Constantini imperatoris oratio ad coetum sanctorum

Eusebius of Caesarea

Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.

Ἀγαθὸν οὖ πάντα ἐφίεται, ὁ ὑπὲρ τὴν οὐσίαν θεὸς ἂν ἀεί, γένεσιν οὐκ ἔχει, οὐκοῦν οὐδ’ἀρχήν· τῶν γὰρ ἐν γενέσει πάντων αὐτὸς ἀρχή. ὁ δὲ ἐξ ἐκείνου ἔχων τὴν ἀναφορὰν εἰς ἐκεῖνον ἑνοῦται πάλιν, ἐκείνῳ τῆς διαστάσεως συγκρίσεώς τε οὐ τοπικῶς ἀλλὰνοερῶς γινομένης· οὐ γάρ ζημίᾳ τινὶ τῶν πατρᾠων σπλάγχνων συνέστη τὸ γεννηθέν, ὥσπερ ἀμέλει τὰ ἐκ σπερμάτων, ἀλλὰ διατάξει προνοίας ἐπιστάτην σωτῆρα τῷ τε αἰσθητῷ κόσμῳ καὶ τοῖς ἐν αὐτῷ μηχανωμένης. τοιγάρτοι πᾶσιν, ὅσα περιείληπται ὑπὸ τοῦ κόσμου, ἡ αἰτία τοῦ εἶναι καὶ ζῆν ἐκεῖθεν· ἐκεῖθεν δὲ καὶ ψυχὴ καὶ πᾶσα αἴσθησις καὶ τὰ ὄργανα, δι’ὦν τὰ σημαινόμενα ὑπὸ τῶν αἰσθήσεων ἀποτελεῖται.

τί οὖν δηλοῖ ὁ λόγος; τῶν ὄντων ἁπάντων ἕνα εἶναι προστάτην, καὶ πάνθ’ὑποτετάχθαι τῇ ἐκείνου δεσποτείᾳ μόνου, τά τ’οὐράνια τά τ’ἐπίγεια καὶ τὰ φυσικὰ καὶ ὀργανικὰ σώματα. εἰ γὰρ ἡ τούτων ἀναριθμήτων ὄντων κυρία οὐχ ἑνὸς ἀλλὰ πολλῶν οὖσα ἐτύγχανεν, κλῆροι ἂν καὶ στοιχείων διανεμήσεις καὶ σαντα τὴν ἐναρμόνιον τῶν ππων πάντων ὁμόνοιαν διεσάλευε, πολλῶν διαφόρως τὴν λελογχυῖαν ἑκάστῳ μοῖραν διοικονομουμένων,