν ἐπέκεινα χῶρον οὐρανοῦ λαχόντα τὸν μέγαν βασιλέα τοῖς ἀνωτάτω καὶ θερπερπέσιν ὕμνοις γεραίρουσιν, μέσος δ᾿ ἀμφιβέβλται μέγας οὐρανὸς [*](19 Act. 7, 49.) [*](3 διηγείσθω H | 6 nach χρησμοί + οἱ Hkl | μᾶλλον δὲ Hkl, μᾶλλον ἢ HSS | 7 ἐπιπνοίᾳ Hkl | 9 ἀνωτάτω H, ἀνωτάτου N | 11 ἑκατέρων H | 13 ἐφαψόμεθα, ό auf Ras. aus ώ, H | 14 Vor dem erstem Cap.: Εὐσεβίου τοῦ παμφίλου εἰς Κωνσταντῖνον τὸν βασιλέα τριακονταετηρικός HJN | χαίρωμεν HJ, χαίρομεν Ν (so Wil.) | 15 vielleicht ἐξάρχοι |17 νεμεσσήσει HN, νεμεσήσει J 19 lieber ἀνωτάτω |20 δ' HN, δὲ J | 21 . .εἴ? Hkl, εἰδ᾿ εἴ HJ, οὐδὲ N | δύναιτο HJ, δύνατιτ᾿ ἄν N | 23 περιπολοῦσιν, aber ν ausradiert u. οὐράνιοι < J | 24 αὐτῶν JN, αὐτὸν Η |25 θείασοι Η, θίασοι, aber ι u. Οι auf Ras., J | 27 ἀενάων Η, ἀεννάων JN | ἀρυττόμενοι ΗΝ u. J, aber das zweite τ ausradiert in J | 28 νοερὰ]ἱερὰ Ν.)

v.1.p.197.
περιπέτασμα κυάνεον τοὺς ἐκτὸς τῶν εἴσω βασιλικῶν οἴκων διεῖργον. ἀμφὶ δὲ τοῦτον ὡς ἐν βασιλείων προθύροις περιπολοῦσι δᾳδουχοῦντες ἥλιος καὶ σελήνη καὶ τὰ κατ᾿ οὐρανὸν φωσφόρα, τὸν ἐπέκεινα τῶν ὅλων βασιλέα τιμῶντες αὐτοῦ τε νεύματι καὶ λόγῳ τοῖς τὸν σκότιον ἔξω λαχοῦσιν οὐρανοῦ χῶρον φωτὸς ἀσβέστους ἐξάπτοντες λαμπάδας.

τοῦτον ἠμῖν τὸν μέγαν βασιλέα Χριστὸν καὶ αὐτὸς ὁ καλλίνικος ἡμῶν βασιλεὺς ἀνυμνεῖ συνῃσθημένος εὖ μάλα τοῦ τῆς βασιλείας αἰτίου· τοῦτον φιλόθεοι καίσαρες πηγὴν ἁπάντων ἀγαθῶν εἶναι γνωρίζουσιν πατρόθεν τὸ μάθημα παρειληφότες· τοῦτον στρατοπέδων δῆμοι, λαοὶ παμπληθεῖς κατὰ χώρας καὶ κατὰ πόλεις, ἐθνῶν τε ἄρχοντες ἐκκλησιάζοντες εὐσεβοῦσιν ὑπὸ μεγάλῳ σωτῆρι διδασκαάλῳ παιδευόμενοι, ἀλλὰ καὶ πᾶν ἀθρόως γένος ἀνθρώπων, ἔθνη παντοῖς, φυλαὶ καὶ γλὼσσαι, κοινῇ τε πάντες ὁμοῦ καὶ κατὰ μέρος, ταῖς γνώμαις διεστῶντες τὰ ἄλλα, κατὰ μόνην τήνδε συμφωνοῦσι τὴν ὁμολογίαν τὸν ἕνα καὶ μόνον λογισμοῖς ἐμφύτοις αὐτομαθέσι τε καὶ αὐτοδιδάκτοις ἐννοίαις θεοκλυτοῦντες.

