Vita Constantini

Eusebius of Caesarea

Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.

Και τὸ σκῆνος δὲ τῆς μακαρίας οὐ τῆς τυχούσης ἠξιιοῦτο πόλιν ἀνεκομίζετο, ἐνταυθοῖ τε ἠρίιοις βασιλικοῖς ἀπετίθετο. ὧδε μὲν οὖν ἡ βασιλέως ἐτελειοῦτο μήτηρ, ἀξία γε μνήμης ἀλήστου τῶν τε αὐτῆς εἵνεκα θεοφιλῆν πράξεων τοῦ τ’ ἐξ αὐτῆς φύντος ὑπέρφυοῦς καὶ παραδόξου φυτοῦ,

ὃν πρὸς τοῖς ἅπασι καὶ τῆς εἰς τὴν γειναμένην ὁσίας μακαρίζειν ἄξιον, οὕτω μέν αὐτὴν θεοσεβῆ καταστήσαντα οὐκ οὖσαν πρότερον, ὡς αὐτῷ δοκεῖν ἐκ πρώτης τῷ κοινῷ σωτῆρι μεμαθητεῦσθαι, οὕτω δὲ ἀξι8 ώματι βασιλικῷ τετιμηκότα, ὡς ἐν ἅπασιν ἔθνεσι παρ’ αὐτοῖς τε τοῖς στρατιωτικοῖς τάγμασιν αὐτγούσταν βασιλίδα ἀναγορεύεσθαι, χρυσοῖς τε νομίσμασι καὶ τὴν αὐτῆς ἐκτυποῦσθαι εἰκόνα.

ἤδη δὲ καὶ βασιλικῶν θησαυρῶν παρεῖχε τὴν ἐξουσίαν, ὡς χρῆσθαι κτὰ προαίρεσιν καὶ διοικεῖν κατὰ γνώμην, ὅπως ἂν ἐθέλοι καὶ ὡς ἂν εὖ ἔχειν αὐτῇ νομίζοιτο ἕκαστα, τοῦ παιδὸς αὐτὴν κἀν τούτοις διαπρεπῆ καὶ ἀξιοζήλωτον πεποιημένου. διὸ τῶν εἰς αὐτοῦ μνήμην ἀναφερομένων καὶ ταῦτα εἰκότως ἡμῖν ἀνείληπται, ἃ δι’ εὐσεβείας ὑπερβολὴν μητέρα τιμῶν θεσμοὺς ἀπεπλήρου θείους ἀμφὶ γονέων τιμῆς τὰ πρόποντα διαταττομένους.

τὰς μὲν οὖν λεχθείσας φιλοκαλίας βασιλεὺς πρὸς τῷ Παλαιστινῶν ἔθνει τόνδε συνίστη τὸν τρόπον, καὶ κατὰ πάσας δὲ τὰς ἐπαρχίας νεοπαγεις ἐκκλησίας ἐπισκευάζων μακρῷ τῶν προτέρων τιμιωτέρας ἀπέφαινεν.

[*](1 μονάρχ. — κοσμ. <HKl |2 ἑαυτῆς, ῆ auf Ras.,|2 3 ἐγγόν |3 τὰ τῆς JMBA|| 5 καὶ hier beg. das neue Car. μζ (47) in VMB |9 ἀληθῆ V|ἀνεστοιχ. — σωτῆρα < V,mit Recht? | 12 καὶ kein neues Cap. in VMB|13 τιμώμενον <MBA |14 τε V, δὲ JMBA |ἠρίοις]ἡρώοις V |ὧδε μὲν VJ, τοῦ μὲν MBA| 15 ἡ βασ. V, ἡ τοῦ βασ.J, βασ. MBA |ἡ μήτηρ Α|γε VJ γενομένη ΜΒΑ| 16 ὑπερφυῶς VMB |17 γεναμένην V |20 μεμαθητεῦθαι VM |21 αὐτγούσταν, α auf Ras., J, αὐτγόστων Β 1, α über der Zeile von Β 2 |22 βασιλ. < Wil. |23 βασιλ. θησ. ~ JMBA |24 ὡς < JMBA|25 εὖ < J 26 καὶ < V |27 φερομένων J|28 ἃς ='wie"|29 τὰς hier beg. das neue Cap. μη (48)in V (nicht s. 98, Z. 1 Τὴν).)
v.1.p.98.