Vita Constantini

Eusebius of Caesarea

Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.

Ἤδη δέ τινας καὶ κατ’ αὐτοῦ τραχυνομένους ἔφερεν ἀνεξικάκως, ἠρέμα καὶ πρείᾳ φωνῇ σωφρονεῖν ἀλλὰ μὴ στασιάζειν καὶ τούτοις ἐγκελευσάμενος. τούτων δ' οἱ μὲν ἀπηλλάττοντο καταιδούμενοι τὰς παραινέσεις, τοὺς δ' ἀνιάτως πρὸς σώφρονα λογισμὸν ἔχοντας [*](4 ἐπεμέλετο V, ἐπεμελεῖτο JMBA Ι χειρῶν MB, B2 über der Zeile η Ι 5 γάμοις V, γάμω JMBA Ι 7 ὀρφνωθείσας V, ὀρφανισθείσας JMBA Ι 9 ἀφθόνων V Ι 10 καὶ < V Ι 13 ἁπλῶς Wil., τ' ἄλλως HSS, in V das zweite λ über der Ζ. Ι 14 αὐτῷ < MBA Ι 15 ἐπικούρας, ι über der Zeile, V Ι 17 κοινὸς VJ, κοινῶς MBA Ι 20 κατεσταμένος J, καθεσταμμένος Μ | 23 καὶ < vor μέσος Ηκ1 | 26 τοὺς εὐνουστάτους V 31 Ἤδη nicht neues Cap. in VMBA Ι 32 ἠρέμα V, ἠρεμαία JMBA Ι καὶ τούτους ἐγκελευσάμενος V, τούτοις ἐγκελευόμενος JMBA)

v.1.p.29.
τῷ παραδιδοὺς παραδιδοὺς ἠφίει, μηδὲν μηδαμῶς αὐτὸς κατά τινος λυπηρὸν διανοούμενος. ἔνθεν εἰκότως τοὺς ἐπὶ τῆς Ἄφρων χώρας διαστασιάζοντας εἰς τοσοῦτον συνέβαινεν ἐπιτριβῆς ἐλαύνειν ὡς καὶ τολμηροῖς τισιν ἐγχειρεῖν, πονηροῦ τινος ὡς ἔοικε δαίμονος βασκαίνοντος τῇ τῶν παρόντων ἀγαθῶν ἀθονίᾳ παρορμῶντός τ' εἰς ἀτόπους πράξεις τοὺς ἄνδρας, ὡς ἂν κινήσειε κατ' αὐτῶν τὸν βασιλέως θυμόν. οὑ μὴν προὐχώρει τῷ φθόνῳ, γέλωτα τιθεμένου τοῦ βασιλέως τὰ πραττόμενα καὶ τὴν ἐκ τοῦ πονηροῦ κίνησιν συνιέναι φάσκοντος. μὴ γὰρ σωφρονούντων εἶναι ἀνδρῶν τὰ τολμώμενα ἀλλ’ ἢ πάντη παρακοπτοντων ἢ ὑπὸ τοῦ πονηροῦ δαίμονος οἰστρουμένων, οὓς ἐλεεῑσθαι μᾶλλον ἢ κολάζεσθαι χρῆναι· αὐτὸν δὲ κατὰ μηδένα τρόπον ζημιοῦσθαι πρὸς τῆς τῶν ἀφρυινόντων μανίας, ἢ ὅσον τὸ συμπαθεῖν κύτοῖς ὑπερβολῇ φιλανθρωπίας.