Onomasticon

Eusebius of Caesarea

Eusebius. Eusebius Werke, Volume 3, Part 1. Klostermann, Erich, editor. Leipzig: Hinrichs, 1904.

Θαιμάν (Gen 36, 11). χώρα ἡγεμόνων Ἐδὼμ ἐν τῇ Γεβαλιτικῇ, ἀπὸ Θαιμὰν υἱοῦ Ἐλιφὰζ υἱοῦ Ἡσαῦ. ἀλλὰ καὶ εἰς ἔτι νῦν κώμη ἐστὶ Θαιμάν, ἀπέχουσα Πέτρων ἀμφὶ τὰ ἴε σημεῖα, ἐν ᾖ καὶ ἐγκάθηται στρατιωτικόν. ἔνθεν ὡρμᾶτο Ἐλιφὰζ ὁ Θαιμανῶν βασιλεύς. καὶ τοῦ Ἰσμαὴλ δὲ Θαιμὰμ λέγεται γεγονέναι παῖς. καὶ πᾶς δὲ ὁ πρὸς νότον τόπος οὕτω καλεῖται· καὶ γὰρ ἑρμηνεύεται Θαιμὰν νότος.

Θαμνά (Gen 38, 12). ἔνθα ἔκειρεν Ἰούδας τὰ ἑαυτοῦ πρόβατα. διαμένει κώμη μεγάλη ἐν ὁρίοις Διοσπόλεως μεταξὺ ἀπιόντων εἰς Αἰλίαν. ἢν δὲ φυλῆς Δὰν <ἢ> Ἰούδα.

Θαμνὰ ἄλλη (Gen 36, 40). πόλις ἡγεμόνων Ἐδώμ. ἢν δὲ καὶ παλλακὴ Ἐλιφὰζ υἱοῦ Ἡσαῦ, ἥτις ἔτεκεν αὐτῷ τὸν Ἀμαλήκ«, ὅθεν οἱ Ἀμαληκῖται.

[*](1 f. S. 84, 26 9 f. S. 86, 16 12 Jer 49, 18 ff. vgl. S. 102, 7ff. Hiob 2, 11 22 Gen 25, 15 24 ff. Cart. Med. 40: ΘΑΜΝΑ ΕΝΘΑ ΕΚΕΙΡΕΝ ΙΟΥΚΑΣ ΤΑ ΑΥΤΟΥ ΠΡΟΒΑΤΑ 26 Jos 19, 43; 15, 57 28 Gen 36, 12)[*](2 f. ἀσὼρ ἱεράκων V 5 f. σπηλαίῳ τἄμ’ V 8 Ἡλά2 nach Η Hebr. Ἡλάθ V 20 ἴε] ε΄ Vallarsi 21 στρατιωτικόν Βοnfrére 22 Ἰσμαήλ] ϊηλ V 26 ἢ Bonfrère 27 Θαμνά. ἄλλη V)
v.3.pt.1.p.98

<Θόφολ (Deut 1, 1). τόπος τῆς ἐρήμου »πρέραν τοῦ Ἰορδάνου«, ἔνθα τὸ Δευτερονόμιον γράφει Μωυσῆς, καταντικρὺ Ἰεριχοῦς.

Θαάθ (Num 33, 26 f.). σταθμὸς τῶν υἱῶν Ἰσραήλ.

Θαρά (Num 33, 27 f.). σταθμὸς τῶν υἱῶν Ἰσραήλ.

Θαφφοῦ (Jos 12, 17). πόλις ἣν ἐπολιόρκησεν Ἰησοῦς, τὸν βασιλέα αὐτῆς ἀνελών, ἣ γέγονε φυλῆς Ἰούδα. κεῖται καὶ ἀνωτέρω Βηθαφοῦ, ὅριον Παλαιστίνης καὶ Αἰγύπτου.

[*](31v)

| || Θανάκ (Jos .12, 21). πόλις ἣν ἐπολιόρκησεν Ἰησοῦς, τὸν βασιέα [*](261) αὐτῆς ἀνελών, ἣ γέγονε φυλῆς Μανασσῆ, Λευίταις ἀφωρισμένη. καὶ νῦν ἐστιν ἀπὸ δ΄ σημείου τῆς Λεγεῶνος.

