Vita Constantini

Eusebius of Caesarea

Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.

Τοιαῦται Δικινίου αἱ διατάξεις. τί δὲ χρὴ τὰς περὶ γάμων αὐτοῦ καινοτομίας άπαριθεῖσθαι ἢ τοὺς ἐπὶ τοῖς τὸν βίον μεταλλάττουσιν νεωτερισμούς· δἰ ὡν τοὺς παλαιοὺς Ῥωμαίων εὖ καὶ σοφῶς κειμένους νόμους περιγράφαι τολμήσας βαρβάρους τινὰς καὶ ἀνημέρους ἀντεισῆγεν, καήφεις ἐπινοῶν μυρίας κατὰ τῶν ὑπηκόων; ἔνθεν ἀναμετρήσεις ἐπενόει γῆς, ὡς ἂν πλείονα τῷ μέτρῳ λογίςοτο τὴν ἐλαχίστην, δἰ ἀπληστίαν περιττῶν εἰσπράξεων. ἔνθεν τῶν κατ’ ἀγροὺς μηκέτι ὄντων ἀνθρώτων πρόπαλαι δ' έν νεκροῖς κειμένων ἀναγραφὰς ἐποιεῖτο, αἰσ·χρὸν αὐτῷ κέρδος ἐκ τούτου ποριζόμενος. οὐ γὰρ εἶχεν αὐτῷ μέτρον ἡ μικρολογία οὐδ’ ἡ ἀπληστία κόρῳ περιωρίζετο. διὸ δὴ πάντας πληρώσας θησαυροὺς χρυσοῦ καὶ ἀργύρου χρημάτων τ' ἀπείρῳ πλήθει στένων ἀπωδύρετο πτωχείαν, Τανταλείῳ πάθει τὴν ψυχὴν τρυχόμενος. οἵας δ' ἐφεῦρε κατὰ τῶν μηδὲν ἠδικηκότων ὑπερορίους τιμωρίας, οἴας ὑπαρχόντων δημεύσεις, οἴας εὐπαταριδῶν καὶ ἀξιολόγων ἀνδρῶν ἀπαγωγάς, ὡν τὰς κουριδίας γαμετὰς μιαροῖς οἰκέταις ἐφ' ὕβρει πράξεως αἰσχρᾶς παρεδίδου, ὅσαις δ’ αὐτός, καίπερ ἤδη γἠρᾳ τὸ σῶμα πεπαλαιωμένος, γυναιξὶν ὑπάνδροις παρθένοις τε κόραις ἐπεχείρει, οὐ δὴ ταῦτα χρεὼν μηκύνειν, τῆς τῶν ἐσχάτων αὐτοῦ πράξεων ὑπερβολῆς σμικρὰ τὰ πρῶτα καὶ τὸ μηθὲν ἀποδειξάσης.