Vita Constantini

Eusebius of Caesarea

Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.

Ἀλλ’ ὁ μὲν τοιούτοις ἐμπλέκων ἑαυτὸν κατὰ βαράθρων ἀπωλείας ὤθει, βασιλεὺς δὲ ἐπεὶ ἑώρα δευτέρας αὐτῷ δεῖσθαι πολέμου παρατάξεως, τῷ αὐτοῦ σωτῆρι τὴν σχολὴν ἀνετίθει, τοῦ μὲν στρατοῦ τὴν σκηνὴν ἐκτὸς καὶ πορρωτάτω πηξάμενος, ἁγνῇ δ’ ἐνταυθοῖ χρώμενος καὶ καθαρᾷ διαίτῃ τῷ τε θεῷ θεῷ τὰς εὐχὰς ἀποδιδούς, κατ’ αὐτὸν ἐκεῖνον τὸν παλαιὸν τοῦ θεοῦ προφήτην, ὅν τῆς παρεμβολῆς ἐκτὸς πήξασθαι τὴν σκηνὴν τὰ θεῖα παιστοῦνται λόγια. προσεκαρτέρουν δ’ αὐτῷ βραχεῖς οἱ πίστει καὶ θεοσεβείας εὐνοίᾳ παρ’ αὐτῷ δεδοκιμασμένοι. τοῦτο δ’ αὐτῷ σύνηθες ἦς πράττειν, καὶ εἴποτε ἄλλοτε παρατάξει πολέμων ὡρμᾶτο συμβαλεῖν. βραδὺς μὲν γὰρ ἦν δι’ ἀσφάλειαν, θεοῦ δὲ βουλῇ πάντα πράττειν ἠξίου.

ἐπὶ καὶ θεοφανείας ἐτύγχανεν, εἶτα ὥσπερ θειοτέρᾳ κινηθεὶς ἐμπνεύσει, τῆς μέλλειν ἀλλὰ καὶ αὐτῆς ὥρας ξιφῶν ἅπτεσθαι παρεκελεύετο. οἱ δ’ ἀθρόως ἐπιθέμενοι ἡβηδὸν ἔκοπτον, ἔστ’ ἄν τὴν νίκην ἐν ὥρας ἀκαρεῖ ῥοπῇ ἀπολαβόντες τρόπαια κατ’ ἐχθρῶν ἀνίστων ἐπινίκια.