Vita Constantini

Eusebius of Caesarea

Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.

Ἐπεὶ δὲ λαμπρῶς τὰ τῆς εὐωχίας προύχώρει, ἔτι καὶ τοῦτο βασιλεὺς δεξιούμενος τοὺς παρόντας προσετίθει, μεγαλοψύχως ἕκαστον κατὰ τὴν πρέπουσαν ἀξίαν τοῖς παρ' αὐτοῦ τιμῶν ξενίοις. τῆς δὲ συνόδου ταύτης καὶ τοῖς μὴ παροπῦσι τὴν μνήμην δι' οἰκείου παρεδι΄δου γράμματος, ὃ δὴ καὶ αὐτὸ ὥσπερ ἐν στήλῃ τῇδε τῇ περὶ αὐτοῦ συνάψω διηγήσει, τοῦτον ἔχον τὸν τρόπον.

Ἐπιστολὴβασιλέωςπ περὶ τῆς σωτηρίου ἑορτῆς, ἣν ἔγραψε ταῖς ἐκκλησίαις μετὰ τὴν ἐν Νικαίᾳ συγκροτηθεῖσαν σύνοδον.

,,Κωνσταντῖνος Νικητὴς Μέγιστοσ Σεβαστὸς ταῖς ἐκκλησίαις. Πεῖραν λαβών ἐκ τῆς τῶν κοινῶν εὐπραξίας, ὅση τῆς θείας δυνάμεως πέφυκε χάρις, τοῦτον πρό γε πάντων ἔκρινα εἶναί μοι προσήκειν σκοπόν, ὅπως παρὰ τοῖς μακαριωτάτοις τῆς καθολικῆς ἐκκλησίας πλήθεσι πίστις μία καὶ εἰλικρινὴς ἀγάπη ὁμογνώμων τε περὶ τὸν παγρατῆ θεὸν εὐσέβεια τηρῆται. 2ἀλλ' ἐπειδὴ τοῦτο οὐχ οἶόν τ' ἦν ἀκλινῃ καὶ βεβαίαν τάξιν λαβεῖν, εἰ μή, εἰς ταὐτὸν πάντων ὁμοῦ ἢ τῶν γοῦν πλειόνων ἐπισκόπων συνελθόντων, ἑκάστου τῶν προσηκόντων τῇ ἁγιωτάτῃ θρησκείᾳ διάκρισις γένοιτο, τούτου ἕνεκεν πλείστων ὅσων συναθροισθέντων (καὶ αὐτὸς δὲ καθάπερ εἶς ἐξ ὑμῶν ἐτύγχανον συμπαρών· οὐ γὰρ ἀρνησαίμην ἄν, ἐφ' ᾦ μάλιστα χαίρω, συνθεράπων ὑμέτερος πεφυκέναι), ἄχρι τοσούτου ἅπαντα τῆς προσηκούσης τετύχηκεν ἐξετάσεως, ἄχρις οὖ ἡ τῷ πάντων ἐφόρῳ θεῷ ἀρέσκουσα γνώμη πρὸς τὴν τῆς ἑνότητος συμφωνίαν εἰς φῶς [*](10 Hom. Od. 19, 547. — 19 –87, 21 = in Socr. H.E. I, 9 (32), Theodoret. H.E. I, 10 (34).) [*](1 αὐτὸς Α, αὐτοῖς VJMB| 4 γινόμενον J|8 αὐτῷ Val., αὐτῶν ΗSS | ἑκατέρωθεν Diels, Wil., πλευρῶν + Ηkl, vgl. 81, 16 | 10 γιγν. Μ (γ nachher +) BA, αὐτοῦ <) συνάψω τῆ διηγήσει V | 17 Ἐπιστολὴ — σύνοδον nur in V | 19 νικητὴς μέγιστος < JMBA| 24 ἑτέρως + vor οὐκ Socr., Theod. | 25 ταυτὸν V, ταυτὸ JMBA| 27 θρησκεία Socr., Theod., JMBA, vgl. 85, 17, ἐκκλησία V | 28 καὶ < ΜΒΑ | 31 ἔτυχεν J, τέτυχεν ΜΒ | 32 πρὸς VJ, παρὰ ΜΒΑ.)

v.1.p.85.
προήχθη. ὡς μηδὲν ἔτι πρὸς διχόνοιαν ἢ πίστεως ἀμφισβήτησιν ὑπολείπεσθαι.“.

,Ἔνθα καὶ περὶ τῆς τοῦ πάχα ἁγιωτάτης ἡμέρας γενομένης ζητήσεως, ἔδοξε κοινῇ γνώμῃ καλῶς ἔχειν ἐπὶ μιᾶς ἡμέρας πάντας τοὺς ἁπανταχοῦ ἐπιτελεπῖν. τί γὰρ ἡμῖν κάλλιον, τί δὲ σεμνότερον ὑπάρξαι δυνήσεται τοῦ τὴν ἑορτὴν ταύτην, παρ' ἦς τὴν τῆς ἀθανασίας εἰλήφαμεν ἐλπίδα, μιᾷ τάξει καὶ φανερῷ λόγῳ παρὰ πᾶσιν ἀδιαπτώτως φυλάττεσθαι;