Vita Constantini

Eusebius of Caesarea

Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.

Επεὶ δὲ λοιὸν τὰ τῆς αὐτάρκους διανύσασα ζωῆς ἐπὶ τὴν κρείττονα λῆξιν ἐκλεῖτο, σχεδόν που τῆς ἡλικίας ἀμφὶ τοὺς τὴν κρείττονα λῆξιν ἐκαλεῖτο, σχεδόν που τῆς ἡλικίας ἀμφὶ τοὺς ὀγδοήκοντα ἐνιαυτοὺς διαρκέσασα, πρὸς αὐτῷ γενομένη τῷ τέλει [*](11 Hom. II. 22, 60.) [*](1 ἀνεγείρασα VJ, ἀνεγείρονσα ΜΒΑ |2 προσευκτ. — κἀνταῦθα <ΜΒΑ | 11 μακὰν JMBA |παρεχομένη βλαστούς V παρασχομένη καρποὺς JMBA | 15 φρονήματι HSS,| καταστήματι HKl|16 ἀγαθὴν VJ ἀγαθῶν MBA|εὕρετο JA, εὕρα auf Ras., Β 2, 18 ἐδωρεῖτο, ω aus ο, J |20 πλεῖσθ’ ὅσα Α 23 δ’ +Wil. |24 πάλιν < J |25 .ἄλλης< |26 τοῦ θεοῦ — παρέχουσα < V |29 γοῦν οὖν JMBA.)

v.1.p.97.
συνετάττετο καὶ διετίθετο, ἐπὶ μονογενεῖ υἱῷ βασιλεῖ μονάρχῳ κοσμοκράτορι παισί τε τούτου καίσαρσιν, ἑαυτῆς ἐκγόνοις, τὴν ὑστάτην βουλὴν διοριζομένη, διανέμουσά τε τῶν ἐκγόνων ἑκάστῳ τῆς οἱκείας ὑπάρξεως, ὅση τις αὐτῇ καθ’ ὅλης ὑπῆρξε τῆς οἰκουμένης.

καὶ δὴ τοῦτον διαθεμένη τὸν τρόπον, λοιπὸν τὴν τοῦ βίου κατέλυε τελευτήν, παρότος αὐτῇ καὶ παρεστῶτος υἱοῦ τοσούτου θεραπεύοντός τε καὶτῶν χειρῶν ἐφαπτομένου, ὡς μὴ τεθνάναι εἰκότως τὴν τρισμακαρίαν τοῖς φρονοῦσι δοκεῖν, μεταβολὴν δὲ καὶ μετάθεσιν λόγῳ τῆς γεώδους ζωῆς ἐπὶ τὴν οὐράνιον ὐπομεῖναι. ἀνεστοιχειοῦτο γοῦν αὐτῇ ψυχῇ ἐπὶ τὴν ἄφθαρτον καὶ ἀγγελικὴν οὐσίαν, πρὸς τὸν αὐτῆς ἀναλαμβανομένη σωτῆρα.