Vita Constantini

Eusebius of Caesarea

Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.

[*](Cod. V νθ΄.) Καὶ ταῦτα δ' ἄν τις τοῖς βασιλέως εἰκότως [*](1 φέρεσθαι nur in V | nach ἐκέλυθσεν + κατασπᾶν J, + καταβληθῆναι Α | 2 καταριπτόμενον V, καταρριπτούμενος J, καταρριπτόμενος ΜΒΑ | ὁ τῇδε] ὅτι δὲ ΑΒ1 | 6 εὔρατο V, εὔρετο JMBA | φάρμακον <J | μᾶλλον <Α | 9 αὐτόριζος V | 10 περιλελειφθῆναι J | 13 ἔργῳ] ἔργα ΜΒ, < Α | 17 μιαρίαν JMBA, μανίαν V | 19 περιεργασίαις V, περιεργίαις JMBA | ἐσκευωρημένα Ηein, ἐσκεωρημέν VMB, ἐσκαιωρημένα JA | 20 φωρυτός V, φορητὸς J | 22 κατεμέμφ. ἀφροσ. ∾ ΜΒΑ, κατε**μέμφοντο V | 29 καὶ + Μigne (nicht Wil.) | 30 ἐθνῶν VJ, ἐλλήνων ΜΒΑ | 32 καὶ ταῦτα —ς. 105, Ζ. 2 ἐφ' ἦς <ΜΒΑ | τοῦτο J | τοῖς τοῦ βασ., τοῖς auf Ras., J.)

v.1.p.105.
ἀναθείη κατορθώμασιν, ὤσπερ οὖν καὶ τὰ μερικῶς καθ' ἔκαστον ἔθνος αὐτῷ διαταχθέντα· οἶον ἐπὶ τῆς Φοινίκων Ἡλιουπόλεως, ἐφ' ἦς οἱ μὲν τὴν ἀκόλαστον ἡδονὴν τιμῶντες Ἀφροδίτης προσρήματι γαμεταῖς καὶ θυγατράσιν ἀνέδην ἐκπορνεύειν συνεχώρουν πρότγερον.

νυνὶ δὲ νόμος ἐφοίτα νέος τε καὶ σώφρων παρὰ βασιλέως μηδὲν τῶν πάλαι συνήθων τολμὰν διαγορεύων, καὶ τούτοις δ' ἐγγράφους πάλιν παρέθετο διδασκαλίας, ὡς ἄν έπ' αὐτῷ τούτῳ πρὸς τοῦ θεοῦ προηγμένος ἐφ' ᾦ πάντας ἀνθρώπους νόμοις σωφροσύνης παιδεύειν. διὸ οὐκ ἀπηξίου καὶ τούτοις δι' οἰκείου προσομιλεῖν γράμματος, προὔτρεπέ τε σπεύδειν ἐπὶ τὴν τοῦ κρείττονος γνῶσιν.

κάνταῦθα δέ τὰ ἔργα ἐπῆγεν τοῖς λόγοις ἀδελφά, οἶκον εὐκτήριον ἐκκλησίας τε μέγιστον καὶ παρὰ τοῖσδε καταβαλλόμενος, ὡς τὸ μὴ ἐκ τοῦ παντός πω αἰῶνος ἀκοῇ γνωσθὲν νῦν τοῦτο πρῶτον ἔργου τυχεῖν, καὶ τὴν τῶν δεισιδαιμόνων πόλιν ἐκκλησίας θεοῦ πρεσβυτέρων τε καὶ διακόνων ἠξιῶσθαι τῷ τ' ἐπὶ πάντων θεῷ ἱερωμένον ἐπίσκοπον τῶν τῇδε προκαθέζεσθαι.

προνοῶν δὲ κἀνταῦθα βασιλεὺς ὅπως ἄν πλείους προσίοιςν τῷ λόγῳ, τὰ πρὸς ἐπικουρίαν τῶν πενήτων ἔμπλεα παρεῖχεν, καὶ ταύτῃ προτρέπων ἐπὶ τὴν σωτήριον σπεύδειν διδασκαλίαν, μόνον οὐχὶ τῷ φάντι παραπλησίως εἰπὼν ἄν καὶ αὐτός· ,,εἴτε προφάσει εἴτ' ἀληθείᾳ Χριστὸς καταγγελλέσθω.“