Onomasticon
Eusebius of Caesarea
Eusebius. Eusebius Werke, Volume 3, Part 1. Klostermann, Erich, editor. Leipzig: Hinrichs, 1904.
Βαβέλ (Gen 11, 9), Βαβυλών. ἑρμηνεύεται σύγχυσις. ἦν δὲ πόλις βασιλείας γίγαντος Νεβρώδ, ἡνίκα ἐχύθησαν αἱ γλῶσσαι τῶν τὸν πύργον ἐπινοησάντων, ὧν ἄρχοντα γεγονέναι φησὶν Ἰώσιππος τὸν Νεβρώδ. καὶ μάρτυρα δὲ ὁ αὐτὸς τῆς κατὰ τὸν πύργον ἱστορίας τὴν Ἑλληνικὴν Σίβυλλαν παρατίθεται, γράφων οὕτως· »ὁ δὲ τόπος ἐν ὦτ’ τὸν πύργον ᾠκοδόμησαν νῦν Βαβυλὼν καλεῖται διὰ τὴν σύγχυσιν τοῦ περὶ τὴν διάλεκτον πρῶτον ἐναργοῦς· Ἑβραῖοι γὰρ τὴν σύγχυσιν> Βαβὲλ καλοῦσιν περὶ δὲ τοῦ πύργου καὶ τῆς ἀλλοφωνίας τῶν ἀνθρώπων μέμνηται <καὶ> Σίβυλλα γράφουσα οὕτως· πάντων ὄντων τῶν ἀνθρώπων, πύργον ᾠκοδόμησάν τινες ὑψηλότατον, ὡς ἐπὶ τὸν οὐρανὸν ἀναβησόμενοι δι’ αὐτοῦ. οἱ δὲ θεοὶ ἀνέμους ἐπιπέμψαντες ἀνέτρεψαν τὸν πύργον, καὶ ἰδίαν ἑκάστῳ φωνὴν ἒδωκαν· καὶ διὰ τοῦτο Βαβυλῶνα συνέβη κληθῆναι τὴν πόλιν‘.
Βαιθήλ (Gen 12, 8). καὶ νῦν ἐοτι κώμη Αἰλίας ἄποθεν σημείοις ιβ΄ <ἀπιόντων εἰς Νεάπολιν δεξιά· Οὐλαμμα>οῦς δὲ τὸ πρότερον καὶ Λουζά. ἣ καὶ γέγονε φυλῆς Βενιαμίν, πλησίον Βηθαῦν καὶ τῆς Γαῖ. καὶ ταύτην δὲ Ἰησοῦς ἐπολιόρκησε, τὸν βασιλέα αὐτῆς ἀνελών.
[*](1 Cart. Med. 1: ΑΙΝΩΝ Η ΕΓΓΥΣ ΤΟΥ ΣΑΛΙ<Μ> 8 ff. Procop. 309 B: ὗτος ἦν γίγας κυνηγὸς ἔναντι κυρίου. τοῦτον ἱστορεῖ Ἰώσηπος ἄρχοντα γεγενῆσθαι τῶν τὸν πύργον ἐπινοησάντων 19 ff. Joseph, arch. Ι, 4, 3 20 ᾖ. Procop 320 Α: Βαιθὴλ ἡ καὶ Οὐλαμμααῦς καλουμένη πρότερον ἀπὸ ιβ΄ σημείων Ἱερουσαλὴμ ἀπιόντων εἰς Νεάπολιν δεξιά, ἡ καὶ Λούζα, φυλῆς δὲ Βενιαμίν; Cart. Med. 28: ΛΟΥΖΑ Η ΚΑΙ ΒΕΘΗΛ; vgl. u. Ἀγγαί, Λουζά, Οὐλαμμαοῦς 21 Gen 28, 19 22 Jos 18, 13; Rieht 1, 23; Jos 18, 22; Jos 7, 2 23 Jos 12, 16)[*](1 ἀλεὶμ V 8 ἡνίκα ἐχύθησαν] 1. ἐν ᾗ συνεχύθησαν? 13 τοῦ — σύγχυσιν Joseph. 14 ἀλλοφωνίας Η Joseph, ἀλληλοφωνίας V 15 καὶ nach Η Joseph. | γράξουσα] λέγουσα Joseph. 16 τινες] + τῶν ἀνθρώπων V gegen (H?) 18 ἀνέτρεψαν Joseph, ἀνέστρεψαν V Ι ἑκάστῳ Joseph, ἑκάστου V 21 ἀπιόντων — Οὐλαμμαοῦς nach HP vgl. u. Οὐλαμμαοῦς οὔη V 22 Βηθαῦν] βηθαῦ τῆς καὶ νεφθαλεὶμ V nach Vallarsi Rest des übergangenen εἰς Νεάπολιν)ǁ Βαλά (Gen 14. 2). ἥ »ἐστι Σιγώ«, ἡ νῦν Ζοορὰ καλουμένη, [*](231) μόνη διασωθεῖσα ἀπὸ τῆς τῶν Σοδομιτῶν χώρας. ἣ καὶ εἰς ἔτι νῦν οἰκεῖται, τῇ νεκρᾷ παρακειμένη θαλάσσῃ, καὶ φρούριόν ἐστι στρατιωτῶν καὶ φύεταί γε παρ’ αὐτῇ τὸ βάλσαμον καὶ ὁ φοῖνιξ, δεῖγμα τῆς παλαιᾶς τῶν τόπων εὐφορίας.
