Vita Constantini

Eusebius of Caesarea

Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.

[*](Cod. V ξγ΄.) Βασιλέως ἐπιστολὴ πρὸς ἡμᾶς ἐπὶ τῇ παραιτήσει τῆς Αντιοχέων ἐπισκοπῆς.

,,Νικητὴς Κωνσταντῖνος Μέγιστος Σεβαστὸς Εὐσεβίῳ.

Ἀνέγνων ἤδιστα τὴν ἐπιστολὴν ἥν ἡ σὴ σύνεσις ἐποιήσατο, καὶ τὸν κανόνα τῆς ἐκκλησιαστικῆς ἐπιστήμης εἰς ἀκρίβειαν φυλαχθένατ κατενόησα· ἐμμένοις γοῦν τούτοις ἄπερ ἀρεστά τε τῷ θεῷ καὶ τῇ ἀποστολικῇ παραδόσει σύμφωνα φαίνεται. μακάριον δὴ σαυτὸν καὶ ἐν αὐτῷ τούτῳ νόμιζε, ὡς τῇ τοῦ κόσμου παντὸς ὡς ἔπος εἰπεῖν μαρτυρίᾳ ἄξιος ἐκρίθης πάσης ἐκκλησίας ἐπίσκοπος εἶναι· εἰ γὰρ ποθοῦσιν ἄπαντες εἶναί σε παρ' αὐθτοῖς, ταύτην σοι τὴν εὐδαιμονίαν ἀναμφισβητήτως συναύξουσιν.

ἀλλ' ἡ σὴ σύνεσις, ἤ τάς τε ἐντολὰς τοῦ θεοῦ καὶ τὸν ἀποστολικὸν κανόνα καὶ τὸν τῆς ἐκκλησίας φυλάττειν ἔγνωκεν, ὑπέρευγε πεποίηκε παραιτουμένη τὴν ἐπισκοπίαν τῆς κατὰ τὴν Ἀντιόχειαν ἐκκλησίας, ἐν ταύτῃ δὲ διαμεῖναι σπουδάζουσα, εἰς ἤν ἐκ πρώτης θεοῦ βουλήσει τὴν ἐπισκοπίαν ὑπεδέξατο.

περὶ δὴ τούτου πρὸς τὸν λαὸν ἐποιησάμην ἐπιστολήν, πρός τε τοὺς ἄλλους σου συλλειτουργούς, οἴ καὶ αὐτοὶ περὶ τούτων ἐτύγχανόν μοι γεγραφότες ἄπερ ἡ σὴ καθαρότης ἀναγνοῦσα ῥᾳδίως ἐπιγνώσεται, τῆς δικαιοσύνης ἀντιφθεγγομένης αὐτοῖς προτροπῇ τοῦ θείου πρὸς αύτοὺςἔγραψα, ὦν τῷ συμβουλίῳ καὶ τὴν σὴν σύνεσιν παρεῖναι δεήσει, ὡς ἄν τοῦτο ἐπὶ τῆς Ἀντιοχέων ἐκκλησίας τυπωθείη ὁ καὶ αὐτῷ τῷ θεῷ καὶ τῇ ἐκκλησίᾳ πρεπωδέστατον νομισθείη. ὁ θεός σε διαφυλάξει, ἀδελφὲ ἀγαπητέ.“

[*](Cod. V ξδ΄.) Βασιλέως ἐπιστολὴ πρὸς τὴν Ἀντιοχέων σύνοδον.

,,Νικητὴς Κωνσταντὶνος Μέγιστος Σεβαστὸς Θεοδότῳ, Θεοδώρῳ, Ναρκίσσῳ Ἀετίῳ, Ἀλφειῷ καὶ τοῖς λοιποῖς ἐπισκόποις τοῖς οὖσιν ἐν Ἀντιοχείᾳ.

