Vita Constantini

Eusebius of Caesarea

Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.

Ταῦτα μὲν οὖν αὐτῷ καταθυμίως συνετελεῖτο, τὰ δέ γε τῆς τοῦ φθόνου βασκανίας δεινῶς τὰς κατὰ τὴν Ἀλεξάνδρειαν ἀκκλησίας τοῦ θεοῦ ἐκταράττοντα καὶ τὸ Θηβαίων τε καὶ Αἰγυπτίων σχισ- [*](13 u. 23 Jes. 27, 1.) [*](1 ἤ + Ηkl | 3 μηδὲν Wil., μήδ’ ΗSS | 5 δὲ αὐτὸ Wil., ἑαυτὸν HSS | 6 ἐναμ- βρυνόμενος VMB | νῦν δ’ ἐναβρ. = ΜΒ | 7 δ’ μὲν Wil., ὁ μὲν ΗSS | δὴ, η auf Ras. J | γραφῆς < Hkl, in γραφῆς steht ῆς auf Ras. J | 9 σημεῖον + Hkl | 10 παραδοὺς] διδοὺς J | 14 τε < JMBA | ποςὶ steht nach dem ersten αὐτοῦ in J | παίδων < ΜΒΑ | 15 πεπαρμένον, ο aus ω, ΜΒ | θαλάττης V, θαλάσσης JMBA | 17 τοῦ τῶν] τούτων V | 19 βυθὸν V | 20 τοῦ βας. JMB2 | 22 ταῦτα < V | 22 πη Hkl | 23 ἐπὶ τὸν δράκοντα ὄφιν τὸν σκολιὸν ἐπὶ τὸν φεύγ. V, ἐπὶ τὸν δράκοντα τὸν ὄφιν τὸν φεύγ. JMBA, ἐπὶ τὸν δράκοντα ὄφιν φεύγοντα, ἐπὶ τὸν δράκοντα ὄφιν σκολιόν Vet. Test. | 24 ἀνελεῖ VMA | 27 οὖν < V | 29 τοῦ θεοῦ < V | συντα- ράττοντα JMBA | σχισμ., ι auf Ras., J.)

v.1.p.79.
ματικὸν κακὸν οὐ σμικρῶς αὐτὸν ἐκίνει, προσρηγνυμένων καθ’ ἑκά- στην πόλιν ἐπισκόπων ἐπισκόποις, δήμων τε δήμοις ἐπανισταμένων καὶ μόνον οὐχὶ συμπληγάσι κατακοπτόντων ἀλλήλους, ὥστ’ ἤδη φρε- νῶν ἐκστάσει τοὺς ἀπεγνωσμένους ἀνοσίοις ἐγχειρεῖν καὶ ταῖς βασι- λέως τολμᾶν ἐνυβρίζειν εἰκόσιν, οὐ μὴν ὥστ’ εἰς ἰργὴν ἐγείρειν τὸν βασιλέα μᾶλλον ἤ πρὸς πόνον ψυχῆς, ὑπεραλγοῦντα τῆς τῶν φρενο- βλαβῶν ἀπονοίας.

Προϋπῆρχε δ’ ἄρα καὶ ἄλλη τις τούτων προτέρα νόσος ἀργα- λεωτάτη ἐκ μακροῦ διενοχλοῦσα, τῆς σωτηρίου ἑορτῆς διαφωωία, τῶν μὲν ἑπεσθαι δεῖν τῇ Ἰουδαίων συνηθείᾳ φασκόντων, τῶν δὲ προσήκειν τὴν ἀδριβῆ τοῦ καιροῦ παραφυλάττειν ὥραν μηδὲ πλανωμένους ἕπεσθαι τοῖς τῆς εὐαγγελικῆς ἀλλοτρίοις χάριτος.