[*](15v)Βάλανος <πένθους> (Gen. 35, 8). ὑφ’ ἣν ἔθαψαν ἀποθανοῦσαν τὴν τροφὸν Ῥεβέκκας.
Βαράδ (Gen 16, 14). ἀνὰ μέσον Κάδης καὶ Βαρὰδ« τὸ φρέαρ τῆς Ἂγαρ <εἰς ἔτι νῦν δείκνυται.
Βηθλεὲμ (Gen 35, 19) * * * > φυλῆς Ἰούδα, Αἰλίας ἄποθεν ς΄ ἐπὶ τὰ νότια περὶ τὴν φέρουσαν εἰς Χεβρὼν ὁδόν, ἔνθα τὸ μνῆμα Ἰεσσαὶ καὶ Δαυὶδ δείκνυται. ἐκαλεῖτο δὲ Βηθλεὲμ καὶ ὁ υἱὸς τοῦ Ἐφραθᾶ, ὡς ἐν Παραλειπομέναις.
[*](1 f. vgl. u. Ζογερά u. Σοορά 1 Cart. Med. 78: ΒΑΛΑΚ Η ΚΑΙ Σ<ΗΓΩΡ Η ΝΥΝ> ΖΟΟΡΑ 2 Gen 19, 21 f. 10 Cart. Med. 46: ΒΗΘΛΕΕΜ; Jos. 15, 59» 13 I Chron 2, 50 f.; 4, 4)[*](1 Βαλά HLXXE Βάβιά V Βαλόκ MLXXAB | ζωορὰ V 6 πένθους nach HLXX 9 εἰς — δείκνυται nach Η 10 Βηθλεέμ * * * * nach Η 11 περὶ (oder παρὰ) Wendland ἐπὶ V)Βεελσεφών (Ex 14, 2). πρὸς τῇ ἐρήμῳ σταθμὸς τῶν υἱῶν Ἰσραήλ, ἐξιόντων ἐξ Αἰγύπτου διὰ τοῦ κλύσματος, παρὰ τὴν ἐρυθρὰν θάλασσαν.
Βανηϊακάν (Nnra 33, 31 f.). ἐπὶ τῆς ἐρήμου σταθμὸς τῆς πορείας τοῦ λαοῦ.
Βαμώθ (Num 21, 19). πόλις τοῦ Ἀμορραίου πέραν τοῦ Ἰορδάνου ἐν τῷ Ἀρνωνᾷ, ἣν ἔλαβον υἱοὶ Ῥουβίν.
Βασάν (Num 21, 33). Ὢγ βασιλέως Βασάν, ἣν »ὁ Μαχαθὶ ἐπωνόμασεν || Αὐὼθ Ἰαείρ«, ἣν ἔλαβεν φυλὴ Μανασσῆ, κειμένη ἐν τῇ Γαλαάδ. [*](232) αὕτη ἐοτὶ Βασανῖτις, ἡ νῦν καλουμένη Βαταναία.
Βεελφεγώρ (Num 25, 3). ἑρμηνεύεται »εἶδος ἀσχημοσύνης«. ἔστι [*](16r) δὲ εἴδωλον Μωάβ, ὁ ἐστι Βαὰλ ἐπὶ τοῦ Φο|γὼρ ὄρους.
Βαιάν (Num 32. 3). πόλις τοῦ Ἀμορραίου. καὶ αὐτὴν ἔλαβον οἱ υἱοὶ Ῥουβίν.
Βηθναμράν (Num 32, 36). πέραν τοῦ Ἰορδάνου. ἣν ᾠκοδόμησεν φυλὴ Γάδ. καὶ ἔστι νῦν κώμη Βηθναμβρὶς ὡς ἀπὸ σημείων ε΄ Λιβιάδος ἐν βορείοις.
