Vita Constantini

Eusebius of Caesarea

Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.

Ὃς οὐκέτ ἀνεκτὴν εἶναι συνιδὼν τὴν τῶν εἰρημένων ἀκοήν, τὸν σώφρονα συνάγει λογισμόν, καὶ τὸ στερρὸν τοῦ τρόπου τῇ συμφύῳ φιλανθρωπίᾳ κερασάμενος ἐπὶ τὴν ἄμυναν τῶν καταπονουμένων ὲ́σπευδεν, κρίνας δεῖν εἶναι εὐσεβὲς καὶ ὅσιον ἐκποδὼν ἕνα ποιησάμενον τὸ πλεῖστον τῶν ἀνθρώπων διασώσασθαι γένος· πολλῇ γὰρ αὐτῷ χρωμένῳ φιλανθρωπίᾳ καὶ τὸν οὐ συμπαθείας ἄξιον ἐλεοῦντι, τῷ μὲν μηθὲν γίγνεσθαι πλέον , τῆς τῶν κακῶν ἐπιτηδεύσεως μηδαμῶς ἀπαλλαττομένῳ ἐπαύξοντι ἐπαύξοντι δὲ μᾶλλον τὴν κατὰ τῶν ὑποχειρἱων λύτταν, τοῖς δὲ ὑπ’ αὐτοῦ κεκακωμένοις μηδεμίαν σωτηρίας ἐλπίδα λείπεσθαι. ταῦτ' ἐννοήσας βασιλεὺς ἀνυπερθέτως δεξιὰν ορέγειν σωτήριον τοῖς εἰς ἔσχατα κακῶν ἐληλακόσιν ὡρμᾶτο. τῆς μὲν οὐν στρατιωτικῆς ἐξοπλίσεως τὴν συνήθη παρασκευὴν ἐποιεῖτο, ἤθροιστό τε αὐτῷ πᾶσα φάλαγξ πεζοῦ τε καὶ ἱππικοῦ τάγματος, ἡγεῖτο δ’ ἐπὶ πάντων τὰ τῆς ἐπὶ τὸν θεὸν ἀγαθῆς ἐλπίδος διὰ τοῦ προλεχθέντος σημείου σύμβολα.

[*](1 ὑπέβαλλον, das zweite λ nachher + 3 Ι 2 τε Hist. Eccl., δὲ HSS Ι 6 φρικτοτέραν WiL, φρικτοτάτην HSS, vgl. S. 13,23, Mart. Pal. IX, 11 Ι βορρὰν VMB, in J ein Buchst, ausradiert vor ρ Ι 7 οὖν V, δὴ JMBA Ι σμικρῶ VMB, μικρῶ JA Ι 10 Wortfolge τὸν τρόπον τῷ τυρ. MBA | κατὰ < ΜΒΑ Ι πάντων VJ, τούτων MBA] δνακινεῖ MB Ι 11 ἐβάλλετο JMBA, Hist. Eccl., ἀνεβάλλετο V Ι τε < V Ι 12 εἰ μὴ VA, ἤδη μὴ MB, εἰ δὴ μὴ, aber ει auf Ras. u. der Accent über δὴ nachher ügt J, εἰ μὴ Hist, Eccl. Ι 16 ὃς] ὡς V Ι οὐκέτ’] οὐκ ἔστιν V Ι ἀνεκτικὴν VJ, ἀνεκτὸν MBA Ι 17 τῶ στερρῶ V Ι 19 δεῖν VJA, δεῖ < Hkl Ι 20 πολλῶ μόνῃ Hist, Eccl., WiL Ι 21 lieber αὐτοῦ χρωμένου καὶ ἐλεοῦντος Val. Ι οὐ V, Hist, Eccl., < 22 τῶ VA, τὸ JMB Ι γίγνεσθαι V, γίνεσθαι JMBA | 23 τὴν τῶν κατὰ τῶν (so) V 24 δὲ + Hist, Eccl. Ι αὐτῶ V Ι 25 ὁ βασιλ. JMBA Ι 27 τῆς hier beginnt Cap. δ in V Ι 28 τε] γε MB Ι 29 δ’ ἐπὶ HSS, δὲ vgl. 8.42, 7 Ι 80 διὰ — σημεἰου <)
v.1.p.42.

Εὐχῶν δ' εἰ καί ποτε νῦν αὐτῶ δεῖσθαι καλῶς ἐπιστάμενος τοὺς τοῦ θεοῦ ἱεράρχας ἐπήγετο, συνεῖναι τ' αὐτῷ καὶ παρεῖναι ὥσπερ τινὰς ψυχῆς ἀγαθοὺς φύλακας τούτους δεῖν ἡγούμενος. ἔνθεν εἰκότως ἡ τὴν τυραννίδα προβεβλημένος, πυθόμενος Κωνσταντίνῳ τὰς τὰς ἐχθρῶν νίκας μηδ’ ἄλλως ἢ τοῦ θεοῦ συμπράττοντος πορίζεσθαι, συνεῖναί τ' αὐτῷ καὶ παρεῖναι διὰ παντὸς τοὺς εἐρημένους, καὶ τό γε τοῦ σωτηρίου πάθους σύμβολον αὐτοῦ τε καὶ τοῦ παντὸς καθηγήσασθαι στρατοῦ, ταῦτα μὲν γέλωτος ἄξια ὑπελάμβανεν εἶναι, χλευάζων ἄμα καὶ βλασφήμοις αὐτὰ διασύρων πόλοις, αὐτός τε θεοπρόπους καὶ μάντεις Αἰγυπτίων φαρμακεῖς καὶ γόητας θύτας τε καὶ προφήτας ὦν ἡγεῖτο θεῶν περὶ ἑαυτὸν ἐποίει, κἄπειτα θυσίαις οὓς δὴ ᾤετο θεοὺς μειλισσόμενος, διηρώτα ὅπη αὐτῷ τὰ τῆς ἐκβάσεως τοῦ πολέμου χωρήσειεν. οἱ δ’ ἀμελλήτως ἑδρῶν νικητὴν ἔσεσθαι καὶ πολέμου κρατήσειν συμφώνως αὐτῷ μαντείαις μακραῖς ἐπῶν τε καλλιεπείαις τῶν ἁπανταχοῦ χρηστηρίων προίσχοντο, οἰωνοπόλοι δὲ διὰ τῆς τῶν ὀρνίθων πτήσεως σημαίνεσθαι αὐτῷ καὶ αἴσια προὔλεγον, καὶ θυται τὰ ὅμοια τὴν τῶν σπλάγχνων αἰνίττεσθαι κίνησιν ἐδήλουν. ἐπαρθεὶς δῆτα ταῖς τούτων ἀπατηλαῖς ἐπαγγελίαις σὺν πολλῷ θράσει προῄει ταῖς βασιλέως παρεμβολαῖς, ὡς οἷός τε ἠν, αρατάττεσθαι.

Μέλλων δέ γε τοῦ πολέμου κατάρχειν, τῶν ἀμφ’ αὐτὸν ὑπα- σπιστῶν τῶν τε τετιμημένων φίλων τοὺς ἐrκρίτους εἴς τινα τῶν αὐτοῖς νενομισμένων ἱερῶν συνεκάλει τόπων. ἄλσος δ' ἦν ἐπίρρυτον καὶ ἀμφιλαφές, παντοῖα δὲ ἐν τούτῳ γλυφαῖς λίθων ἀγάλματα ὡς ἡγεῖτο θεῶν ἵδρυτο. οἶς κηροὺς ἐξάψας καὶ τὰ συνήθη θυσάμενος, τοιόνδε λόγον ἀποδοῦναι λέγεται·