Constantini imperatoris oratio ad coetum sanctorum

Eusebius of Caesarea

Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.

Τά γε μὴν ἐκ γενεᾶς τοῖς ἀιδίοις συγκρίνειν μανία ἐστὶν ὡς ἀληθῶς ἡ τελεωτάτη. τῶν μὲν γὰρ οὔτε ἀρχὴ οὔτε τέλος, τὰ θ’, ἅτε φύντα καὶ γενόμενα καὶ τὴν ἀρχὴν τοῦ τε εἶναι καὶ ζῆν ἐν χρόνῳ τινὶ λαβόντα, ἀκολούθως καὶ τελευτὴν ἐξ ἀνάγκης ἔχει· τὰ δὲ γενόμενα τῷ κελεύσαντι γεννηθῆναι αὐτὰ πῶς ἂν ἐξιςάζοιτο; εἰ γὰρ ὅμοια ταῦτα ἐκείνῳ, οὐδὲ πρόσταξις τοῦ γεννᾶσθαι προσ- ηκόντως ἂν ἐκείνου νομίζοιτο. ἀλλ’ ἐκείνῳ μὲν οὐδ’ ἂν τὰ οὐρά- νια συγκριθείη, ὥσπερ οὐδ’ ὁ αἰσθητὸς κόσμος τῷ νοητῷ οὐδ’ αἱ εἰκόνες τοῖς παραδείγμασιν.

ἡ δὲ σύγχυσις τῶν πάντων πῶς οὐ γελοῖον, ἀποκρυπτομένης τῆς τοῦ θείου τιμιότητος τῇ πρὸς τοὺς ἀνθρώπους καὶ τά γε θηρία συγκρίσει; ἔφεσις δὲ δυναστείας ἀντιρρό- που θεοῦ δυναστείᾳ πῶς οὐ μαινομένων ἐστὶν ἀνθρώπων ἀπεστραμ- μένων τε τὸν σώφρονα καὶ ἐνάρετον βίον; εἰ γὰρ ὅλως τῆς θείας εὐτυχίας ἀντιποιούμεθα, χρὴ τὸν βίον διάγειν κατὰ τὴν τοῦ θεοῦ κέλευσιν. οὕτω γὰρ ἐν μοναῖς ἀθανάτοις καὶ ἀγήροσι κρείσσους πάσης εἱμαρμένης διάζομεν τὸν βίον, κατὰ τὸν ὑπὸ θεοῦ νόμον ὁρισθέντα βιύσαντες.

μόνη γὰρ ἀντίρροπος θεοῦ δυνάμεως ἀνθρω- πίνη δύναμις ἡ εἰλικρινὴς καὶ ἄδολος πρὸς τὸν θεὸν λατρεία καὶ ἡ εἰς αὐτὸν ἐπιστροφή, θεωρία τε καὶ μάθησις τῶν ἀρεσκόντων τῷ [*](4 Mt. 25, 41. –12 vgl. Plat. Phaidr. 248 A ff.) [*](3 ἐκδικάζουσα Ηkl, ἐκβιάζουσα V | 4 αὐτὰς Ηkl, oὕτως V | 5 ἀσεβὲς Ηkl, ἀσμενὲς V | 10 τυγχάνει οὖσα VJ, τυγχάνουσα ΜΑΕ | 15 μανίας u. τῆς τελεω- τάτης JMAE | 16 nach ἀρχὴ + τις JMAE | 20 ὅμοια Val., μανία ΗSS | τοῦ Ν!, τῶ VJMAE | 21 ἐκείνου V, ἐκείνω JMAE | νομίζοιτο VJ, ἁρμόζοιτο ΜΑΕ | ἀλλ’ ἐκείνων J | | 24 τῇ Ν!, τῆς V, < JMAE | 25 καὶ Ν! εἰ VJMAE | συγκρίνοι ΑΕ | ἔφισης V | ἀντιρρόπου Ηkl, ἀ — ος HSS | 26 ἐστὶν ἀνθρ. (?) JMAE | 29 ἐν + Ηkl | ἀγήρωσι VJ, ἀγείροσι Μ.)

v.1.p.174.
κρείττονι, καὶ τὸ μὴ εἰς γῆν νενευκέναι ἀλλ’, ὅση. δύναμις, τὴν διά- νοιαν ἐπὶ τὰ ἄρθιά τε καὶ ὑψηλὰ ἀναβιβάζειν· ἐκ γάρ τοι τῆς ἐπιτη- δεύσεως ταύτης τὸ νικᾶν ἀντὶ πολλῶν ἀγαθῶν, φηςί, περιγίγνεται. ἡ τοίνυν αἰτία τῆς τῶν ὄντων διαφορᾶς κατά τε τὴν ἀξίαν καὶ ἐν τῇ τοῦ δύνασθαι παραλλαγῇ τοῦτον ἔχει τὸν λόγον, ᾦ πείθονται μὲν οἱ εὖ φρονοῦντες καὶ εὐχαριστοῦσιν ἐξαιςίως, οἱ δ’ ἀχαριστοῦντες ἠλίθιοι τὴν ἀξίαν τῆς ὑπερηφανίας κομίζονται τιμωρίαν.