<Βηθαρράν (Num 32, 36). πέραν τοῦ Ἰορδάνου, ἣν ᾠκοδόμησεν φυλὴ Γάδ.>
Βεελμεών (Num 32, 38). πέραν τοῦ Ἰορδάνου, ἣν ᾠκοδόμησαν οἱ υἱοὶ Ῥουβίν. κώμη μεγίστη πλησίον Βααροῦ τῶν θερμῶν ὑδάτων
[*](8 Jos 13, 17 9 Deut. 3, 14 10 f. Num 32, 33; Jos 13, 30 22 Cart. Med. 21: <ΒΑ>ΑΡΟΥ; vgl. u. Βαβώθ V 8 Ῥουβίν nach Η vgl. Ζ. 14 Ἰσραήλ V 9 vorher Βασιλειῶν γ u. dazu a. R.: τά βασίλεια τῶν βασιλείων αἱ βασιλείαι τῶν βασιλειῶν V | Ὢγ] ist vorher πόλις ausgefallen? vgl. Η Ι ὁ Μαχαθὶ Lagarde ὀνομάχαν V 10 Αὐὼθ Ἰαείρ V Ι κειμένη]? vgl. Η | τῇ] 1. γῇ nach Η? Βηθναβράν V 19 f. Βηθαρράν — Γάδ nach Η 22 Ῥουβίν] + Βεελμεών V hierin ist vielleicht ein καὶ νῦν δὲ untergegangen vgl. Η Ι Βααροῦ mit Vallarsi nach HM τοῦ ὄρους V)ἐστὶ τῆς Ἀραβίας Βεελμαοὺς καλουμένη, διεστῶσα τῆς Ἐοβοῦς σημείοις θ΄. ἐντεῦθεν ἦν Ἐλισσαῖος ὁ προφήτης.
Βαάλ (Num 32. 38). πέραν τοῦ Ἰορδάνου, πόλις υἱῶν Ῥουβίν.
Βουθάν (Num 33, 6). σταθμὸς τῶν υἱῶν Ἰσραὴλ ἐπὶ τῇς ἐρήμου. ἡ καὶ Ἀϊθάμ.
βῆλά (Num 34. 11). ὅριον τῆς Ἰουδαίας ἀνατολικόν. κεῖται καὶ ἀνωτέρω Ἄρβηλά. Βοσόρ. (Deut 4, 43). ἐν τῇ ἐρήμῳ« »πέραν τοῦ Ἰορδάνου«. »τῆς φυλῆς Ῥουβίν«, »ἀπὸ ἀνατολῶν Ἱεριχώ«, πόλις ἱερατικὴ τῶν φυγαδευτηρίων, αὕτη ἐστὶ Βόστρα, ἡ νῦν μητρόπολις τῆς Ἀραβίας. ἔστι δὲ καὶ ἄλλη νῦν Βοσὸρ πόλις τοῦ Ἡσαῦ ἐν ὄρεσι || τῆς Ἰδουμαίας, ἧς [*](233) μέμνηται Ἡσαΐας λέγων »τίς οὗτος ὁ παραγενόμενος μένος ἐξ Ἐδώμ, ἐρύθημα ἱματίων αὐτοῦ ἐκ Βοσόρ«;
[*](16v)Ι Βηρὼθ »υἱῶν Ἰακείμ« (Deut 10, 6). ἐπὶ τῆς ἐρήμου τόπος, ἔνθα ἐτελεύτησεν Ἀαρών. καὶ δείκνυται ἀπὸ ι΄ σημείων Πέτρας πόλεως ἔπι κορύφης του ορους.
Βουνὸς ἀκροβυότιῶν (Jos 5, 3). τόπος ἐν Γαλγάλοις, ἐν ᾧ περιέτεμεν Ἰησοῦς τὸν λαόν ὡς ἀπὸ δύο σημείων Ἱεριχοῦς, ἔνθα δείκνυται εἰς ἔτι νῦν οἱ λίθοι, οὓς ἤνεγκαν ἀπὸ τοῦ Ἰορδάνου.
Βηθωρών (Jos 10, 10). ἔνθα κατεδίωξεν Ἰησοῦς τοὺς βασιλεῖς, ἣ γέγονεν υἱῶν Ἰωσήφ, τοῦ Ἐφραΐμ. καί εἰσι κῶμαι β΄ ὡς ἀπὸ σημείων Αἰλίας ιβ΄ ἐπὶ τὴν εἰς Νικόπολιν ὁδόν, ὧν ἡ μὲν καλεῖται Βηθωρὼν ἡ ἀνωτέρα, ἣν ᾠκοδόμησε Σολομὼν, ἡ δὲ κατωτέρα Λευίταις ἀφωρισμένη.