Θηνάθ (Jos 16, 6). φυλῆς Ἰωσήφ. καὶ νῦν ἐστι κώμη Θηνὰ ἀπὸ σημείων ι΄ Νέας πόλεως ἐπ’ ἀνατολάς, κατιόντων ἐπὶ τὸν Ἰορδάνην.

Θαφφουέ (Jos 16, 8). <φυλῆς Ἰωσήφ.

Θαφφούθ (Jos 17, 8).) φυλῆς Μανασσῆ.

Θεκώ (Jos 15, 59a). καὶ νῦν Θεκωέ ἐστι παρὰ τὴν ἔρημον Αἰλίας πόλις τὸ πρὶν οὖσα φυγαδευτηρίου. ὅθεν ἦν Ἀμὼς ὁ προφήτης.

Θερσά (Jos 12, 24). καὶ ταύτην εἷλεν Ἰησοῦς ἅμα τῷ βασιλεῖ αὐτῆς.

Θεραμά (Jos 18, 27). φυλῆς Βενιαμίν.

Θωλάδ (Jos 15, 30). φυλῆς Ἰούδα ἢ Συμεών.

Θαβώρ (Jos 19, 22). ὅριον Ζαβουλών. ἔστι δὲ ὄρος ἐν τῇ πεδιάδι κείμενον ἀπὸ σημείων ι΄ Διοκαισαρείας κατὰ ἀνατολάς. τὸ δὲ αὐτὸ καὶ ὅριον ἦν φυλῆς Ἰσσάχαρ καὶ Νεφθαλείμ.

Θαλχά (Jos 19, 7). φυλῆς Συμεών. νῦν ἅλα καλεῖται Ἰουδαίων μεγίστη κώμη, ὡς ἀπὸ σημείων ἲς Ἐλευθεροπόλεως ἐν τῷ Δαρωμᾶ.

[*](8 S. 50, 18; Jos 15, 34 11 Jos 1.7, 11; 21, 25 17 Cart. Med. 75: ΕΚΟ (?) ; vgl. u. Ἐλθεκέ 18 Αmos 1, 1 22 Jos 19, 4 23 ᾖ. Procop. 1049 Α ἐν τῇ πεδιάδι κεῖται ἀπὸ σημείων ι΄ Διοκαισαρείας κατὰ ἀνατολάς. ὅριον δὲ τοῦτο φυλῆς Ἰσσάχαρ καὶ φυλῆς Νεφθαλείμ 25 Jos 19, 34)[*](2–6 Θόφολ — Ἰησοῦ nach Η 10 ἦν V 14 Νέας πόλεως so gewöhnlich Νεαπόλεως V vgl. S. 100, 13 15 f. φυλῆς — Θαφφούθ mit Vallarsi 22 V 24 κείμενον] danach Lücke? vgl. H)
v.3.pt.1.p.100

Θαμναθσαρά (Jos 19, 50). πόλις Ἰησοῦ τοῦ Ναυῆ ἐν τῷ ὄρει« κειμένη. αὕτη ἐστὶ Θαμνά, ἡ καὶ ἀνωτέρω κειμένη, ἐν ᾖ εἰς ἔτι νῦν δείκνυται τὸ τοῦ Ἰησοῦ μνῆμα. φυλῆς Δάν.

[*](32r)

| Θάλασσα ἡ ἁλυκή (Jos 18, 19). ἡ καλουμένη νεκρὰ καὶ ἀσφαλτῖτις, μεταξύ Ἰεριχοῦς καὶ Ζωόρων.

Θαανάχ (Rieht 1, 27). οὐχ εἷλεν ταύτην ἡ φυλὴ Μανασσῆ, ὅτι μὴ τοὺς ἀλλοφύλους μετέστησεν ἐξ αὐτῆς. ἐνταῦθα δὲ τὸν Σίσαρά [*](262) Ιεβόρρα πολεμεῖ. ἦν δὲ καὶ αὕτη Λευίταις ἀφωρισμένη. καὶ νῦν ἐστι κώμη μεγίστη ἀπέχουσα τῆς λεγεῶνος σημεῖα γ΄.

Θήβης (Rieht 9, 50). πόλις ἔνα πολεμοῦντος Ἀβιμέλεχ ἀπὸ τοῦ πύργου γυνὴ κλάσμα μύλου ἐπὶ τὴν κεφαλὴν αὐτοῦ ἔρριψεν«. ἐν ὁρίοις Νέας πόλεως Θήβης ἔτι νῦν λεγομένη κώμη, ὡς ἐπὶ Σκυθόπολιν ἀπιόντων ἐπὶ τὸ τρισκαιδέκατον σημεῖον.