Ἀνέγνων τὰ γραφέντα παρὰ τῆς ὑμετέρας συνέσεως, Εὐσεβίου [*](6 vgl. Canon Nicaen. XV. — 9 ff.: vgl. Socr. H.E. I, 24 (59), Sozom. H.E. II, 19 (16ff.) — 14 vgl. Canon Apostol. XIII.) [*](1 ἐπιχειρῆσαι μ] ἐπιχειρήσαιμι ΜΒ | μὴ σύμφερον <Α | 2 διαφυλάξοι JMBA | 6 ἤδιστα Wil., πληρέστα V, πληρέστατα JMBA | ἐπισκοπὴν Α | ἥν — ἐποιήσατο < ΜΒΑ | 8 ἐμμένοις οὖν J, ἐμμένεις γοῦν V, ἐμμένειν γοῦν ΜΒΑ | 9 σύμφρων ΑΒ1, σύμφρονα ΜΒ 2 | 12 τὴν zwei Mal J | 13 nach ἤ + γοῦν ΜΒΑ | 14 καὶ < vor τῆς J | τὸν + Wil. | 16 τὴν < J | 18 ἐποιησάμην ἐπιστ. ∾ JMBA | σου #x003C;Α | 19 γεγραφότες V, γεγραφηκότες JMBA | 20 ἅπερ = “ wie ” | ὅτι + vor τῆς δικαιοσ. Α | 21 ἄ + vor προτροπῇ JM, ἄ + über der Zeile B2 | πρὸς αὐτοὺς #x003C; Wil. | 23 ὁ καὶ — νομισθείη #x003C; JMBA | 24 θεὸς] κݲςݲ V | διαφυλάξει VB, διαφυλάξοι JMA | 25 Bασιλ. — σύνοδον nur in V.)

v.1.p.110.
τε τοῦ ἅμα ὑμῖν ἱερωμένου τὴν ἔμφρονα πρόθεσιν ἀπεδεξάμην, ἐπιγνούς τε τὰ πεπραγμένα σύμπαντα τοῦτο μὲν τοῖς ὑμετέροις γράμμασιν τοῦτο δὲ τοῖς Ἀκακίου καὶ Στρατηγίου τῶν διασημοτάτων κομήτων, διάσκεψίν τε τὴν δέουσαν ποιησάμενος, πρὸς τὸν Ἀντιοχέων λαὸν ἔργαψα ὅπερ ἀρεστόν τε τῷ θεῷ ἦν καὶ ἁρμόζον τῇ ἐκκλησίᾳ, ἀντίγραφόν τε τῆς ἐπιστολῆς ὑποταχθῆναι τοῖς γράμμασι τούτοις ἐνετειλάμην, ὡς ἂν καὶ αὐοὶ γινώσκοιτε ὅ τί ποτε τῷ τοῦ δικαίου λόγῳ προκληθεὶς πρὸς τὸν λαὸν γράψαι προειλόμην, ἐπειδὴ τοῦτο τοῖς γράμμασιν ὑμῶν περιείχετο, ὥστε κατά γε τὴν τοῦ λαοῦ καὶ τὴν τῆς ὑμετέρας προσιρέσεως σύνεσίν τε καὶ βούλησιν Εὐσέβιον τὸν ἱερώτατον ἐπίσκοπον τῆς Καισαρέων ἐκκλησίας ἐπὶ τῆς Ἀντιοχέων προκαθέζεσθαι καὶ τὴν ὑπὲρ ταύτης ἀναδέξασθαι φροντίδα.

τά γε μὴν Εὐσεβίου γράμματα, ἃ τὸν θεσμὸν τῆς ἐκκλησίας μάλιστα φυλάττοντα ἐφαίνετο, τὴν ἐναντίαν εἰσηγεῖτο γνώμην, μησαμῶς αὐτὸν τὴν ὑπὸ τοῦ θεοῦ ἐμπιστευθεῖσαν ἐκκλησίαν ἂν ἀπολιπεῖν· ἔδοξεν οὖν τὴν οὕτω δικαίαν πρόθεσιν καὶ πᾶσιν ὑμῖν φυλακτέαν κυρίαν μᾶλλον ποιήσασθαι μήδ᾿ ἀποσπάσαι αὐτὸν τῆς ἰδίας ἐκκλησίας. ἐχρῆν δ᾿ ὑμῶν τῇ συνέσει καὶ τὴν ἐμὴν γνώμην ἐμφανῆ γενέσθαι. ἀφῖκται γὰρ εἰς ἐμὲ Εὐφρόνιόν τε τὸν πρεσβύτερον πολίτην ὄντα τῆς κατὰ Καππαδοκίαν Καισαρείας καὶ Γεώργιον τὸν Ἀρεθούσιον πρεσβύτερον ὡσαύτως, ὃν ἐπὶ τῆς τάξεως ταύτης Ἀλέξανδρος ἐν Ἀλεξανδρείᾳ κατεστήσατο, εἶναι τὴν πίστιν δοκιμωτάτους.