Βαρνή (Jos 10, 41). <ἡ> αὐτή ἐστι τῇ Κάδης Βαρνῆ; ἐρήμῳ παρατεινούσῃ Πέτρᾳ πόλει.
[*](2 Ι Kön 19, 16; vgl. S. 15, 24 5 Ex 13, 20; vgl. u. Ἠθάμ 7 S. 14 10 Jos. 20, 8 10 Jos 21, 30; vgl. LXX cod. 56: ἡ Βοσὸρ πόλις τῆς Ἀραβίας νῦν καλουμένη Βόστρα 12 Jes 63, 1 18 vgl. S. 64, ff. 20 Jos 4, 3ff. 20ff. 21 Cart. Med. 39: ΒΗΘΩΡΩΝ 22 Jos 16, 5 24 Ι Kön 9, 17; ΙΙ Chron 8 24 f. Jos 21, 22 26 vgl. u. Λάδης Βαρνῆ)[*](1 Ἐσβοῦς Vallarsi ἰεβους V 5 ἀθάμ V 6 Ἰουδαίας Martianay Ἰδουμαίας V w. e. seh. 7 Ἄρβηλά nach Η u. S. 14, 18 Ἀβηλά V 9 ἱερατικὴ] + καὶ Bonfrère, vgl. S. 64, 6 usw. 16 κορυφῆς Wendland κορυφὴν V 21. 24 Βηθθωρων V 22 γέγονεν] + ἑνὸς? Wendland 23 f. ἡ — Σολομὼν] Irrtum des Eusebius? 24 σαλομών V | δὲ] + Βηθωρὼν ἡ nach Η? 26 ἡ αὐτὴ nach Η αὕτη V κάδι βαρνῆ Χ | τῇ2] ἐν τῇ Bonfrerje, doch vgl. u. Κάδης Βαρνῆ, wo ebenfalls V: Κάδης Βαρνῆ, ἔρημος κτλ. hat, Η: Cades Barne in deserto.)Βααλγάδ (Jos 11, 17). πόλις ἐν τώ πεδίῳ »τοῦ Λιβάνου, ὑπὸ ὄρος τὸ Ἀερμών«. ἣν καὶ αὐτὴν ἀνεῖλεν Ἰησοῦς.
Βεθφογόρ (Jos 13, 20). πέραν τοῦ Ἰορδάνου, πόλις υἱῶν Ῥουβίν, πλησίον τοῦ Φογὸρ ὄρους, ἀπέναντι Ἱεριχώ, ἀνωτέρω Λβιάδος σημείων ς΄.
[*](17r)| Βηθασιμούθ (Jos 12, 3). τόπος τῆς Ἰσιμοῦθ, <ἔστι δὲ εἰς ἔτι νῦν κώμη Ἰσιμοὺθ> ἀντικρὺ Ἱεριχοῦς ἀπὸ μιλίων ι΄ πρὸς νότον παρακειμένη τῇ νεκρᾷ θαλάσσῃ.
|| Βηρώθ (Jos 9, 23). ὑπὸ τὴν Γαβαών. καὶ ἔστι νῦν κώμη πλησίον Αίλίας κατιόντων ἐπὶ Νικόπολιν ἀπὸ ζ΄ σημείων, || Βοτνία (Jos 13, 26) ἡ καὶ Ποτεείν. πέραν τοῦ Ἰορδάνου, πόλις [*](234) φυλῆς Γάδ. καὶ εἰς ἔτι νῦν ὁμοίως ἐν τοῖς τόποις χρηματίξει.
<Βηθαράμ (Jos 13, 27). πόλις φυλῆς Γάδ, πλησίον τοῦ Ἰορδά>νου· Βηθραμφθὰ παρὰ Ἀσσυρίοις. αὕτη δέ ἐστιν ἡ νῦν καλουμένη Λιβιάς.
Βηθνεμρά (Jos 13. 27). πέραν τοῦ Ἰορδάνου, πόλις φυλῆς Γὰδ, πληοίον Λιβιάδος.
B<ηθαγλά (Jos 15, 6). φυλῆς Ἰούδα>. κώμη ἐστὶ σημείῳ κατιόντων εἰς Γάζαν Ἀγλα’ καλουμένη. καὶ ἄλλη Βηθαγλαὶμ ἀπὸ η΄ οημείων παράλιος.