Θαμναθά (Rieht 14, 1). κεῖται καὶ ἀνωτέρω Θαμνά. φυλῆς Δάν.

Θηλαμοῦ γῆ ΙΙ Sam 3, 12). ἔνθα »ἀπέστειλεν Ἀβεννὴρ πρὸς Δαυίδ«. Ἀ΄ παραχρῆμα, Σ΄ ἀνθ’ ἑαυτοῦ.

Θαάδ (II Sam 24, 6?). ἐγγὺς Γαλαάδ.

Θαμσά Ι Κön 4, 24). ὅριον τῆς βασιλείας Σολομών.

Θερμώθ (Ι Kön 9, 18). πόλις ἣν ᾠκοδόμησε Σολομὼν ερημῳ«.

Θαρσεῖς (I Kön 10, 22). ὅθεν ἤρχετο τῷ Σολομῶντι χρυσός. κατὰ μὲν τὸν Ἰώσιππον Ταρσός ἐστιν ἡ τῆς Κιλικίας· κατά δὲ τὸν Ἱεζεκιὴλ Καρχηδών, ἀντὶ γὰρ παρὰ τοῖς Ο' κειμένης

[*](2 S. 96, 24 ff. 3 Jos 19, 43 4 f. Cart. Med. 77: Η Ε; ΥΚΗ Η ΚΑΙ ΑΣΦ ΑΛΤΙΤΙΣ ΛΙΜ ΡΑ ΟΑΛΑΣΣΑ 7 ff. Procop. 1061 Α: Τὴν θεννὰχ οὐχ εἷλεν ἧ φυλὴ Μανασσῆ, ὅτι μὴ τοὺς ἀλλοφύλους ταύτης μετέστησεν· ἔνθα συνέστη ὁ πόλεμος πρὸς τὸν Σίσαρα. κώμη δὲ νῦν ἐστιν μεγίστη ἀπέχουσα τῆς Λεγεῶνος σημείοις γ΄ 8 Rieht 5, 19 9 Jos 21, 25 10 vgl S. 98, 12 12 Rieht 9, 53 15 S. 96, 24 ὖ.; Z. 2 f. 24 Joseph, arch. I, 6, 1; Ez. 27, 25)[*](5 ἱεριχοῦς V1 a. R. ἱεριχὼ V* i. Τ. 9 πολεμεῖ] πόλει V 13 Νέας πόλεως] so gewöhnlich, Νεαπόλεως V nur hier u. S. 98, 14 15 Δάν] vgl. Z. 3 Juda Η vgl. S. 96, 26 25 ἀντὶ] ἄρτι V Ι τῆς < V)
v.3.pt.1.p.102
[*](32v)

Καρχηδόνος Ι τὸ Ἑβραικὸν ἔχει Θαρσεῖς. ἄλλοι δὲ τὴν Ἰνδίαν ὑπετυπωσαν.

Θαρσά (I Κön 15, 21). ὅθεν ἦν Ἀσὰφ βασιλεὺς ᾿Ισραήλ.

|| Θερσιλά ΙΙ Κön 15, 14). ὅθεν ἢν Μαναείμ. καὶ νῦν ἐστι κώμη [*](263) Σαμαρέων ἐν τῇ Βαταναίᾳ Θαρσιλὰ λεγομένη.

Θεσβά (I Κὁν 17, 1). ὅθεν ἦν Ἠλίας ὁ Θεσβίτης.

Θαιμάν (Ez 20, 45). ὡς Ἰεζεκιὴλ πόλις τῆς Ἰδουμαίας, ὡς δὲ Ἡσαΐας ἐν ὁράσει τῆς Ἀραβίας. κεῖται καὶ ἐν Ἱερεμίᾳ. ἐν δὲ τῷ Ἀβδιοῦ λέγεται πόλις Ἡσαῦ. Θαιμὰν δὲ καὶ εἶς τῶν υἱῶν Ἡσαῦ ἐκαλεῖτο. κεῖται καὶ ἀνωτέρω.

Θαρθάκ (II Kön 17, 31). ταύτῃν ἔκτισαν ἐν τῇ Ἰουδαίᾳ οἱ Εὐαῖοι.

