Vita Constantini

Eusebius of Caesarea

Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.

Διὸ δὴ δεύτερον νόμον ἐτίθει, μὴ δεῖν προστάττων ἄνδρας ἅμα γυναιξὶν ἐπὶ τὰς τοῦ θεοῦ παρεῖναι εὐχάς, μηδ’ ἐπὶ τὰ σεμνὰ τῆς ἀρετῆς διασκαλεῖα φοιτᾶν τὸ γυναικῶν γένος, μηδ’ ἐπισκόπους καθηγεῖσθαι γυναιξὶ θεοσεβῶν λόγων γυναῖκας δ' αὐρεῖσθαι γυναικῶν διδασκάλους. γελωμένων δὲ τούτων παρὰ τοῖς πᾶσιν. ἄλλο τι πρὸς καθαίρεσιν τῶν ἐκκλησιῶν ἐμηχανᾶτο, δεῖν φήσας πυλῶν ἐκτὸς ἐπὶ καθαρῷ πεδίῳ τὰς ἐξ ἔθους συγκροτήσεις τῶν λαῶν ποιεῖσθαι. τῶν γὰρ κατὰ πόλιν προσευκτηρίων παρὰ πολὺ τὸν ἐκτὸς πυλῶν ἀέρα τῷ κοινῷ διαλλάττειν.