<Βηθαραβά (Jos 15, 6). φυλῆς Βαάλ (Jos 15, 9). »οὕτη ἐστὶ Καριαθιαρεὶμ, πόλις Ἰαρείμ«, φυλῆς Ἰούδα. καὶ ἒστι κατιόντων ἀπὸ Αἰλίας εἰς Διόσπολιν κώμη Καριαθιαρεὶμ ὡς ἀπὸ σημείων ι΄.
Βααλὰ (Jos 15, 11) ἡ καὶ Βαλά. φυλῆς Ἰούδα.
Βαλώθ (Jos 15, 24). φυλῆς Ἰούδα.
[*](17v | Βεθφαλεὶ (Jos 15, 27) ἡ καὶ Βεθελεί. φυλῆς Ἰούδα.)[*](1 f. Procop. 1024 Α: Βαλγὰδ (Baalgad) δὲ ἐν τῷ πεδίῳ τοῦ Λιβάνου κεῖται ὑπὸ τὸ ὄρος τὸ Ἀερμών 6 vgl. u. Ἰσιμούθ 9 f. Procop. 1020 C: ἡ δὲ Βηθὼρ κώμη νῦν ἐστι πλησίον Αἰλίας κατιόντων ἐπὶ Νικόπολιν ἀπὸ ἑβδόμου σὴ μείου 18 Cart. Med. 107: ΒΗΘΑΓΙΔΕΑ? 22 f. Jos 15, 60)[*](1 Βααλγώδ V 2 τὸ1 nach PLXX τοῦ V 6 l. Βηθαισιμούθ (LXXF) oder Βηθσιμούθ (H) ? Ι ἰσθμοῦθ V Ι τόπος nach Η τόποι V 6 f. ἔστι — Ἰσιμούθ nach Η 11 Ποτεείν] Βοτενείν Bonfrère 13 Βηθαρὰμ — Ἰορδά- Martianay 18 Βηθαγλά — Ἰούδα nach Η Ι σημείῳ ι΄ nach Η σημείου V 21 Βηθαραβά — Ἰούδα nach HLXX 22 Ἰαρείμ nach HLXX ἰαείρ V 25 Βααλὰ Bert Βαλαὰ V 27 Βεθφαλεὶ nach Η vgl. Vallarsi Βελφαλεὶ V | καὶ Βεθελεὶ] καμεθελεῖ V)Βηρσαβεέ (Jos 15, 28; 9, 2). φυλῆς Ἰούδα καὶ Συμεών, ἔτι καὶ νῦν ἐστι κώμη μεγίστη ἀπέχουσα Χεβρὼν σηβείοις κ΄ πρὸς νότον, έν ᾖ καὶ φρούριον στρατιωτῶν ἐγκάθηται· ὅθεν ἀρχὰς εἶχεν τὰ ὅρια τῆς Ἰουδαίας, παρατείνοντα ἐπὶ Δὰν τὴν πλησίον Πανεάδος. ἑρμηνεύεται δὲ Βηρσαβεέ <φρέαρ ὁρκισμοῦ> ἀπὸ τῆς Ἀβραὰμ καὶ Ἰσαὰκ πρὸς τὸν Ἀβιμελὲχ ὁρκωμοσίας. οὐ χρὴ δὲ ταράττεσθαι ἐπὶ [*](235) τῷ τὰς Ἰούδα λεγομένας πόλεις τὰς αὐτὰς εὑρίσκεσθαι ἤτοι Συμεὼν ἢ Βενιαμίν. ἐπειδὴ γὰρ ἡ τοῦ Ἰούδα φυλὴ προκατῆρχεν ἐν τοῖς πολέμοις, εἰκότως αὐτῇ μὲν διὰ τὰ κατορθώματα ἡ τῆς χώρας ἐπεγράφετο κτῆσις, ἐν δὲ τῇ διανομῇ τῶν κλήρων καὶ εἰς ἑτέρας μετεδίδοτο φυλάς. ἐπισημαίνεται δὲ σαφῶς ἡ γραφὴ ὅτι κατῴκησε Συμεὼν ἐν μέσῳ φυλῆς Ἰούδα.
Βαλαάμ (Jos 15, 29). φυλῆς Ἰούδα.
Βασκώθ (Jos 15, 39). φυλῆς Ἰούδα.
Βηθδαγών (Jos 15, 41). φυλῆς Ἰούδα. καὶ ἔστι νῦν κώμη μεγίστη Κεπαραδαγὼν μεταξὺ Διοσπόλεως καὶ Ἰαμ<νίας>.
