Vita Constantini

Eusebius of Caesarea

Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.

Καὶ δὴ τούτων βασιλεῖ συντελουμένων, ἀνὰ στόμα τε πάντων ἀνυμνουμένης αὐτοῦ τῆς κατὰ θεὸν ἀρετῆς, τῶν τοῦ θεοῦ λειτουργῶν τις ἀποτολμήσας εἰς αὐτοῦ πρόσωπον μακάριον αὐτὸν ἀπέφηνεν, ὅτι δὴ κἀν τῷ παρόντι βίῳ τῷ μέλλοντι συμβασιλεύειν μέλλοιλ τῷ υἱῷ τοῦ θεοῦ. ὁ δὲ ἀπεχθῶς τῆς φωνῆς ἐπακούσας μὴ τοιαῦτα τολμᾶν παρᾐνει φθέγγεσθαι, μᾶλλον δὲ δἰ εὐχῆς αἰτεῖσθαι αὐτῷ κἀν τῷ παρόντι κἀν τῷ μέλλοντι τῆς τοῦ θεοῦ δουλείας ἀξίῳ φανῆναι.

Ἐπειδὴ δὲ καὶ ὁ τριακονταέτης αὐτῷ τῆς βασιλείας συνεπεραίνετο χρόνος, τῷ δευτέρῳ τῶν παίδων συνετέλει γάμους, πάλαι γάμους κἀτὶ τοῦ πρεσβυτέρου τὴν ἡλικίαν διαπραξάμενος. θαλίαι δὴ καὶ ἑστιάσεις ἤγοντο, νυμφοστολοῦντος αὐτοῦ βασιλέως τὸν παῖδα ἐστιῶντός τε λαμπρῶς καὶ συμποσιάξοντος, ὧδε μὲν ἀνδρῶν θιάσοις, γυναικῶν δ'ἀφωρισμένοις ἀλλαχόθι χοροῖς, διαδόσεις τε πλούσιαι χαρισμάτων δήμοις ἅμα καὶ πόλεσιν ἐδωροῦντο.

Ἐν τούτῳ δὲ καὶ Ἰνδῶν τῶν πρὸς ἀνίσχοντα ἥλιον πρέσβεις ἀπήντων δῶρα κομίζοντες, γένη δ'ἦν παντοῖα ἐξαστραπτόντων πολυτελῶν λίθων ζῶά τε τῶν παρ'ἡμῖν ἐγνωσμένων ἐναλλάττοντα τὴν φύσιν, ἃ δὴ προσῆγον τῷ βασιλεῖ, τὴν εἰς αὐτὸν Ὠκεανὸν δη- [*](4 γαννυμένων ΗSS | 9 διαφανοῦς Val., διαφανῶς HSS | 11 ἐπ'αὐτῆς Νικαίας VJ, (ἐπὶ <) τῆς Νικαίας αὐτῆς ΜΒΑ |τῆς +vor δέκαδος V | 13 ἀφαιφοῦντος Α |14 κκαὶ δὴ—17 ἀπέφηνεν <ΜΒΑ |14 βασιλεῖ V, εὐλαβῶς J |15 πάντων ἀνυμνούντων αὐτοῦ τὴν κατὰ θνݲ ἀρετὴν J | αὐτοῦ]αὐτῶ V | 17 ἀπέφαινεν΄J | 21 ἀξίω V, ἄξιον JMBA |24 διεπεραίνετο JMBA | 25 πάλαι γάμους Ηkl., πάλαι τὰ τοὺς τε VAB, παλαιτάτους τε JM, πάλαι ταὐτὸ Val. | 26 δὴ]δὲ V | 31 ἀπόντων Α, in B ό verändert in ή |32 οb ἐξαλλ.? ΗΚ1 |33 αὐτῶν Val. (richtiger τὸν αὐτῶν ΗΚl), aber kaum richtig.)

v.1.p.138.
εἰκόνων γραφαῖς ἀνδραίντων΄τ'αὐτὸν ἀναθήμασι λοῦντες αὐτοῦ κράτησιν, καὶ ὡς οἱ τῆς Ἰνδῶν χώρασ καθηγεμόνες αὐτοκράτορα καὶ βασιλέα γνωίξειν ὡμολόγουν. ἀρχομένῳ μὲν οὖν τῆς βασιλείας αὐτῷ οἱ πρὸς ἥλιον δύοντα ὡκεανῷ Βρεττανοὶ πρῶτοι καθυπετάττοντο, νῦν δ'Ἰνδῶν οἱ τὴν πρὸς ἀνίσχοντα ἥλιον λαχόντες.