Vita Constantini

Eusebius of Caesarea

Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.

[*](Cod. V ξή.) Οὕτω μὲν τὰ τῶν ἑτεροδόξων ἐγκρύμματα βασιλικῷ προστάγματι διελύοντο, ἡμαύνοντό τε οἱ θῆρες οἱ τε τῆς τούτων δυσσεβείας ἔξαρχοι. τῶν δ᾿ ὑπὸ τούτων ἡπατημένων οἱ μὲν νόθῳ φρονήματι βασιλικῆς ἀπειλῆς φόβῳ τὴν ἐκκλησίαν ὑπεδύοντο, τὸν καιρὸν κατειρωνευόμενοι ἐπεὶ καὶ διερευνᾶσθαι τῶν ἀνδρῶν τὰς βίβλους διηγόρευεν ὁ νόμος, ἡλίσκοντό τ᾿ ἀπεργμένας κακοτεχνίας μετιόντες, οὗ δὴ χάριν πάντα ἔπραττον εἰρωνείᾳ τὴν σωτηρίαν ποριζόμενοι, οἱ δὲ καὶ σὺν ἀληθεῖ τάχα που λογισμῷ ηὐτομόλουν ἐπὶ τὴν τοῦ κρείττονος ἐλπίδα.

τούτων δὲ τὴν διάκρισιν οἱ τῶν ἐκκλησιῶν πρόεδροι σὺν ἀκριβείᾳ ποιούμενοι, τοὺς μὲν επιπλάστως προσιέναι πειρωμένους μακρὰν εἶργον τῆς τοῦ θεοῦ ποίμνης οἷα λύκους κωδίοις ἐγκρυπτομένους προβάτων, τοὺς δὲ ψυχῇ καθαρᾷ τοτῦτο πράττοντας δοκιμάζοντες χρόνῳ μετὰ τὴν αὐτάρκη διάπειραν τῷ πλήθει τῶν εἰσαγομένων κατέλεγον.

ταῦτα μὲν οὖν ἐπὶ τῶν δυσφήμων ἑτεροδόξων ἐπράττετο. τοὺς δέ γε μηδὲν δυσσεβὲς ἐν δογμάτων διδασκαλίᾳ φέροντας, ἄλλως δὲ τῆς κοινῆς ὁμηγύρεως ἀνδρῶν δχισματικῶν αἰτίᾳ διεστῶτας, ἀμελλήτως εἰσεδέχοντο. οἱ δ᾿ ἀγεληὸν ὥσπερ ἐξ ἀποικίας ἐπανιόντες τὴν αὐτῶν ἀπελάμβανον πατρίδα, καὶ τὴν μητέρα, τὴν ἐκκλησίαν, ἐπεγίνωσκον, ἧς ἀποπλανηθέντες χρόνιοι σὺν εὐφροσύνῃ καὶ χαρᾷ τὴν εἰς αὐτὴν ἐπάνοδον ἐποιοῦντο, ἡνοὐτό τε τὰ τοῦ κοινοῦ σώματος μέλη καὶ ἁρμονίᾳ, συνήπτετο μιᾷ, μόνη τε ἡ καθολικὴ τοῦ θεοῦ ἐκκλησία εἰς ἑαυτὴν συνεστραμμένη διέλαμπεν, μησαμοῦ γῆς αἱρετικοῦ συστήματος μησὲ σχισματικοῦ λειπομένου. καὶ τούτους δὲ μόνου τοῦ μεγάλου κατορθώματος μόνος τῶν πώποτε τὴν αἰτίαν τοὺ θεὸν ὁ τῷ θεῷ μεμελημένος βασιλεὺς ἐπεγράφετο.

[*](14 vgl. Matth. 7 ,15.)[*](1 ἐν, n über der Zeile, J | 2 τολμήσει MBA | διελύετο J | τε < Wil. | 6 τούτοις V | 7 ἀπεδύοντο V | 8 lieber κατὰ τὸν καιρὸν εἰρωνευόμενοι Hkl. | ἐπεὶ δὲ διερ. J | 9 τ᾿ ]τότ᾿J| οἱ +vor κακοτ. MBA | 8—10 die Verbindung schlecht! 14 εἶργον—λύκους<MBA | τοῖς κωδίοις MBA | 15 nach προβ. + ἀπέπεμπον BA | 17 τῶν + Val | εἰσαγομένων] συναγομένων vermutet Val | 19 ἄλλους Α |σχισμ., ι auf Ras., σ über der Zeile J1 | 20 ἀμελλήτως V, ἀμελήτως JMBA | 23 ἑαυτὴν BA | 25 διεστραμμένη V | 26 σχισμ., ι auf Ras., J | λειπ., ει auf Ras., J, λιπομένου M | 27 μόνου <(?) Wil., μόνον Ηkl | τοῦ κατορθ. τοῦ μεγάλου Α |28 τὸν θεὸν + Hkl, vgl. 124, 10 | ἐπεγράφετο V, ἐγράφετο JMBA. Dann λόγος γ in V.)