Vita Constantini

Eusebius of Caesarea

Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.

Ἐπιστολὴ βασιλέως Κωνσταντίνου, ἣν πρὸς ἡμέτερον λόγον ἀντέγραψεν.

„ Νικητὴς Κωνσταντῖνος Μέγιστος Σεβαστὸς Εὐσεβίῳ. Τὸ μὲν ἐχγείρημα μέγιστον καὶ πάσης λόγων δυνάμεως κρεῖττον Χριστοῦ μυστήρια κατ’ ἀξίαν εἰπεῖν τήν τε τοῦ πάσχα ἀντιλογίαν τε καὶ γένεσιν, λυσιτελῆ τε καὶ ἐπίπονον τελεσιουργίαν, ἑρμηνεῦσαι τὸν προςήκοντα τρόπον· τὸ γὰρ θεῖον ἀνθρώποις ἀδύνατον κατ’ [*](2 ὁ <Η Kkl | 3 τοῦ — συλλόγου VMBA, τῶ—συλλόγω J| τῆς ἐκκληςίας V | 4 ὡς μὴ— μαρτυρίαν < Α | νομίσῃ H k l., νομίσειε HSS | 9 αὐτοῦ < V | 10 αὐτοῦ + vor τὰς ἀκοὰς V | 16 καταπαύειν] καὶ παύειν V| προειρήμεθα VMB|ἀνίει Migne, ἀνείη V, ἀνήει JMBA | 18 φήσας Α, φας V, σφᾶς JMB | ὡς <ΜΒ |κινουμ. HSS, κοινουμ. Hkl | 20 τὸ θεῖον V | δὲ JMBA, δὴ V | 24 τὸ γράμμα MBA| συνῆπτε δ’ αὐτῶ καὶ ἄλλο VJ, ἀλλὰ δὴ καὶ MBA | 25 τοῦ πάσχα ἑορτῆς ~ Α |προφωνησ. MB | 27 αὐτοῦ Α, αὐτῶ VJMB|τῷ < J|28 Ἐπιστ. —ἀντεγρ. <JMBA.)

v.1.p.131.
ἀξίαν φράσαι, καὶ τοῖς νοῆσαι δυνατοῖς.

πλὴν ὅμως ὑπερθαυμάσας σε τῆς φιλομαθείας τε καὶ φιλοτιμίας, αὐτός τε τὸ βιβλίον ἀνέγνων ἀσμένως, καὶ τοῖς πλείοσιν οἵ γε τῇ περὶ τὸ θεῖον λατρείᾳ γνηςίως προσανέχουσι, καθὰ ἐβουλήθης, ἐκδοθῆναι προςέταξα, συνορῶν τοίνυν μεθ’ ὅσης θυμηδίας τὰ τοιαῦτα παρὰ τῆς σῆς ἀγχινοίας δῶρ λαμβάνομεν, συνεχεστέροις ἡμᾶς λόγοις εὐφραίνειν, οἷς ἐντετράφθαι σαυτὸν ὁμολογῖς, προθυμήθητι· (θέοντα γάρ σε, τὸ τοῦ λόγου, πρὸς τὰ συνήθη σπουδάσματα παρορμῶμεν), ὅπου γε καὶ τὸν εἰς τὴν Ῥωμαίων τοὺς σοὺς πόνους μεταρρυθμίζοντα γλῶτταν τὐκ ἀνάξιον ηὑρῆσθαί σοι τῶν συγγραμμάτων ἡ τοσαύτη πεποίθησις δείκνυσιν, εἰ καὶ τὰ μάλιστα τὰ καλὰ τῶν λόγων ἡ τοιαύτη ἑρμηνεία ὑφίστασθαι κατ’ ἀξίαν ἀδυνάτως ἔχει. ὁ θεός σε διαφυλάξει, ἀδελφὲ ἀγαπητέ.“ τὸ μὲν οὖν περὶ τοῦδε γράμμα τοιόνδε ἦν, τὸ δὲ περὶ τῆς τῶν θείων ἀναγνωσμάτων ἐπισκευῆς ὧδέ πη περιέχει.