Vita Constantini

Eusebius of Caesarea

Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.

„Εἰ γοῦν τις εἰς τοὺς ἄνωθεν εἰς δεῦρο παρατείναντας χρόνους ἀναδράμοι τῷ νῷ καὶ τὰς πώποτε γενομένας πράξεις κατίδοι τῷ λογισμῷ, πάντας ἂν εὕροι τοὺς μὲν ὅσοι δικαίαν καὶ ἀγαθὴν προκατεβάλοντο τῶν πραγμάτων κρηπῖδα εἰς ἀγαθὸν καὶ προαγαγόντας τὰς ἐγχειρήσεις πέρας, καὶ οἷον ἀπὸ ῥίζης τινὸς ἡδείας κοιμσαμάνους καὶ τὸν καρπὸν γλυκύν, τοὺς δὲ ἀδίκοις ἐπιχειρήσαντας τόλμαις καὶ ἢ πρὸς τὸ κρεῖττον ἀνοήτως ἐκμανέντας ἢ πρὸς τὸ ἀνθρώπινον γένος λογισμὸν ὅσιον οὐδένα λαβόντας, ἀλλὰ φυγὰς ἀτιμίας δημεύσεις σφαγὰς τοιαῦτα πολλὰ τολμήσαντας, καὶ οὕτε

[*](ff. vgl. Sozom. H.E. I, 8.)[*](3 ἐπαρχεύταις JA | παλαιστίνοις FHL | 6 καὶ < JMBA | 7 διήλλατεν MB | 8 τῆς — θεραπείας FHL, τὴν — θεραπείαν VM, τὴν — παραθεραπείαν JAB, aber Punkte über παρα von B2 | Wortfolge τὴν σεβ. τοῦ χριστ. VJMBA | 10 ἔχειν ἐθέλοντας V, FHL, ἔχοντας JMBA | 12 nach τις + ἔστιν VJMA | ἐ)στιν — μηδὲν < M | nach τοῦ 2 Buchst, ausradiert V | 17 ἦν FHL, εἰ VJMBA | ἂν < VJMBA | 18 δὲ < VJMBA | 20 Εἰ γοῦν nicht neues Cap. in VMB Ι καὶ + vor εἰς δεῦρο VJMBA | παρατείνας τοὺς M, u. B (aber nach Änderung), παρατείνοντας H | 21 πώποτε V, FHL, πρότερον JMBA | κατεῖδοι V | 23 προκατεβάλοντο βάλοντο V, FHL, προκατεβάλλοντο JMBA | 24 τὰς < A | τινος < A | 25 καὶ < | 26 ἢ πρὸς — ἢ < MBA | 27 ἀνθρώπειον V | μηδένα HL | 28 οὔτε — οὔτε Wil., οὐδὲ — οὐδὲ HSS.)
v.1.p.52.

μεταμεληθέντας ποτὲ οὔτε τὸν νοῦν ἐπιστρέψαντας πρὸς τὰ καλλίω, ἵσων καὶ τῶν ἀμοιβαίων τυχόντας. καὶ ταῦτά γε οὐκ ἂν ἀπεικότως οὐδ’ ἂν ἀπὸ λόγου συμβαίνοι.“