Constantini imperatoris oratio ad coetum sanctorum

Eusebius of Caesarea

Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.

Οἱ δὲ πλεῖστοι τῶν ἀνθρώπων ἄφρονες ὄντες τῆς τῶν πάντων διακοσμήσεως τὴν φύσιν αἰτιῶνται, οἱ δέ τινες αὐτῶν τὴν εἱμαρμένην ἢ τὸ αὐτόματον. τὴν τούτων ἐξουσίαν τῇ εἱμαρμένῃ λογιζόμενοι οὐδὲ συνιᾶσιν, ὅταν τὴν εἱμαρμένην προσαγορεύωσιν, ὄνομα μὲν φθεγγόμενοι, πρᾶξιν δ’ οὐδεμίαν οὐδ’ ὑποκειμένην τινὰ δηλοῦντες οὐσίαν. τίς γὰρ ἂν εἴη αὐτὴ καθ’ ἑαυτὴν ἡ εἱμαρμένη, τῆς φύσεως γεννησάσης τὰ πάντα; ἢ τί ἂν εἶναι ἡ φύσις νομίζοιτο, εἴπερ ὁ τῆς εἱμαρμένης θεσμὸς ἀπαράβατος ὑπάρχει; ἀλλὰ καὶ τὸ λέγειν εἱμαρμένον τινὰ θεσμὸν εἶναι δηλοῖ ὅτι θεσμὸς πᾶς ἔργον ἐστὶ τοῦ θεσμοθετήσαντος. ἣ τοίνυν ἡ εἱμαρμένη, εἴπερ ἐστὶ θεσμός, θεοῦ ἂν εὕρημα εἴη· πάντ’ ἄρα ὑποτέτακται τῷ θεῷ, καὶ οὐδὲν ἄμοιρον τῆς ἐκείνου δυνάμεως.

καὶ τήν γε εἱμαρμένην θεοῦ εἶναι καὶ νομίζεσθαι προαίρεσιν ἀποδεχόμεθα· ἀλλὰ πῶς ἡ δικαιοσύνη καὶ ἡ σωμφοσύνη καὶ αἱ λοιπαὶ ἀρεταὶ καθ’ εἱμαρμένην; πόθεν δὲ τὰ ταύταις ὑπεναντία, ἥ τε ἀδικία καὶ ἡ ἀκολασία; ἥ τε γὰρ παονηρία ἐκ φύσεως ἀλλ’ οὐχ εἱμαρμένης, ἥ τε ἀρετὴ ἤθους καὶ τρόπων ἐστὶ κατορθώματα. τὰ δὲ τῆς ἀγαθῆς καὶ ὀρθῆς προαιρέσεως ἤτοι πταίσματα ἢ αὖ πάλιν κατορθώματα, ἄλλοτε ἄλλως ἀποβαίνοντα ἢ κατὰ τύχην ἢ κατὰ εἱμαρμένην, πᾶν τε τὸ δίκαιον καὶ τὸ κατ’ ἀξίαν ἀπονεμόμενον ἑκάστῳ πῶς καθ’ εἱμαρμένην;

νόμοι δὲ καὶ προτροποαὶ ψόφοι τιμωρίαι τε καὶ πάνθ’ ὅσα παρακαλεῖ μὲν ἐπὶ ἀρετὴν ἀπάγει δ’ ἀπὸ πονηρίας, πῶς οὐκ ἐκ δικαιοσύνης, ἥτις ἐστὶν ἰδία θεοῦ προνοουμένου, ἀλλ’ ἐκ τύχης ἢ τοῦ αὐτομάτου συστῆναι λέγεται; διὰ γὰρ τὸν ποιὸν τῶν ἀνθρώπων βίον καὶ τὸ κατ’ ἀξίαν [*](11 ff. vgl. Plat. Gorg. 489 E, Protag. 349 B.) [*](1 nach νομοθ. + z. B. ἀνδρείας αὐτοῖς ἐπέδωκεν ἄσκησιν Wil. (ob nötig? Hkl) | 3 ἔθεσι Ν!, ἔθνεσι VJMAE | 4 μέτοχον EN!, μέτοχα VJ, μετοχοὶ M, μετοχῆ A | 9 οἱ μὲν οὖν ++ vor τὴν Wil. | nach τούτων + ἁπάντων V, + δὲ Hkl | 10 προσαγορεύωσιν JM, προσαγορεύουσιν VE | 13 ἂν Ν, μὲν VJMAE | εἶναι VJM, εἴη AE | ἡ < Α | εἴπερ] ὅπερ V | 16 ἣ Wil., εἰ HSS | ἡ < Wil. | 17 εὕρεμα JMAE | εἴη, aber η auf Ras. V, εἶναι JMAE | 18 nuch nach νομίζεσθαι steht θεοῦ in V | 20 τὰ + Wil. | ταύταις V, αὐταῖς JAME | ὑπεναντία V, ἐναντία JAME | 21 ἥ VJ, εἴη MAE | 23 τὰ δὲ—κατορθ. <A | καὶ ὀρθῆς < Ε | 25 τύχην] ψυχὴν V | 25 πᾶν Val., πᾶν τε Wil., πάντα HSS | 27 μὴ < V | 28 τὴν ἀρετὴν V | 31 ποῖον J (u. vielleicht andere HSS).)

v.1.p.160.
ἐπαρτᾷ, λοιμῶν ἔσθ’ ὅτε καὶ στάσεων ἀφορίας τε καὶ εὐφορίας ἐπακολουθούντων φανερῶς τε καὶ διαρρήδην μόνον οὐχὶ φωνὴν ἀφιέντων, ὅτι πάντα τὰ τοιαῦτα τοῖς ἡμετέροις βίοις ἐφήρμοσται.

ἡ γάρ τοι οὐσία χαίρει μὲν εὐδικίαις ἀποστρέφεται δὲ πᾶσαν δυσσέβειαν, καὶ τὸ μέτριον φρόνημα δεξιοῦται, μισεῖ δὲ τόλμαν καὶ τὴν ὑπὲρ τὸ ζῶον ἐπηρμένην ἀλαζονείαν· ὧν εἰ καὶ τὰ μάλιστα σαφεῖς καὶ πρὸ ὀφθαλμῶν κείμεναί εἰσιν αἱ ἀποδείξεις, τηνικαῦτα μέντοι φανερώτερον ἐκλάμπουσιν, ὁσάκις ἄν, συναγείραντες εἰς ἑαυτοὺς καὶ οἱονεὶ συστείλαντες τὸν νοῦν, τὴν αἰτίαν αὐτῶν παρ’ ἑαυτοῖς λογιζώμεθα. διὸ χρῆναί φημι ζῆν μετρίως τε καὶ προσηνῶς, μὴ ὑπὲρ τὴν φύσιν τὸ φρόνημα ἐγείροντας, καὶ ἐννοίας λαμβάνοντας ἀεὶ παρεῖναι ἡμῖν τὸν ἐπόπτην τῶν πρασσομένων θεόν.