Θαλασάρ (II Kön 19, 12). χώρα Συρίας.

Θογαρμά (Ez 27, 14). ἐν τώ Ἰεζεκιήλ.

Θαφέθ (Jer 7, 32). βωμὸς τοῦ Θαφὲθ ἐν Ἱερεμίᾳ. ἐν προαστείοις Αἰλίας εἰς ἔτι νῦν δείκνυται ὁ τόπος οὕτω καλούμενος, ᾤ’ παράκειται ἡ κολυμβήθρα τοῦ κναφέως καὶ τὸ Ἀχελδαμὰχ χωρίον.

Ἰαβόκ (Gen 32, 23 ὖ.). ποταμὸς χειμάρρου, ὃν διαβαίνων ὁ ἐπάλαισεν μετὰ τοῦ φανέντος αὐτῷ, ὅτε καὶ μετωνομάσθη Ἰσραήλ. [*](33r) ῥεῖ δὲ μεταξὺ Ἀμμᾶν, τοῦτ’ ἔστι Φιλαδελφίας, καὶ Γερά|δ δ΄ σημεί>ων, κατερχόμενος συμμίγνυται τῷ ᾿Ιορδάνῃ.

Ἰδουμαία (Gen 36, 16). χώρα Ἡσαῦ, ἐξ αὐτοῦ παρωνύμως ὀνομασθεῖσα, ἐπείπερ αὐτὸς Ἐδὼμ ἐκαλεῖτο. ἔστι δὲ ἡ ἀμφὶ τὴν Πέτραν [*](264) Γεβαληνὴ καλουμένη

[*](7 Ez 25, 13 8 Jes 21, 14; Jer 49, 7 9 Obadia 9; Gen 36, 11 10 S. 96, 18 21 Deut 3, 16)[*](3 Ἀσὰφ] Asa H; gemeint ist Βαασά 5 Βαιτοαναίᾳ Reland 8 ἐν ὁράσει nach Η ἐν ὄρει V vgl. S. 4, 2 11 Θαρθάκ nach Η Θαρ ἅκ V Ι τῇ] 1. γῇ nach Η? 13 Θογαρμά Vallarsi Θουραμά V 14 Θαφὲθ2] ταφὲθ V 15 ὁ] zu str.? 16 κναφέως] ὁ ἀγρὸς τοῦ κεραμέως V1 a. R. 19 ποταμὸς χειμάρρους V (1. ποταμός. χειμάρρους?) 21 Γεράσης ἀπὸ δ΄ σημείων nach Η γερασῶν V 22 Ἰορδάνῃ] + #x203B; V* i. Τ., #x203B; ἡ κατὰ τινα (1. τινὰς) αὐσῖτις χώρα τοῦ ἰώβ, κατὰ ἄλλους δὲ ἡ τοῦ ἰὼβ χώρα ἡ ἀραβία ἐστίν· ἄλλοι δὲ λέγουσιν ὅτι ἡ χώρα τοῦ σηὼν αὕτη ἐστὶν ἡ χώρα τοῦ ἰώβ V1 a. R.; dies würde aber höchsten's zu Ἰδουμαία passen 25 γαιβαληνὴ V)
v.3.pt.1.p.104

Ἰαθέρ (Gen Gen 36, 40). χώρα ἡγεμόνων Ἐδὼμ ἐπὶ τῆς αὐτῆς Γεβαληνῆς.

Ἰεταβαθά (Nrnii 33, 33). ἐπὶ τῆς ἐρήμου σταθμὸς τῶν υἱῶν Ἰσραήλ.

Ἰαννά (Num 21, 20). οἴ ἐστιν ἐν πεδίῳ Μωὰβ ἀπὸ κορυφῆς τοῦ λελαξευμένου, τὸ βλέπον κατὰ πρόσωπον τῆς ἐρήμου, παρὰ τὸν Ἀρνωνᾶν.

Ἰεσσά (Num 21, 23). ἔνθα Σηὼν βασιλεὺς τῶν Ἀμορραίων πολεμεῖται. μέμνηται αὐτῆς καὶ Ἠσαίας ἐν ὁράσει τῇ «κατὰ τῆς Μωαβίτιδος« κεῖται καὶ ἐν τῷ Ἱερεμίᾳ. καὶ δείκνυται νῦν μεταξὺ Μηδαβῶν καὶ Δηβοῦς.