τί δ᾿ ; οὐχὶ καὶ τὸ πᾶν τῆς γῆς στοιχεῖον αὐτὸν δεσπότην γνωρίζει τοῖς ἐξ αὐτῆς αναδιδομένοις βλαστήμασί τε καὶ ζώοις τὴν πρὸς τὸ νεῦμα τοῦ κρείττονος ὑποταγὴν ἐνδεικνυμένη; τοῦτον καὶ ποταμῶν ῥοαὶ πλημμυροῦσαι τοῖς νάμασι πηγῶν τε τῶν ἐξ αἰῶνος βυθῶν τ᾿ ἀπείρων ἀενάων πηγάζουσαι ῥύσεις τῆς ἀρρήτου θαυματουργίας ἐπιγράφονται τὸν αἴτιον· αὐτὸν καὶ θαλάττης ἄβυσσοι βένθεσιν ἀπείροις ἐγεεκλεισμέναι κυρτούμενά τε κύχατα, μετέωρα εἰς ὕψος αἰρόμενα καὶ φόβον ἀπειλοῦντα τῇ γῇ, μέχρις αὐτῶν αἰγιαλῶν προϊόντα, πτήσσει νεύματι θείου νόμου πεπεδημένα· αὐτὸν καὶ χειμερίων ὄμβρων μεμετρημένα ῥεύματα, κτύποι τε βροντῶν καὶ ἀστραπῶν λαμπηδόνες, παλίνστροφοί τε ἀνέμων ῥιπαί, νεφῶν τε διαέριοι πορεῖαι τοῖς τὴν αὐτοῦ θέαν αὐτοπτεῖν ἀδυνάτοις προφαίνουσιν.

v.1.p.198.

ἀλλὰ καὶ ὁ παμφαὴς ἥλιος τὸν μακρὸν αἰῶνα δολιχεύων μόνον αὐτὸν οἴδεν κύριον αὐτοῦ τε νεύματι δουλεύων οὔποτε βαίνειν ἐκτὸς ὅρων τολμᾷ· σελήνη τε ὑποχωροῦσα τὸ φέγγος ἡλίῳ χρόνων τε περιόδοις μειουμένη καὶ πάλιν αὐξομένη θεσμοῖς ὑποτάττεται θείοις· κάλλη τε οὐ ρανοῦ, χορείαις ἄστρων ἀποστίλβοντα βαίνοντά τε σὺν τάξει καὶ ἁρμονίᾳ καὶ τοὺς αὐτῶν ἀναμετρούμενα κύκλους, τὸν παντοίων δοτῆρα φώτων ἀνακηρύττουσιν· ὁμοῦ τε πάντες οὐράνιοι φωστῆρες, αὐτοῦ νεύματι κὰι λόγῳ μίαν συνταξάμενοι μελῳδίαν, μακρῶν αἰώνων κύκλοις δολιχὸν ἐξανύοντες δρόμον αἰθερίων σταδίων διιππεύουσιν ἀγῶναι· νυκτῶν τε καὶ ἡμερῶν ἀμοιβαῖαι κινδήσεις, ὡρῶν τε καὶ καιρῶν μεταβολαί, ῥυθμοί τε καὶ τάξεις τοῦ παντὸς τῆς ἀπειρομεγέθους δυνάμεως τὴν πολυποίκιλον σοφίαν γεραίρουσιν. αὐτῷ καὶ δυνάμεις ἀφανεῖς ἀμφὶ τὰ δ᾿ ἀέρος ἀνειμένα πεδία ποτώμεναι τὴν ὀφειλομένην καὶ πρέπουσαν θεολογίαν ἀναπέμπουσιν· τοῦτον δὴ τὸν μέγαν βασιλέα καὶ αὐτὸς ὁμοῦ πᾶς ἀνυμνεῖ κόσμος· τοῦτον ἄνωθεν οὐρανοὶ οὐρανίων τε ἁψίδων ὑπέρτεροι χοροὶ γεραίρουσιν· ὑμνοῦσι δ᾿ ὕμνοις ἀρρήτοις ἀγγέλων στρατιαί, πνεύματά τε νοεροῦ φωτὸς ἔκγονα τὸν σφῶν γεννήτορα θεολογοῦσιν· τοῦτον αἰῶνες ἄχρονοι πρὸ οὐρανοῦ τοῦδε καὶ πρὸ κόσμου ἄλλοι τε τούτων ἄπειροι αἰῶνες αἰώνων πρὸ πάσης τῆς τῶν ὁρατῶν ὑποστάσεως μόνον καὶ μέγαν δεσπότην καὶ κύριον ἐπιγράφονται.

