Vita Constantini

Eusebius of Caesarea

Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.

Ἐπεὶ δ' ἡμέρας ὁρισθείσης τῇ συνόδῳ, καθ' ἣν ἐχρῆν λύσιν ἐπιθεῖναι τοῖς ἀμφισβητουμένοις, παρῆν ἑκάτερος ταύτην ἄγων, ἐν αὐτῷ δὴ τῷ μεσαιτάτῳ οἴκῳ τῶν βασιλείων, ὃς δὴ καὶ ὑπερφέρειν ἐδόκει μεγέθει τοὺς πάντας, βάθρων δ' ἐν τάξει πλειόνων ἐφ' ἑκατέραις τοῦ οἴκου πλευραῖς διατεθέντων, εἴσω παρῆσαν οἱ κεκλημένοι καὶ τὴν προσήκουσαν ἕδραν οἱ πάντες ἀπελάμβανον.

ἀλλ' ὅτε δὴ σὺν κόσμῳ τῷ πρέποντι ἡ πᾶσα καθῆστο σύνοδος, σιγὴ μὲν τοὺς πάντας εἶχεν προσδοκίᾳ τῆς βασιλέως παρόδου, εἰσᾐει δέ τις πρῶτος κἄπειτα δεύτερος καὶ τρίτος τῶν ἀμφὶ βασιλέα. ἡγοῦντο δὲ καὶ ἄλλοι οὐ τῶν συνήθων ὁπλιτῶν τε καὶ δορυφόρων μόνων δὲ τῶν πιστῶν φίλων.

πάντων δ' ἐξαναστάντων ἐπὶ συνθήματι, ὃ τὴν βασιλέως εἴσοδον ἐδήλου, αὐτὸς δὴ λοιπὸν διέβαινε μέσος οἶα θεοῦ τις οὐράνιος ἄγγελος, λαμπρᾷ μὲν ὥσπερ φωτὸς μαρμαρυγαῖς ἐξαστραπτούσῃ περιβολῇ ἁλουργίδος πυρωποῖς καταλαμπόμενος ἀκτῖσι, χρυσοῦ δὲ καὶ λίθων πολυτελῶν διαυγέσι φέγγεσι κοσμούμενος.

ταῦτα μὲν οὖν ἀμφὶ τὸ σῶμα. τὴν δὲ ψυχὴν θεοῦ φόβῳ καὶ εὐλαβείᾳ δῆλος ἦν κεκαλωπισμένος· ὑπέφαινον δὲ καὶ ταῦτα ὀφθαλμοὶ κάτω νεύοντες, ἐρύθημα προσώπου περιπάτου κίνησις, τό τ' ἄλλο εἶδος, τὸ μεγεθός [*](5 ff.: vgl. Sozom. H.E 1, 17 (60, 61), 19 (67), Gelas. II, 5.) [*](2 χορείας, ο aus ω, J | 3 πληθὺς ἦν πληθύς V | πεντήκοντα καὶ διακοσίων JMBA, τριακοσίων δέκα καὶ ὄκτω V, τριακοσίων Socr., Gelas., aber derselbe Gelas. II, 7: τριακόσιοι δὲ ἦσαν δέκα καὶ ὄκτω, und ὀκτωκίδεκα δὲ καὶ τριακόσιοι Theod. | τὸν < JMBA | 4 τε Val., δὲ ΗSS, corrupt! Von Diels wird hier eine Lücke angenommen. Für ἑκάτερος: ἕκαστος Val., vielleicht richtig? | 15 δ' V, τ' JMBA, < Hkl | 16 τοῦ < J | παρήεσαν J | 18 σὺν < V | 19 παρόδου V M, προόδου JB2A, < B1 | 24 Λαμπρᾷ — ἐξαστραπτούσῃ περιβολῇ Ηkl, λαμπρὰν JMBA, λαμπρὸν V, ἐξαστράπτων περιβολὴν HSS vgl. 8, 1; 22, 8 | 25 πυρωπῆς, aber οι über ῆ V, δὲ πυρωπῆς J, πυρωττοῖς Μ, πυρωτῆς Β1, πυρωποῖς Β2Α | δὲ Ηkl, τε ΗSS.)

v.1.p.82.
τε ὑπερβάλλον μὲν τοὺς ἀμφ' αὐτὸν ἅπαντας . . . τῷ τε κάλλει τῆς ὥρας καὶ τῷ μεγαλοπρεπεῖ τῆς τοῦ σώματος εὐπρεπείας ἀλκῇ τε ῥώμης ἀμάχου, ἃ δὴ τρόπων ἐπιεικείᾳ πραότητί τε βασιλικῆς ἡμερότητος ἐγκεκραμένα τὸ τῆς διανοίας ὑπερφυὲς παντὸς κρεῖττον ἀπέφαινον λόγου. 5ἐπεὶ δὲ παρελθὼν ἐπὶ τὴν πρώτην τῶν ταγμάτων ἀρχὴν μέσος ἔστη, σμικροῦ τινος αὐτῷ καθίσματος ἐξ ὕλης χρυσοῦ πεποιημένου προτεθέντος, οὐ πρότερον ἢ τοὺς ἐπισκόπους ἐπινεῦσαι ἐκάθιζε. ταῦτὸν δ' ἔπραττον οἱ πάντες μετὰ βασιλέως.