[*](18r)| Βηθαλώθ (Jos 15. 59). φυλῆς Ἰούδα. Βηθαφοῦ (Jos 15, 53). φυλῆς Ἰούδα. κώμη ἐπέκεινα Ῥαφίας σημείοις ἰδ’ εἰσιόντων εἰς Αἴγυπτον, ἣ καὶ ὅριόν ἐστι παλαιστίνης.
<Βηθα>ραβά (Jos 15, 61). <Σ΄ ἐν τοῖς> περὶ τὴν ἀοίκητον.
Βεεσθαρά (Jos 21, 27). φυλῆς Μανασσῆ, Λευίταις ἀφωρισμένη »ἐν τῇ Βασανίτιδι«.
Βηθαῦν (Jos 18, 12). φυλῆς Βενιαμίν, πλησίον τῆς Γαῖ <καὶ> τῆς Βεθήλ, ἔναντι Μαχμάς.
<Βαλιλώθ (Jos 18, 17). φυλῆς Βενιαμίν.>
[*](1 ff. Cart. Med. 90: ΒΗΡΣΑΒΕΕ Η ΝΥΝ ΒΗΡΟΣΣΑΒΑ ΕΩΣ ΤΑΥΤΗΣ ΤΑ ΟΡΙΑ ΤΗΣ ΙΟΥΔΑΙΑΣΤ ΤΑ ΠΡΟΣ ΝΟΤΟΝ ΑΠΟ ΔΑΝ ΤΗΣ ΠΡΟΣ ΠΑΝΕΑΔΙ ΗΤΣ ΟΡΙΖΕΙ ΤΑ ΠΡΟΣ ΒΟΡΡΑΝ 3 f. Rieht 20 1? 5 f. Gen 21, 32; 26, 33 vgl. Φρέαρ ὁρκισμοῦ 11 Jos 19, 1 18 vgl. u. Θαφφοῦ)[*](1 Βηρσαβεέ Bonfrère vgl. HM Βηθσαμαιέ V | καὶ] 1. ἧ nach H? 4 τῆς] 1 γῆς nach Η? 5 φρέαρ ὁρκισμοῦ nach Η vgl. u. Φρέαρ ὁρκισμοῦ 8 πολεμίοις V (vgl. Η) 10 διαμονὴ V 15 Βηδαγών V 16 Κεπαραδαγὼν nach Η vgl. Vallarsi Lagarde καὶ παραδαγὼν V Ι Ἰαμνίας] ἰαμ V (a. R. ζ τ) 18 ΒηΜάφου V | Ῥαφίας Bert ῥουφίας V 21 ἐν τοῖς nach Η Hex. 24 f. Γαῖ καὶ τῆς] γατῆς V 25 μάχας V 26 Βαλιλώθ — Βενιαμίν nach Η; doch ist vielleicht noch vorher etwas ausgefallen, vgl. Η zu Βηθαῦν)Βεθσούρ (Jos 15, 58). φυλῆς Ἰούδα ἢ Βενιαμίν. καὶ ἔστι νῦν κώμη Βηθσωρὼ ἀπιόντων ἀπὸ Αἰλίας εἰς Χεβρὼν ἐν κ΄ σημείῳ, [*](236) ἔνθα καὶ πηγὴ ἀπὸ ὄρους ἐξιοῦσα δείκνυται, ἐν ᾗ λέγεται ὁ εὐνοῦχος Κανδάκης βεβαπτίσθαι ὑπὸ Φιλίππου. ἔστι δὲ καὶ ἄλλη Βεθσούρι φυλῆς Ἰούδα, Ἐλευθεροπόλεως <ἀπέχουσα σημεῖον ἕν>.
Βοόν (Jos 18, 17). φυλῆς Βενιαμίν.
<Βηθαλών (Jos 18, 19). φυλῆς Βενιαμίν.> Σ΄ εἰς τὴν πεδιάδα.
Βηθαγλά (Jos 18, 19. 21). φυλῆς Βενιαμίν.
<Βηρώθ (Jos 18, 25). φυλῆς Βενιαμίν.>
Βολά (Jos 19, 3). κλήρου Συμεών.
Βαθούλ (Jos 19, 4). κλήρου Συμεών.
<Βήθ (Jos 19, 5). κλήρου Συμεών.>
Βααλέθ (Jos 19, 8). κλήρου Συμεών.
Βηραμμὠθ (Jos 19, 8). κλήρου Συμεών.
<Βηθλαβαώθ (Jos 19, 6). κλήρου Συμεών.>
Βηθλεέμ (Jos 19, 15). κλήρου Ζαβουλών. ἑ ἐστὶν αὕτη τῆς ιούδα.
