Vita Constantini

Eusebius of Caesarea

Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.

„Ἀλλὰ τί ταῦτα; αὐχοῦσι νῦν ἐπ᾿ ἐκείνοις οἱ βάρβαροι οἱ τοὺς κατ᾿ ἐκεῖνο καιροῦ ἐξ ἡμῶν φεύγοντας ὑποδεδεγμένοι καὶ φιλανθρώπῳ ανθρώπῳ τηρήσαντες αἰχμαλωσίᾳ ὅτι οὐ μόνον τῆν· σωτηρίαν ἀλλὰ καὶ τὰ τῆς σεμνότητος αὐτοῖς κατέστησαν ἐν ἀσφαλείᾳ ἔχειν καὶ νῦν τὸ Ῥωμαίων γένος κηλῖδα ταύτην διηνεκῆ φέρει, ἣν οἱ κατ᾿ ἐκεῖνο καιροῦ τῆς Ῥωμαϊκῆς οἰκουμένης ἐλαυνόμενοι χριστιανοὶ καὶ βαρβάροις προσφεύγοντες προσετρίψαντο.”

„Ἀλλὰ τί τῶν θρήνων ἐκείνων καὶ τοῦ κοινοῦ τῆς οἰκουμένης πένθους ἐπὶ πλέον μεμνῆσθαί με δεῖ; οἴχονται λοιπὸν καὶ ἐκεῖνοι οἱ τοῦ μύσους αὐθένται, πρὸς διηνεκῆ κόλασιν τοῖς Ἀχέροντος βαράθροις ἐκδοθέντες, σὺν αἰσχρῷ τέλει. πολέμοις γὰρ ἐμφυλίοις καταμιγέντες οὔτ᾿ ὄνομα οὔτε γένος αὐτῶν καταλελοίπασιν. ὃ δὴ οὐκ ἂν αὐτοῖς συμβεβήκει, εἰ μὴ ἡ ἀσεβὴς ἐκείνη τῶν τοῦ Πυθίου χρηστηρίων μαντεία κίβδηλον δύναμιν ἐσχήκει.”