Vita Constantini

Eusebius of Caesarea

Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.

οἷς δὴ πεφραγμένος έν ἀσφαλεῖ λοιπὸν τὴν ζωὴν διῆγεν, χαίρων μὲν ἐπὶ τῇ τῶν ἀρχομένων εὐνοίᾳ, χαίρων δὲ καὶ ἐφ οἶς τοὺς ὑπ' αὐτῷ πάντας εὔθυμον διατελοῦντας ἑώρα βίον, ὑπερ- βαλλόντως δὲ ἐνευφαινόμενος τῇ τῶν ἐκκλησιῶν τοῦ θεοῦ φαιδρότητι.

Οὕτω δ' ἔχοντι δεκαέτης αὐτῷ τῆς βασιλείας ἠνύετο χρόνος. ἐφ' ᾦ δὴ πανδήμους ἐκτελῶν ἐορτὰς τῷ πάντων βασιλεῖ θεῷ εὐχαρίστους εὐχὰς ὥσπερ τινὰς ἀπύρους καὶ ἀκάπνους θυσίας ἀνεπέμ- πετο. ἀλλ’ ἐπὶ μὲν τούτοις χαίρων διετέλει, οὐ μὴν καὶ ἐφ' οἷς ἀκοῇ περὶ τῶν κατὰ τὴν ἑᾠαν τρυχομένων ἐθνῶν ἐπυνθάνετο.