Vita Constantini

Eusebius of Caesarea

Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.

„Ὅθεν ἐπειδὴ τοῦδ’ οὕτως ἐπανορθσθαι προσῆκεν, ὡς μηδὲν μετὰ τοῦ τῶν πατροκτόνων τε καὶ κυριοκτόνων ἐκείνων ἔθνους εἶναι κοινόν, ἔστι δὲ τάξις εὐπρεπής, ἥν πᾶσαι αἱ τῶν δυτικῶν τε καὶ μεσημβρινῶν καὶ ἀρκτῴων τῆς οἰκουμένης μερῶν παραφυλάττουσιν ἐκκλησίαι καί τινεσ τῶν κατὰ τὴν ἑῴαν τόπων, οὗ ἕνεκεν ἐπὶ τοῦ παρόντος καλῶς ἔχειν ἅπαντες ἡγήσαντο, καὶ αὐτὸς δὲ τῇ ὑμετέρᾳ ἀγχινοίᾳ ἀρέσειν ὑπεσχόμην, ἵν’ ὅπερ δἄν κατὰ τὴν Ῥωμαίων πόλιν Ἰταλίαν τε καὶ Ἀφρικὴν ἅπασαν, Αἴγυπτον, Σπανίας, Γαλλίας, Βρεττανίας, Λιβύας, ὅλην Ἑλλάδα, Ἀσιανὴν τε διοίκησιν καὶ Ποντικὴν καὶ Κιλικίαν μιᾷ καὶ συμφώνῳ φυλάττηται γνώμῃ, ἀσμένως τοῦτο καὶ ἡ ὑμετέρα προσδέξηται σύνεσιν, λογιζομένη ὡς οὐ μόνον πλείων ἐστὶν ὁ τῶν κατὰ τοὺς προειρημένους τόπους ἐκκλη- [*](1 προὔκειτο (υ über der Zeile) V | ἀλλα δὴ + vor τὴν (ὑμετ.) MBA | ὑμετέραν <ΜΒΑ |2 μηδεμία VMBA, μαδενὸς Socr., Theod., J | ὁμοιότητι <ΜΒΑ |3 ἤ δοκεῖν ἕπεσθαι J | πρὸς Socr., Theod., <HSS | 4 τοιαύτης Socr. (FM), Theod. (cod. A), V, τοιαύτῃ JMBA | 5 ἄρχειν MBA | ἀθέμιτον] ἀθεώτατον J | ἡμῖν] ἑορτὴν MBA | 6 ὑμετέρας ΒΑ |7 καὶ μίαν HSS καὶ <Socr., Theod. | 8 τε + Socr., Theod.,< HSS | 9 διήρηνται J | ἑνὶ Socr., ἐν ἑνὶ Theod. (Cod. A), ἐν ΗSS | 12 ἑτέρους- ἠμέρας <V | 14 ταῖς νηστ. Α |16 ἅπαντας ἡγοῦμαι συνορᾶν] ἀπαθῶς συνορῶ J | 18 προσῆκεν Socr., Theod., JMBA, προσήκει V | 19 τοῦ gestrichem in J, <Socr., Theod. | 20 ἔθνους VMB, ἜΘΟΥς Α, <Socr.(Cod. FM), Theod., J | ἅπασαι(αἱ |<) J, Socr., Theod. | 22 οὗ VMBA, ὧν Socr., Theod., J | 24 ἡμεντὶς MBA| τὴv τῶν Ῥωμ. MBA | 25 τε καὶ Ἀφρ.Ἰταλίαν τε ἅπασαν MBA | Σπανίας VJ, Theod. (Cod. B), Σπανίαν JBA, Ἰταλίαν Socr., Theod. (Cod. A) | 27 φυλάττητια Socr., φιλάττεται Theod., HSS | 29 πλεῖον JMB | ὁ κατὰ τῶν προειρημένους τόπους V.)

v.1.p.87.
σιῶν ἀριθμός, ἀλλὰ καὶ ὡς τοῦτο μάλιστα κοινῇ πάντας ὁσιώτατόν ἐστι βούλεσθαι, ὅπερ καὶ ὁ ἀκριβὴς λόγος ἀπαιτεῖν δοκεῖ καὶ αὐδεμίαν μετὰ τῆς Ἰουδαίων ἐπιορκίας ἔχει κοινωνίαν·

ἵνα δὴ τὸ κεφαλιωδέστατον συντόμως εἴπω, κοινῇ πάντων ἤρεσε κρίσει τὴν ἁγιωτδέστατον συντόμως εἴπω, μιᾷ καὶ τῇ αὐτῇ ἡμέρᾳ συντελεῖσθαι. οὐδὲ γὰρ πρέπει ἐν τοσαύτῃ γνώμῃ ταύτῃ, ἐν ᾗ οὐδεμία ἔσται ἀλλοτρίας πλάνης καὶ ἁμαρτήματος ἐπιμιξία.“