Βηθφάσις (Jos 19, 21). φυλῆς Ἰσοάχαρ.
[*](18v)| Βατναί (Jos 19, 25). φυλῆς Ἀσήρ, καὶ νῦν καλεῖται κώμη Βεθβετέν, ἀπὸ ὀγδόου σημείου Πτολεμαΐδος εἰς ἀνατολάς.
Βηθδαγών (Jos 19, 27). συνάπτει »τῷ Ζαβουλών«, κλήρου Ισσάχαρ.
Βηθαεμέκ (Jos 19, 27). Σ΄ τὴν κοιλάδα. κλήρου Ἀσήρ.
Βηθαναθά (Jos 19, 38). φυλῆς Νεφθαλείμ. καὶ ἔστι κώμη Βαταναία ἀπὸ ἴε σημείων Καισαρείας, ἐν ᾑ λέγεται εἶναι λουτρὰ ἰάσιμα. κεῖται δὲ καὶ ἀνωτέρω Ἀναία.
[*](1 ff. Cart. Med. 74: ΒΕΘΣΟΥΡΑ ΤΟ ΤΟΥ ΑΓ<ΙΟΥ> ΦΙΛ<ΛΙΠ> ΠΟΥ ΕΝΘΑ ΔΕΓΟΤΣΙ ΒΑΠΤΙΣΘΗΝΑΙ ΚΛΝΔΑΚΗΝ ΤΟΝ ΕΥΝΟΥΧΟΝ 1 II Chron 11, 7 10? 3 f. Act 8, 38 11 Cart. Med. 116: [ΒΑ<Θ> ΥΛΙΟΝ? 21 Cart. Med. <ΒΗΤ>ΟΔΕΓΑΝΑ? 26 S. 26, 9. 13)[*](1 Βεδσούρ V 1 f. ἔστι . . . . ἀπιόντων nach Η ἔτι . . . , καλεῖται τῶν V ἔτι . . . . καλεῖται ἀνιόντων Vallarsi 4 φεθσούρ V 5 ἀπέχουσα σημεῖον ἵν vgl. S. 8, 8 u. 84, 12 7 Βηθαλών — Βενιαμίν Vallarsi 8 Βοηθ Ἀγλά V 9 Βηρώθ — Βενιαμίν nach Η 12 Βήθ — Συμεών nach Η 15 Βηθλαβαώθ — Συμεών nach Η 16 τῆς] + ἐν? 18 Ἰσσαχὰρ nach Η Ἰούδα V 20 βεβετέν V 21 Βηθφαγών V Ι κλήρω V 23 Βηθαεμέκ. Σ΄ nach HLXX vgl. Vallarsi Βηθλεέμ. εἰς )Βάνη (Jos 19, 45). φυλῆς Δόν.
Βαρακαί (Jos 19, 45). φυλῆς Δάν. εἰς ἔτι νῦν περὶ τὴν Ἂζωτόν [*](237) τόν ἐστι κώμη Βάρκα.
Βεζέκ (Richt 1, 4), πόλις Ἀδωνιβεζέκ. καὶ νῦν εἰσι κῶμαι β΄ Βεζέκι ἀλλήλων πλησίον, Νέας πόλεως ἀπέχουσαι σημείοις ἲξ κατιόντων ἐπὶ Σκυθόπολιν.
Βηθσάν (Richt 1, 27). ταύτης »οὐκ ἐξῆρέ τοὺς ἀλλοφύλους ἡ φυλὴ Μανασοῆ. αὕτη ἐστὶ Σκυθόπολις, ἐπίσημος Παλαιστίνης πόλις. καλεῖ δὲ αὐτὴν ἡ γραφὴ καὶ οἶκον Σάν, ὅπερ ἐστὶν »οἶκος ἐχθροῦ«.
Βηθσαμές (Richt 1, 33). πόλις ἱερατική, φυλῆς Βενιαμίν. καὶ ἔστιν εἰς ἔτι νῦν ἀπέχουσα Ἐλευθεροπόλεως σημείοις ι΄ πρὸς ἀνατολὰς μεταξὺ Νικοπόλεως.
[*](19r)Βαθμά (Richt 1, 33). κλήρου Νεφθαλείμ. οὐδὲ ταύτης ἐξῆρεν τοὺς ἀλλοφύλους.