Ἰαζήρ (Num 21, 32). πόλις τοῦ Ἀμορραίου ἀπὸ ι΄ σὴ μείου Φιλαδελφίας πρὸς δυσμαῖς ἐν τῇ νῦν Περαιᾳ τῆς Παλαιστίνης ὑπὲρ τὸν Ἰορδάνην, ἣ γέγονεν ὅριον φυλῆς Γάδ, παρατεῖνον »ἕως || Ἀροήρ, ἥ [*](265) ἐστι κατὰ πρόσωπον Ῥαββά«. μέμνηται τῆς Ἰαζὴρ Ἠσαίας ἐν ὁράσει [*](33v) τῇ »κατὰ τῆς Μωαβίτιδος«, | καὶ Ἱερεμίας. ἥτις ἠν Αευίταις ἀφωρισμένη. διέστηκε δὲ τῆς Ἐσσαβῶν σημείοις ἴε , καὶ φέρεται ἐπ’ αὐτῆς ποταμὸς μέγιστος ἐπὶ τὸν Ἰορδάνην ἐκπίπτων.

Ἰορδάνης (Num 22, 1). ποταμὸς διαιρῶν τὴν Ἰουδαίαν τῆς Ἀραβίας καὶ τὸν μέχρι νεκρᾶς θαλάσσης Αὐλῶνα, ὃς καὶ ἐκπίπτων διὰ Ἱεριχοῦς ἐπὶ τὴν νεκρὰν θάλασσαν εἰς αὐτὴν ἀφανίζεται. Ἰεταβαθά (Deut 10, 7). χειμάρροι ὑδάτων«, τόπος ἐπὶ τῆς ἐρήμου.

Ἱεριχώ (Deut 32, 49). πόλις ἣν κατέσκαψεν Ἰησοῦς, τὸν βασιλέα αὐτῆς ἀνελών. ἀνθ’ ἦς ἑτέραν ἤγειρεν ὀζᾶν ἐκ Βαιθὴλ φυλῆς Ἐφραΐμ, ἣν ὁ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς τῆς ἰδίας παρουσίας ἠξίωσεν. καταβληθείσης δὲ καὶ αὐτῆς ἐπὶ τῆς πολιορκίας τῆς Ἱερουσαλὴμ διὰ τὴν τῶν ἐνοικούντων ἀπιστίαν, ἑτέρα ἐκ τρίτου συνέστη εἰς ἔτι νῦν δεικνυμένη πόλις. καὶ τῶν δύο δὲ τῶν προτέρων εἰς ἔτι νῦν τὰ ἴχνη σῴζεται.

[*](10 Jes 15, 4 11 Jer 48, 21. 34 15 Jos 13, 25 16 Jes 16, 8 17 Jer 48, 32; Jos 21, 37 25 Cart. Med. 6: ΙΕΡΙΧΩ; Jos 6, 23 26 I Κön Hl, 34 27 Matth 20, 29 Par.)[*](1 γαιβαληνῆς V 6 κορυφῆς] + Φασγὰ τουτέστι nach Η? vgl. u. Φασγά 10 τῆς κατὰ V 15 Γάδ Gressmann Η Δὰν V 16 ῥαββώ V 21 καὶ — Αύλῶνα] besser Η?)
v.3.pt.1.p.106

Ἱερουσαλήμ (Jos 10, 1). ταύτης ἐβασίλευσεν Ἀδωνιβεζέκ, καὶ μετὰ ταῦτα Ἰεβουσαῖοι, ἀφ᾿ ὧν καὶ Ἰεβοὺς ἐκαλεῖτο, οὓς ἐκβαλὼν Δαυὶδ μητρόπολιν αὐτὴν ἀποφαίνει τῆς Ἰουδαίας, διὰ τὸ ἐν αὐτῇ συστὰν ἱερὸν <* * * * * *> ἐν Γενέσει Σαλήμ, ἧς ἐβασίλευσεν Μελχισεδέκ. [*](34r) | γέγονε δὲ κλήρου φυλῆς Βενιαμίν.

Ἰεβούς (Jos 18, 28). »αὕτη ἐστὶν Ἱερουσαλήμ«.

Ἰαρεῖμ (Jos 9, 17). πόλις <Γαβανιτὥν.

