Vita Constantini

Eusebius of Caesarea

Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.

[*](Cod. V ως’.) Ἐπειδὴ γὰρ πολὺς ἦν ὁ τῶν δοκησιςόφων περὶ τὸν Κιλίκων δαίμονα πλάνος, μυρίων ἐπτοημένων ἐπ’ αὐτῷ ὡς ἂν ἐπὶ σωτῆρι καὶ ἰατρῷ ποτὲ μὲν ἐπιφαινομένῳ τοῖς ἐγκαθεύδουσι ποτὲ δὲ τῶν τὰ σώματα καμνόντων ἰωμένῳ τὰς νόσους· ψυχῶν δ’ ἦν ὀλετὴρ ἄντικρυς οὗτος, τοῦ μὲν ἀληθοῦς ἀφέλκων σωτῆρος ἐπὶ δὲ τὴν ἄθεον πλάνην κατασπῶν τοὺς πρὸς ἀπάτην εὐχερεῖς· εἰκότα δὴ πράττων, θεὸν ζηλωτὴν ἀληθῶς σωτῆρα προβεβλημένος καὶ τοῦτον [*](27 Exod. 20, 5.) [*](1 μέσοις M, μέσαις, αι auf Ras., J | 3 ἐκτὸς <J | ἐπ’ Laus C., ἐν HSS | μέρη J | 4 τῆς <A, τῆς aus τοῖς M | 5 διεφθορόσι A, διεφθωρόσι V, διεφθορώσι MB, διεφθορόσι, aber ό auf Ras., J | τὰ σώματα V, Laus C., τὸ σῶμα JMBA | 6 γύννιδες Wil., γύνιδες HSS | 8 τε φθοραί V, Laus C., θ’ ὁμιλίαι JMBA | ἐπίρρητοι, η au Ras., J | 9 ἀποστάτη B, ὑποστάτη M | 10 φώρ τ’ οὐδεὶς V, Laus C.: Cod. H (vgl. Hesychius u. Suidas), ἔφορός τ’ οὐδεὶς JM, φόρτου δ’ εἴσι AB 1 | ἦν <AB 1 | τῶ MJB 2, aber ω auf Ras. in J, τὸ VAB 2 | 11 σεμνὸν V | παριέναι JMA, Laus C., παρεῖναι VB | 15 δῆτα Laus C., δὲ VMBA, δὴ J | βασιλ. ωευμ. steht nach μηχαν. in A | 16 καθάρσει, σ auf Ras., J| 17 σωφρονεῖν V, Laus C., σωφροςύνην JMBA | 18 u. 21 δοκησιςόφων Wil., δοκήσει σοφῶν HSS | 21 πολλὴ J | ὁ] ἡ A | 22 τὸν, ο auf Ras., J, B 2 | 22 πλάνη JMBA | μνρίων, ν auf Ras., J | 24 Wortfolge τὰ σώματα τῶν V | 25 ἄναντικρυς V | 27 θεὸν ζηλωτὴν JMBA, θῶ ζηλωτὸν V.)

v.1.p.104.
ωβεἰς ἔδαφος φέρεσθαι τὸν νεὼν ἐκέλευσεν.

ἑνὶ δὲ νεύμσατι κατὰ γῆς ἡπλοῦτο δεξιᾷ καταρριπτόμενον στρατιωτικῇ τὸ τῶν γενναίων φιλοσόφων βοώμενον θαῦμα καὶ ὁ τῇδε ἐνδομυχῶν οὐ δαίμων οὐδέ γε θεός, πλάνος δέ τις ψυχῶν μακροῖς καὶ μυρίοις ἐξαπατήσας χρόνοις. εἶθ' ὁ κακῶν ἑτέρους ἀπαλλάξειν καὶ συμφορᾶς προισχόμενος οὐδὲν αὐτὸς ἑαυτῷ πρὸς ἄμυναν εὔρατο φάρμακον μᾶλλον ἤ ὄτε κεραυνῷ βληθῆναι μυθεύεται.

ἀλλ' οὐκ ἐν μύθοις ἦν τὰ τοῦ ἡμεδαποῦ βασιλέωβς θεῷ κεχαρισμένα κατορθώματα, δι' ἐναργοῦς δέ γε ἀρετῆς τοῦ αὐτοῦ σωτῆρος αὐτόρριζος καὶ ὁ τῇδε νεὼς ἀνετρέπετο, ὡς μηδὲ ἴχνος αὐτόθι τῆς ἔμπροσθεν περιλελεῖξθαι μανόιας.