Vita Constantini

Eusebius of Caesarea

Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.

Oἱ δέ γε τοῦ παντὸς στρατοῦ καθηγεμόνες κόμητές τε καὶ πᾶν τὸ τῶν ἀρχόντων τάγμα, οἷς τὸν βασιλέα νόμος καὶ πρότερον ἦν προσκυνεῖν, μηδὲν τοῦ συνήθους ὑπαλλαξάμενοι τρόπου τοῦς δέουσι καιροῖς εἴσω παριόντες τὸν ἐπὶ τῆς λάρωακος βασιλέα οἷά περ ζῶντα καὶ μετὰ θάνατον γονυκλινεῖς ἠσπάζοντο. μετὰ δὲ τοὺς πρώτους ταῦτα ἔπραττον παριόντες οἵ τ’ ἐξ αὐτῆς συγκλήτου βουλῆς, οἵ τ’ ἐπ’ ἀξίας πάντες, μεθ’ οὕς ὄχλοι παντοίων δήμων γυναιξὶν ἅμα καὶ παιςὶν ἐπὶ τὴν θέαν παρῇεσαν.