[*](266)

Ἰεριμούθ (Jos 12, 11). πόλις> ἣν εἷλεν Ἰησοῦς. φυλῆς Ἰούδα, ὡς ἀπὸ σημείων <δ΄> Ἐλευεροπόλεως περὶ τὴν Ἐσθαὸλ κώμην. Ἰσιμώθ (Jos 12, 3). ἔνθα ἐκρύπτετο Δαυίδ. κεῖται καὶ ἀνωτέρω Βηθσιμοὺθ καθ᾿ ἃ δεδήλωται. ἐν δὲ τῇ πρώτῃ τῶν Βασιλειῶν ἀντὶ »τοῦ Ἰεσσεμοῦν« ὁ μὲν Ἀ΄ τῆς ἠφανισμένης, ὁ δὲ Σ΄ τῆς ἐρήμου Ἐδὼμ ἐκδεδώκασιν.

Ἰεδνά (Jos 15, 23?). ἀπὸ ς΄ οημείων Ἐλευεροπόλεως ἀπιόντων ἐπὶ Χεβρών.

Ἰεκκομάμ (Jos 12, 22). τοῦ Καρμήλου πόλις ἣν εἷλεν Ἰησοῦς τὸν βασιλέα αὐτῆς ἀνελών.

Ἰαείρ (Jos 13, 30). πόλις φυλῆς Μανασσῆ.

Ἰαμνεία (Jos 15, 11). πόλις Ἰούδα. εἰς ἔτι νῦν πολίχνη Παλαιστίνης Ἰαμνεία μεταξὺ Διοσπόλεως καὶ Ἀζώτου.

Ἰαβείρ (Jos 15, 15). πόλις γραμμάτων. φυλῆς Ἰούδα.

<Ἰαγούρ (Jos 15, 21). φυλῆς Ἰούδα.>

Ἰερμοῦς (Jos 15, 35). φυλῆς Ἰούδα. κώμη νῦν ἐστὶν Ἱερμοχὼς ἀπὸ σημείων ι΄ Ἐλευθεροπόλεως ἀνιόντων εἰς Αἰλίαν.

Ἰεχθαήλ (Jos 15, 38). φυλῆς Ἰούδα.

Ἰεφθάν (Jos 15, 43). φυλῆς Ἰούδα.

[*](3 Jos 15, 63; Richt 1, 21; 19, 10 4 II Sam 5, 6f. 5 Gen 14, 18 6 Jos 18, 28 9 Jos 10, 35; Procop. 1020 C: Ἰεριμοὺθ δὲ ὡς ἀπὸ σημείων ιδ΄ Ἐλευθεροπόλεως περὶ τὴν Ἐσθαὸλ κώμην Ὀδολλάμ 11 f. S. 48, 6 12 Ι Sam 23, 19 20f. Cart. Med. 55: ΙΑΒΝHΛ Η KAI ΙΑΜΝΙΑ)[*](4 αὐτῶ V | συστὰν Wendland συστᾶν V 5 ἱερὸν] + τὴν αὐτὴν Ἰώσηππος Bonfrère, aber die Lücke ist noch grösser vgl. Η | Σαλήμ + φησιν Bonfrère 8 Ἰαρείμ nach HLXX Ἰαβεῖς V 8f. Γαβαωνιτῶν — πόλις nach HP 9 εἷλεν Lagarde ἀνεῖλεν V 10 δ΄ Bonfrère nach Η ιδ΄ Ρ, freier Raum mit ζτ V 13 Ἰεσσεμοῦν nach LXX Ἰεσσεβοῦ V | Ἐδώμ zu str.? 15 Ἰεδρά Bert 17 εἷλεν V1 a. R. ἀνεῖλεν V*i. Τ. 20 Ιούδα] + ἔστιν? nach Η 23 Ἰαγούρ — Ἰούδα nach Η 24 l. Ἱερμοῦχ ὡς?)
v.3.pt.1.p.108

Ἰεθέρ (Jos 15, 48). φυλῆς Ἰούδα, πόλις ἱερατική. καὶ ἔστι νῦν [*](34v) κώμη μεγίστη Ἰεθειρὰ Ι ὡς ἀπὸ σημείων κ’ Ἐλευθεροπόλεως, ὅλη Χριστιανῶν. ἐν τῷ ἔσω Δαρωμᾷ πλησίον Μαλαθῶν. κεῖται καὶ ἀνωτέρω.