καλῶς οὖν εἶχεν δηλῶσαι τῇ συνέσει ὑμῶν τούσδε προχειρισαμένους καὶ ἑτέρους, οὕς ἂν ἀξίους ἡγήσησθε πρὸς τὸ τῆς ἐπισκοπῆς ἀξίωμα, ὁρίσαι ταῦτα ἃ τῇ τῶν ἀποστόλων παραδόσει σύμφων ἂν εἴη. τῶν γὰρ τοιούτων εὐτρεπισθέντων δυνήσεται ὑμῶν ἡ σύνεσις κατὰ τὸν τῆς ἐκκλησίας κανόνα καὶ τὴν ἀποστολικὴν παράδοσιν οὕτω ῥυθμίσαι τὴν χειροτονίαν, ὡς ἂν ὁ τῆς ἐκκλησιαστικῆς ἐπιστήμης ὑφηγῆται λόγος. ὁ θεὸς ὑμᾶς διαφυλάξει, ἀδελφοὶ ἀγαπητοί.“

[*](Cod. V ξέ) Τοιαῦτα τοῖς τῶν ἐκκλησιῶν ἄρχουσι διαταττόμενος βασιλεὺς πάντα πράττειν ἐπ᾿ εὐφημίᾳ τοῦ θείου λόγου παρῄνει. ἐπεὶ δὲ τὰς διαστάσεις ἐκποδὼν ποιησάμενος ὑπὸ σύμφω- [*](1 ἐπιγνοὺς ἅτε VB2, ἐπιγνοῦσά τε JMBA | 2 ἡμετέροις V | 4 Ἀντιοχέων λαὸν VJ, λαὸν τῶν Ἀντιοχέων MBA | 5 τε < V |8 προκληθεὶς V, προσκληθεὶς JMBA| 9 γράμμασιν] πράγμασιν AB1 | 12 ταύτην V | τὰ] τὴν MBA | τὰ τοῦ Εὐσεβίου Α, τὰ τοῦ βίου MB | 13 ἃ < Α | τῆς < MBA | 14 τὴν ἐναντ. —17 ἰδίας ἐκκλησίας < MBA | ἐναντίαν]ἐν τούτοις οὐκ J | 15 ἄν +HKl | ἀπολιπέσθαι J | ἔδοξεν V, ἡμεῖς J | 16 φυλακταίαν V | ποιήσομεν J | 17 μήδ᾿ V, μὴ J | 20 Ἀρεθούσιον Wil., Ἀρεθουσίων HSS | 21 καὶ +vor ἐπὶ V | ταύτης < J | 23 τούσδε] τούς τε JMBA | προχειρησαμένους VM | 25 παραδόσει, ο auf Ras., J | 26 ἡμῶν J | 29 ὑφηγοῖτο V |διαφυλάξη V, διαφυλάξοι JMBA | 31 θείου im Text <, am Rande + J.)

v.1.p.111.
νον ἁρμονίαν τὴν ἐκκλησίαν τοῦ θεοῦ κατεστήσατο, ἔνθεν μεταβὰς ἄλλο τι γένος ἀθέων ἀνδρῶν ᾠήθη δεῖν ὥσπερ δηλητήριον τοῦ τῶν ἀνθρώπων ἀφανὲς καταστῆσαι βίου.

φθόροι δέ τινες ὑπῆρχον οὗτοι, ρποσχήματι σεμνῷ λυμαινόμενοι τὰς πόλεις· ψευδοπροφήτας αὐτοὺς ἢ λύκους ἅρπαγας σωτήριος ἀπεκάλει ὧδέ πη θεσπίζουσα φωνή· „προσέχετε ἀπὸ τῶν ψευδοπροφητῶν, οἵτινες ἐλεύσονται πρὸς ὑμᾶς ἐν ἐνδύμασι προβάτων, ἔσωθεν δ᾿ εἰδὶ λύκοι ἅρπαγες· ἀπὸ τῶν καρπῶν αὐτῶν ἐπιγνωσεσθε αὐτούς.“

καταπεμφθὲν δέ τι τοῖς κατ᾿ ἔθνος ἡγεμόι πρόσταγμα πᾶν τὸ τῶν τοιούτων δύσφημον φῦλον ἄλαυνεν, πρὸς δὲ τῲ νόμῳ καὶ ζωοποιὸν διδασκαλίαν εἰς αὐτῶν πρόσωπον διετύπου, σπεύδειν ἐπὶ μετάνοιαν παρορμῶν τοὺς ἄνδρας· σωτηρίας γὰρ ὅρμον αὐτοῖς ἔσεσθαι τὴν ἐκκλησίαν τοῦ θεοῦ. ἐπάκουσον δ᾿ ὅπως καὶ τούτοις διὰ τοῦ πρὸς αὐτοὺς ὡμίλει γράμματος.