Vita Constantini

Eusebius of Caesarea

Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.

τῶν δὲ στρατιωτικῶν ταγμάτων ἐκκρίτους ἄνδρας, πίστει καὶ εὐνοίᾳ πάλαι βασιλεῖ γνωρίμους, οἱ ταξάαρχοι διεπέμποντο τὰ πεπραγμένα τοῖς καίσαρσιν ἔκδηλα καθι- [*](1 ff. vgl. Socr. H.E. I, 40 (76), Sozom. H.E. II, 34 (65), Theodoret. H.I I, 34 (65).) [*](2 ἁλουργίδι βασιλεκῆ VJ, ἁλουργικῆ ἁλουργίδι MBA | 3 τῶ πάντων Cod. N, τοῦ παντὸς VJMBA | 4 oἴκῳ Val. (Cod. B?), οἴκων VJMA | βάθρον Wil., βάθρων ΗSS | ὑψηλὸν V, JMBA | κατετέθεντο Μ, κατέθεντο ΑΒ | φῶτα, φ auf Ras., J | 5 ἐξάψαντες V, ἐφάψαντες JBA, ἐφάψαντος Μ | 6 τῶν + vor πώποτ’ J | ὑφ’ V, ἐφ’ JMBA | 7 τοι] τι Α | 13 καὶ νόμος HSS, = Wil. | 22 καὶ + vor μετὰ θάνα- beg. das neue Cap. ξῆ (68) in VMB | 31 ἐγκρίτους V | βασιλεῖς V.)

v.1.p.146.
στῶντες. καὶ οἵδε μὲν τάδ᾿ ἔπραττον,

ὥσπερ δὲ ἐξ ἐπιπνοίας κρείττονος τὰ πανταχοῦ πάντα στρατόπεδα τὸν βασιλέως πυθόμενα θάνατον μιᾶς ἐκράτει γνώμης, ὡσανεὶ ζῶντος αὐτοῖς τοῦ μεγάλου βασιλέως μηδένα γνωρίζειν ἕτερον ἢ μόνους τοὺς αὐτοῦ παῖδας Ῥωμαίων αὐτοκράτορας.

οὐκ εἰς μακρὸν δ᾿ ἠξίουν μὴ καίσαρας ἐντεῦθεν δ᾿ ἤδη τοὺς ἅπαντας χρηματίζειν αὐγοιτ᾿ ἂν σύμβολον. οἱ μὲν οὖν ταῦτ᾿ ἔπραττον, τὰς οἰκείας ψήφους τε καὶ φωνὰς διὰ γραφῆς ἀλλήλοις διαγγέλλοντες, ὑπὸ μίαν τε καιροῦ ῥοπὴν τοῖς ἁπανταχοῦ πᾶσιν ἐγνωρίζετο ἡ τῶν στρατοπέδων συμφωνία.