Vita Constantini

Eusebius of Caesarea

Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.

εἰ δὴ τἀληθὲς λοιπὸν γνώριμον διαρρήδην ἀποφαινόμεθα, ὡς οὐ κάθεξιν ἀλλ' ἀφαίρεσιν μᾶλλον ἅν εἴποι τις ἔσεσθαι τἀνδρός καὶ βίας ἔργα οὐ δικαιοσύνης γενήσεσθαι τὸ γινόμενον, ἄν θ' οὔτως ἄν θ' ἑτέρως τὰ πλήθη φρονῇ· ὡς ἔγωγε διαρρήδην καὶ εὐτόλμως ἀποφαίνομαι ἐγκλήματος ὑπόθεσιν εἶναι τοῦτο προκαλούμενον οὐ τῆς τυχούσης στάσεως ταραχήν. ἐπισημαίνουσι γοῦν τὴν τῶν ὀδόντων φύσιν τε καὶ δύναμιν καὶ ἀρνειοί, ὄταν τοῦ ποιμένος τῆς συνηθείας τε καὶ θεραπείας ὑπολισθξούσης ἐπὶ τὰ χείρω τῆς πρὶν διαγωγῆς ἀποστερηθῶσιν.

εἰ δὴ ταῦθ' οὔτως ἐχει καὶ οὐ σφαλλόμεθα, τοῦτο πρῶτον θεάσασθε, ἀδελφοί (πολλὰ γὰρ ὑμῖν καὶ μεγάλα ἐκ πρώτης ἀπαντήσεται), πρῶτον αὑτῆς ἐλαττγωθὲν αἰσθήσεται· εἶθ' ὄτι καὶ δι' ὀρθὴν συμβουλὴν ἀφικόμενος τὸ κατ' ἀξίαν ἐκ τῆς θείας κρίσεως καρποῦται, οὐ τὴν τυχοῦσαν χάριν εἰληφώς, τῷ περὶ αὐτοῦ τοσαύτην ὑμᾶς ἐπιεικείας ψῆφον ἐνέγκασθαι. ἐπὶ τούτοις, ὄ τὴς ὑμετέρας συνηθείας ἐστίν, ἀγαθῇ γνώμῃ σπουδὴν τὴν πρέπουσαν εἰσενέγκασθε εἰς ἐπιζήτησιν ἀνδρὸς οὖ χρῄζετε, ἀποκλείσαντες πᾶσαν στασιώδη καὶ ἄτακτον βοήν· ἀεὶ γὰρ ἄδικος ἡ τοιαύτη, κἀκ τῆς τῶν διαφορῶν συγκρούσεως σπινθῆρές τε καὶ φλόγες ἐξανίστανται.

οὔτως οὖν τῷ θεῷ τ' ἀρέσαιμι καὶ ὑμῖν κατ' εὐχάς τε τὰς ὑμετέρας διαζήσαιμι, ὡς ὑμᾶς ἀγαπῶ καὶ τὸν ὄρμον τῆς ὑμετέρας πραότητος· ἐξ οὖ τὸν ῥύπον ἐκεῖνον ἀπωσάμενοι ἀντεισηνέγκατε ἤθει ἀγαθῷ τὴν ὁμόνοιαν, βέβαιον τὸ σημεῖον ἐνθέμενοι, δρόμον τε οὐράνιον εἰς φῶς δραμόντες, πηδαλίοις θ' ὡ ἄν εἴποι τις σιδηροῖς. διόπερ καὶ τὸν ἄφθαρτον φόρτον ᾔρησθε· πᾶν γὰρ τὸ τὴν ναῦν λυμαινόμενον ὤσπερ ἐξ ἀντλίας ἀνάλωται. διὸ δεῖ νῦν προνοήσασθαι τὴν ἀπόλαυσιν τούτων ἁπάντων οὔτως ἔχειν, ὡς ἄν μὴ δεύτερον ἀβούλῳ καὶ ἀλυσιτελεῖ σπουδῇ καθόλου τι [*](1 τούτου JMBA | πάντως Α | 4 τῶν ἑτέρων < ΜΒΑ | 5 λοιπὸν < JMBA | ὡς < ΗΚΙ | 6 ἔργω Α | 7 γενέσθαι V | 9 ἐγκλήσεως JMBA | προκαλούμενον Wil., προκαλουμένην ΗSS | Wortfolge οὐ τῆς τυχούσης προκαλ. J | 10 προσημαίνουσι J | 12 nach θεραπ. + τε ΜΒ | 13 τοῦτον V | 14 θεάσασθαι V | ἡμὶν VB | 17 ἀφικόμενος ΗSS, ἀφιστάμενος (?) Wil. | 20 εἰσενέγκασθαι VM | 22 συγκρούσεως Val, συγκρόσεως ΗSS | 23 καὶ φλόγες < J | 26 ἀντεισενέγκατε JMA | 27 οὐράνιον] οὔριον Val. | 28 nach σιδηρ. + ein Particip | τὸν ἄφθαρτον φόρτον ᾔρησθε Wil., ἄφθαρτον φόρτον ἄγετε Val., τὸν ἄφθαρτον φθαρτὸν ἡγεῖσθε (ἡγεῖσθαι V) HSS | 29 τὸ < ΜΒΑ | 30 δεῖ V, δὴ JMBA | προνοήσασθαι V, προνοήσασθε JMBA.)

v.1.p.109.
πήξασθαι ἤ τὴν ἀρχὴν ἐπιχειρῆσαι μὴ συμφέρον δοκοίημεν. ὁ θεὸς ὑμᾶς διαφυλάξει, ἀδελφοὶ ἀγαπητοί.“