Ἰανούν (Jos 15, 53). φυλῆς Ἰούδα. κώμη νῦν ἐστιν Ἰανουὰ τῆς Λεγεῶνος ἀπὸ σημείων τριῶν κατὰ νότον. ἀλλ’ ἔοικεν οὐκ εἷναι ἡ δηλουμένη.

Ἰεττάν (Jos 15, 55). φυλῆς Ἰούδα, πόλις ἱερατική. ἔστι νῦν κώμη μεγίστη Ἰουδαίων, Ἐλευθεροπόλεως ἀπὸ σημείων ἴη πρὸς νότον τῷ Δαρωμᾷ.

<Ἰεζραέλ (Jos 15, 56). φυλῆς ᾿Ιούδα.>

Ἰεζραέλ (Jos 17, 16). φυλῆς Μανασσῆ, ἄλλη. ἔστιν εἰς ἔτι νῦν ἐπισημοτάτη Ἐσδραηλὰ κώμη ἐν τῷ μεγάλῳ πεδίῳ κειμένη μεταξὺ Σκυθοπόλεως καὶ τῆς Λεγεῶνος. ἦν δὲ καὶ ὅριον Ἰσσάχαρ. ἐκαλεῖτο δὲ Ἰεζραὲλ καὶ εἷς τῶν ἀπογόνων Ἐφραθά, ὡς ἐν Παραλειπομέναις.

Ἰεκδαάν (Jos 15, 56). φυλῆς Ἰούδα

Ἰεφλιθί (Jos 16. 3). φιλῆς Ἰωσήφ.

Ἰανώ (Jos 16, 6). φυλῆς Ἐφραΐμ. καὶ ταύτην εἷλεν ὁ βασιλεὺς Ἀσσυρίων. καὶ ἔστι νῦν κώμη Ἰανὼ ἐν τῇ Ἀκραβαττινῇ, ἀπὸ ιβ΄ σημείων Νέας πόλεως πρὸς ἀνατολάς.

Ἰαμείν (Jos 17, 7). Ἀ΄ Σ΄ δεξιά.

Ἰασήβ (Jos 17, 16). Ἀ΄ Σ’ τοὺς κατοικοῦντας.

Ιεβλαάμ (Jos 17, 11). φυλῆς Μανασσῆ, ἀφ’ ἧς οὐκ ἐξῆρε τοὺς ἀλλοφύλους.

Ἰερφήλ (Jos 18, 27). φυλῆς Βενιαμίν.

[*](35r)

| Ἰεκνάλ (Jos 19, 11). κλήρου Ζαβουλών, πόλις Λευίταις ἀφωρισμένη.

Ἰάφεθ (Jos 19, 12). κλήρου Ζαβουλών ἀνάβασίς, καλεῖται καὶ Ἰόππη. καὶ ἡ Συκάμινος δὲ ἀπιόντων εἰς Πτολεμαίδα ἀπὸ Καισαρείας κώμη πάραλος πλησίον τοῦ Καρμήλου Ἡφὰ λέγεται.

[*](1 Jos 21, 14; Cart. Med. 96: ΙΕΘΟΡΑ ΚΑΙ ΙΕΘΗΡΑ 3 S. SS, 3 S Jos 21, 16 14 Jos 19, 18 15 I Chron 4, 3 19 ΙΙ Kön 15, 29 27 Jos 21, 34)[*](1 φυλῆς Ἰούδα πόλις ἱερατικὴ. καὶ Vallarsi πόλις Ἰούδα φυλῆς ἱερατικῆς καὶ πόλις ἱερατική V 11 Ἰεφραὴλ — Ἰούδα nach Η (vgl. ἄλλη Ζ. 12) 11 f. oder l. Ἰεζραὴλ φυλῆς Ε;. φυλῆς Μανασσῆ ἄλλη ἐστὶν κτλ.? 13 ἐπισημοτάτω + ἦς V 17 Ἰεκδαάν nach Η vgl. LXX Ἰεκδαόδ V 20 ἀκραβεττήνη V 24 ιεβαλαμ V 26 Ἰερφήλ nach HLXX Ἰερδήλ V 29 καὶ Ἰόππη? Wendland)
v.3.pt.1.p.110

Ἰεφθαήλ (Jos 19, 14). κλήρου Ζαβουλών.

