Constantini imperatoris oratio ad coetum sanctorum

Eusebius of Caesarea

Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.

v.1.p.154.

Κωνσταντῖνος Σεβαστὸς τῷ τῶν ἁγίων συλλόγῳ.

Τὸ τηλαυγέστερον ἠμέρας τε καὶ Ἡλίου φέγγος, προοίμιον μὲν ἀναστάσεως, ἀρμογὴ δὲ νέα τῶν πονηςάντων ποτὲ σωμάτων, ἕρμα θ’ὑποσχέσεως, καὶ ἀτραπὸς ἐπὶ τὴν αἰωνίαν ζωὴν ἄγουσα, ἡ τοῦ παθήματος ἡμέρα πάρεστιν, ὧ προσφιλέστατοι καθηγηταί, ψίλοι Θ’οἱ λοιποὶ ξύμπαντες ἄνδρες, μακαριώτερα πολλῷ πλήθει τε τυγχάνει Τῶν θρησκευόντων καὶ αὐτῷ τῷ τῆς θρησκείας θεῷ διὰ τῶν ἐντὸς αἰσθήσεων τῆς ἐκάστου δι’ ἐκφωνητηρίων ἀδιαλείπτως ὑμνούντων θεσπίσμασι προσαγορευόμενος.

σὺ δ’, ὦ παμμήτειρα φύσις, τί τοιοῦτον τῷ κόσμῳ συντετέλεκας πώποιτε; Ποῖον δ’ ὅλως σὸν δμηιούργημα, Εἴπερ ὁ τῶν πάντων αἴτοις καὶ τῆς σῆς οὐσίας; Οὖτος γάρ σε ἐκόσμησεν, ἐπὲι κόαμος φύσεως ἠ κατὰ φύσιν ζωή. ἐπικεκράτηκε γὰρ οὐ μετρίως ἄ παρὰ φύσιν τὸν τῶν πάντων θεὸν κατ’ἀξίαν σέβειν μηδένα, νομίζεσθαί τε μὴ ἐκ προνοίας ἀλλ’ὠς ἔτυχον ἐτάκτως τε καὶ πλημθείας τὰ πάντα συνεστάναι