τοῦτον καὶ αὐτὸς ἐπὶ πᾶσι καὶ πρὸ πάντων καὶ μετὰ πάντας ὁ προὼν αὐτοῦ μονογενὴς λόγος, ὁ δὴ μέγας ἀρχιερεὺς τοῦ μεγάλου θεοῦ, παντὸς χρόνου καὶ πάντων αἰώνων πρεσβύτατος, τῇ τοῦ πατρὸς καθωσιωμένος τιμῇ πρῶτος καὶ μόνος, τῆς πάντων ὐπεριλάσεκται σωτηρίας, πρωτείοις μὲν τῆς τῶν ὅλων ἀρχῆς δευτερείοις δὲ τῆς πατρικῆς βασιλείας ἐνδοξαζόμενος, ὅτι δὴ τὸ φῶς αὐτὸς ἦν τὸ ἐπέκεινα τῶν ὅλων ἀμφὶ τὸν πατέρα χορεῦον μεσιτεὐόν τε καὶ διεῖργον τῆς τῶν γενητῶν οὐσίας τὴν ἄναρχον καὶ ἀγένητον ἰδέαν, ὃ δὴ καὶ ἄνωθεν ἐξ ἀλήκτου καὶ ἀνάρχου θεότητος ἀναβλυστάνον ἔξω πρόεισιν τὸν ὑπερουράνιον χῶρον τά τε εἴσω οὐρανοῦ πάντα κρείττοσιν ἢ καθ᾿ ἥλιον σοφίας καταλάμπον αὐγαῖς. αὐτὸς δ᾿ ἂν εἴη ὁ τοῦδε τοῦ σύμπαντος καθηγεμὼν κόσμου, ὁ ἐπὶ πάντων καὶ διὰ πάντων καὶ έν πᾶσιν ὀρωμένοις τε καὶ ἀφανέσιν ἐπιπορευόμενος τοῦ [*](12 τῆς ἀπειρ. δυνάμενως < N | γε γεραίρουσιν Η |14 ἀναπέμπουσιν J, ἀπέμπουσιν Η, ἀναπέμπουσι Ν |19 τε Ν, δὲ HJ | τούτων HJ, τοῦτον Ν |23 προὼν HSS, πρὸ αἰώνων Hkl | 25 καθοσιωμένος HSS | vielleicht ὕπερ ἱλάσκεται |26 δευτερείοις Val., ἴδοις HSS | 28 μεσεῦνο J | 30 ἀλήκτου Ν, ἀλήπτου Η, ἀλήστου J, vgl. 199, 5 | ἀναωλυστάνων Η, ἀναβλυστάνον, das letzte o auf Ras., J | 32 καταλάμπων Η, καταλάμπον, aber ον auf Ras., J.)

v.1.p.199.
θεοῦ λόγος, παρ᾿ οὗ καὶ δι᾿ οὗ τῆς ἀνωτάτω βασιλείας τὴν εἰκόνα φέρων ὁ τῷ θεῷ φίλος βασιλεὺς κατὰ μίμησιν τοῦ κρείττονος τῶν ἐπὶ γῆς ἁπάντων τοὺς οἴακας διαδυβερνῶν ἰθύνει.