Ἰαδηλά (Jos 19, 15). κλήρου Ζαβουλών.

Ἰερμώθ (Jos 19, 21). κλήρου Ἰσσάχαρ, πόλις ἱερεῦσιν ἀφωρισμένη. καὶ ἀνωτέρω κεῖται Ἱερμούθ. μέμνηται αὐτῆς καὶ Ὡσηέ.

|| Ἰαμνήλ (Jos 19, 33). κλήρου Νεφθαλείμ.

[*](268)

Ἱερῶν (Jos 19, 38). κλήρου Νεφθαλείμ.

Ἰεθλάν (Jos 19, 42). κλήρου Δόν.

Ἰηλών (Jos 19, 43). κλήρου Δάν.

<Ἰούδ (Jos 19, 46) κλήρου Δάν.>

Ἱερακώ (Jos 19, 46). ὕδατα κλήρου Δάν.

Ἰαβεῖς Γαλαάδ (Rieht 21, 8). καὶ ταύτην ἐπολέμησαν οἱ υἱοὶ Ἰσραήλ. καὶ νῦν ἐστι κώμη πέραν τοῦ Ἰορδάνου ἀπὸ ς΄ σημείων Πέλλης πόλεως ἐπὶ τοῦ ὄρους κειμένη ἀπἰόντων <εἰς Γέρασαν>

Ἰαάρ (I Sam 14, 25). δρυμός, ἔνθα ἦν ὁ μελισσών.

<Ἱεραμηλεί (I Sam 30, 29). χώρα τῶν ἀλλοφύλων.>

Ἰέθερ (I Sam 26 f.). ἔνθα ἀπέστειλεν Δαυίδ. κώμη νῦν ἐστιν Ιεθειρὰ ἐν τῷ τῷ Δαρωᾳ. κεῖται καὶ ἀνωτέρω.

[*](25v)

| Ἰεκμαάν (I Kön 12). πόλις ἀρχόντων Σολομών.

Ἰταβύριον (Hos 5, 1). Ἀ΄ Σ΄ Θαβώρ. ἐν Ὠσηέ. κεῖται δὲ ἐν τῷ μεγάλῳ πεδίῳ <τῆς Λεγεῶνος πρὸς ἀνατολὰς.

Ἰεκθοήλ (II Kön 14, 7). Πέτρα ἐν Βασιλείαις.

Ἰεταβά (II Kön 21, 19). πόλις ἀρχαία τῆς Ἰοδυαίας.

Ἰόππη (Jona 1, 3). πόλις Παλαιστίνης> εἰς ἔτι κλήρου Δάν.

Ἰτουραία (Luc 3, 1) ἡ καὶ Τραχωνῖτις χώρα, ἦς ἐτετράρχει φίλιππος, ὡς ἐν Εὐαγγελίοις. Τραχωνῖτις δὲ καλεῖται ἡ παρακειμένη χώρα τῇ ἐρήμῳ τῇ κατὰ Βόστραν τῆς Ἀραβίας.

[*](3 Jos 21,29 4 S. 106, 9; Hos 5, 8 12 vgl. S. 32, 5 ὖ. 17 f. Cart Med. 96: ΙΕΘΟΡΑ ΚΑΙ ΙΕΘΕΙΡΑ 18 S. 88, 3; 108, 1 25 Jos 19, 40 27 vgl. u. Τραχωνῖτις)[*](2 Ἰαδηλά nach HLXX Ἰουδηλά V 3 Ἰερμώθ nach HLXX (Jos 21, 29) 4 Ὡσηέ Martianay ἰωσήφ V 5 Ἰαμνήλ nach HLXX Ἰαμνήν (v2 unsicher) V 6 Ἰερρων V 9 Ἰούδ — Δάν nach Η 13 f. εἰς Γέρασαν Bonfrère ζῆ V üb. d. Ζ. 18 ιεθοειρα V 20 δὲ] + καὶ V str. Bert 21 τῆς — ἀνατολάς Vallarsi 22 ff. Ἰεκθοήλ — Παλαιστίνης nach Η 26 Ἀπὸ — εὐαγγελίων nach Η 27 zur Interpunktion vgl. u. Τραχωνῖτις 28 ἀγγελίοις V* i. Τ. εὑ V2 a R.)
v.3.pt.1.p.112