Vita Constantini

Eusebius of Caesarea

Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.

„Αἱ σαὶ πράξεις ταῦτα πιστοῦνται· τὸ σὸν κράτος ἀθώους ἡμᾶς καὶ πιστοὺς ἐργάζεται, ἅλιος καὶ σελήνη ἔννομον ἔχουσι τὴν πορείαν, οὐδε τα ἄστρα ἄτακτον ἔχει τὴν τοῦ κοσμικοῦ κύκλου περιφοράν· αἱ τῶν καιρῶν ἀμοιβαί νομίμως ἀνακυκλοῦνται, ἡ τῆς γῆς ἑδραία στάσις τῷ σῷ λόγῳ συνέστηκε, καὶ τὸ πνεῦμα κατὰ τὸν ἐπιταχθέντα θεσμὸν ποιεῖτα τὴν κίνησιν, ἥ τε τῶν ὑδάτων φορὰ θέουσα πρόεισιν ἀπλέτου ῥεύματος μέτρῳ, ἡ θάλασσα ὅροις ἐμπεριέχεται πεπηγόσι, καὶ ὅ τι ἂν τῇ γῇ καὶ τῷ ὠκεανῷ συμπαρεκτείνηται, τοῦτο πᾶν θαυμασταῖς τισι καὶ χρησίμοις τεχνάζεται πολυτελείαις.

ὅπερ εἰ μὴ κατὰ κρίσιν τῆς σῆς βουλήσεως ἐπράττετο, [*](11 vgl. Rom. 2, 17.) [*](1 μυσεροὶ V, μισαροὶ Α|3 εἰρηνεύτεσθαι V, εἰρηνεύειν JMBA |7 γλυκύτης κἀκείνους < ΜΒΑ |ἐπανόρθωσις ΜΒΑ |τὴν πρὸς τὴν J |8 ἰσχύσειVM, ἴσχυσε J, ἰσχύς Β 1, ἰσχύει Α |9 κατεχέτω nur in V |τούτω V, κἀντούτω J, τοῦτο ΜΒΑ| κατακεχρήσθω VJ, obv κεχρήσθω? HKl, πραττέτω ΜΒΑ|12 ἐφέλκοντες J |13 οἶκον. ὅπερ Wil., οἶκον, ὅνπερ HSS | κατὰ φύσιν HSS(so Wil.,), nielleicht τοῖς εὐσεβέσιν HKl |15 ἀναφέρνταί, ω auf Ras., J, ἀναφέρονται Μ |Οὐδὲ hier nicht das neue Cap., sondern 19 ἀλλὰ V |18 σοῦ JMBA|20 σου JMBA, σοι V | 24 ἔχει] ἔχουσι V|27 ἐπεισαχθέντα JMBA |θεσμὸν V, καιρὸνν JMBA|29 σνμπαρεκτείνεταιVMB, συμπαρεκτείνηται,aber η auf Ras., J, συμπαρεκτείνοιτο Α |30 πολυτελείαις V, λυσιτελείαις JMBA)

v.1.p.65.
ἀναμφιβόλως ἂν ἡ τοσαύτη διαφορὰ καὶ ἡ πολλή τῆς ἐξουσίας διάκρισις παντὶ τῷ βίῳ καὶ τοῖς πράγμασιν ἐλυμήνατο. οἱ γὰρ πρὸς ἑαυτοὺς μαχεσθέντες χαλεπώτερον ἂν τὸ ἀνθρώπινον κατέωλαψαν γένος· ὅπερ καὶ μὴ ὁρώμενοι πράττουσιν.“