Vita Constantini

Eusebius of Caesarea

Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.

Οἶος δ'ὁ τοῦ σωτῆρος νεώς, οἶον τὸ σωτήριον ἄντρον, οἶσαιτε αἱ βασιλέως φιλοκαλίαι ἀνθημάτων τε πλήθη ἐν χρυσῷ τε καὶ ἁργύρῳ καὶ λίθοις τιμίοις πεποιημένων, κατὰ δύναμιν ἐν οἰκείῳ συγγράμματι παραδόντες αὐτῷ βασιλεῖ προσεφωνήσαμεν. ὃν οἰκείῳ συγγράμματι παραδόντες αὐτῷ βασιλεῖ προσεφωνήσαμεν. ὃν δὴ λόγον κατὰ καιρὸν μετὰ τὴν παροῦσαν τὴς γραφῆς ὑπόθεσιν ἐκθησόμεθα, ὁμοῦ καὶ τὸν τριακονταετηρικὸν αὐτῷ συζευμνύντες, ὃν σμικρὸν [*](2 εὐσεβείαις VM | τὸν nachher hinzugefügt J | 6 τ' VJ,δ'ΜΒΑ |9 πλούσ. καὶ ~ΜΒ, καὶ <JA | 10 κατεποίκιλεν JMBA (so Wil.) ἀλλ'hier beg. das neue Cap. με (45) in VMB | 12 οἱ μὲν — 16 ἀκοαῖς <ΜΒΑ | 18 καὶ <20 τῶν < JMBA | 24 τῶν διὰ γρ. Wil.,~ ΗSS | τῶν V, τῶ ΜΒJ, aber v hinzugefügt J, τῶν τῶ Α |πεφιλοκαλημένων JMBA, πεφιλοσοφημένων V | 25 nach καιρίους <καὶ J | 24 u. 26 Val. will mit Recht ἐκφράσεις ποιοῦντες und ἑρμηνεύοντες θεωρίας schreiben | 26 ἡ <V | 27 nach αὐτῇ <τῇ JMBA | 29 τε <Wil. | 33 μικρὸν JMBA.)

v.1.p.137.
ὔστερον, ἐπὶ τῆς βασιλλέως ἐπωνύμου πόλεως τὴν πορείαν στειλάμενοι, εἰς ἐπήκοον αὐτοῦ βασιλέως διήλθομεν, τοῦτο δεύτερον ἐν αὐτοῖς βασιλείοις τὸν ἐπὶ πάντων βασιλέα θεὸν δοξάσαντες, οὗ δὴ κατακροώμενος ὁ τῷ θεῷ φίλος γανυμένῳ ἐᾠκει. τοῦτο δ'οὖν αὐτὸ μετὰ τὴν ἀκρόασιν ἐξἐφηνεν, συμποσιάζων μὲν παροῦσι τοῖς ἐπισκόποις παντοίᾳ τ'αὐτοὺς τιμῇ φιλοφρονούμενος.