Vita Constantini

Eusebius of Caesarea

Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.

καὶ τὸν μὲν τεθνη- [*](2 τὰς σὺν αὐτῷ in leerem Raume <J, διατριβὰς—4 θάντον αὐτῷ < JMBA προστίψασθαι (so!) ρος auf Ras., J| 6 συμπνεύσει V, συννεύσει JMBA| 7 τοῦτο VM| 8 Mωυσέως V, Μωυσέος JMBA| 9 διαδοχῇ] διαθήκῃ Val.| παρεῖναι V, συνεῖναι JMBA| 13 ἐξαλλώμενος V, ό auf Ras. J| 14 περιλαβὼν JMB| lieber αὐτῷ Hkl| χεῖρε VJ, χέρε ΜΒ, εῖ auf Ras. A| 21 τῇ ἡλικίᾳ Val., τὴν ἡλικίαν HSS| παραδιδοὺς J| 26 τὸν πατέρα — δορυφ. < ΜΒΑ| πλήθει μυρία J| 28 συνέπεμπον V, συνέπεμπεν JMBA| 31 σεβαστὸν < Hkl.)

v.1.p.19.
κότα ἐκόσμουν αἱ βοαὶ ταῖς εἰς τὸν υἱὸν εὐφημίαις, τὸν δὲ παῖδα ἐμακάριζον τοιοῦδε πατρὸς διάδοχον ἀποδειχθέντα, πάντα δὲ τὰ ὑπὸ τὴν ἀρχὴν ἔθνη εὐφροσύνης ἐπληροῦτο καὶ ἀλέκτου χαρᾶς ὡς μηδὲ χρόνου βραχυτάτου ῥοπὴν χηρεύσαντα βασιλικῆς εὐκοσμίας. τοῦτο τέλος εὐσεβοῦς καὶ φιλοθέου τρόπου ἐπὶ βασιλεῖ Κωνσταντίῳ θεὸς ἔδειξε τῷ καθ' ἡμᾶς γένει.