<Βηθοαμὲς (Richt 1, 33) ἄλλη, φυλῆς Νεφθαλείμ. οὐδὲ ταύτης ἐξῆρεν τοὺς ἀλλοφύλους.>
Βααλερμών (Richt 3, 3). ὄρος παρὰ τὸν Λίβανον, ὅριον τῶν ἀλλοφύλων.
Βαλέθ (Jos 19, 44). κλήρου Δάν.
Βεθβηρά (Richt 7, 24). ὕδωρ ὃ προκατελάβετο Γεδεών.
Βηθαοεττά (Richt 7, 22). ἔνθα ἔφυγε Μαδιάμ.
Βάλανος Σικίμων (Richt 9, 6). ἔνθα ἐβαοίλευσεν Ἀβιμέλεχ. δείκνυται ἐν προαστείοις Νέας πόλεως ἐν τῷ τάφῳ Ἰωσήφ.
|| Βορκοννείμ (Richt 8, 7. 16). Ἀ΄ τραγακάνθας, Σ΄ τριβόλους. [*](238)
Βηρά (Richt 9, 21). ἔνθα φυγὼν Ἀβιμέλεχ Ἰωάθαμ κατῴκησεν.
[*](19v)ἀπέχει ἡ κώμη Ἐλευθεροπόλεως σημείοις η΄ | ἐν τοῖς βπρεόπος.
[*](10 Ι Sam 31, 10; Ι ön 4, 12 11 vgl. u. Σαμές ? Jos 21, 16; Jos 18, 17 16 f. Jos 19, 38 24 Cart. Med. 17: ΤΟ ΤΟΥ ΙΩΣΗΦ; vgl. Jos 24, 32 25 Procop. 1069 Α: Βορκομμὶν κατὰ μὲν Σύμμαχον αἱ τρίβολοι, κατὰ δ’ Ἀκύλαν τραγάκανθαι)[*](3 Βαρηκά Vallarsi βαρβά V 6 ἀπέχουσα V 10 Σάν Bert σῆμ’ V 14 Βαθμἀ] 1. Βαιθανάθ nach HLXX? 16 f. Βηθσαμές — ἀλλοφύλους nach Η vgl. u. Ἀχζείφ, Ἀφέκ usw. 22 Βηθασεττά nach HLXX Βετθασεττά V 25 Σ΄] ς΄ (= καὶ) V)Βααλθαμάρ (Richt 20, 33). πλησίον Γαβά. ἔνθα παρετάξαντο οἱ υἱοὶ Ἰσραὴλ εἰς πόλεμον τῇ φυλῇ Βενιαμίν. καὶ καλεῖται ἐν τοῖς τόποις εἰς ἔτι Βηθθαμάρ.
Βηθχώρ (Ι Sam 7, 11f.). ἔνθα κατεδίωξεν ὁ λαὸς »τοὺς ἀλλοφύλους«. καὶ ἐκλήθη »λίθος τοῦ βοηθοῦ«
Βαμά (Ι Sam 9, 12). ἔνθα συνέφαγε Σαοὺλ τῷ Σαμουήλ, μέλλων χρίεσθαι εἰς βασιλέα. ὁ δὲ Ἀκύλας τὸ ἐν βαμὰ ὑψώματι ἡρμήνευσεν.
βωσῆς (Ι Sam 14, 4). ὄνομα πέτρας.
Βασώρ (Ι Sam 30, 9). χειμάρρους ἔνθα ἦλθε Δαυίδ.
Βωρασάν (Ι Sam 30, 30). ἔνθα ἀπέστειλε Δαυὶδ »τῶν σκύλων«. 19IIr | Βαουρείμ (II Sam 3, 16). ἔνθα τὴν Μελχὼλ κατέστησεν ὁ ἀνὴρ ἀύτης.
Βααλασώρ (II Sam 13, 23). »ἐχόμενα Ἐφραΐμ«, ἔνθα ἔκειρον »τῷ Ἀβεσσαλώμ«.
<Βηθμαχά (II Sam 20, 14). * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * Μαχαμείμ.>
|| Βάλθ (Ι Kön 9, 18). πόλις ἣν ᾠκοδόμησε Σολομών. [*](239)
Βαιθσαρισά (ΙΙ Κön 4, 42). ὅθεν ὁ ἄνθρωπος πρὸς Ἐλισσαῖον. ἔστιν ἐν ὁρίοις Διοσπόλεως ἀπὸ σημείων ιε΄ τοῖς πρὸς βορρᾶν ἐν τῇ Θαμνιτικῇ.
Βαιθαγγάν (II (Kön 9, 27). ὁδὸς δι᾿ ἧς ἔφυγεν Ὀχοζίας.
<Βασεκάθ (II Kön 22, 1). πόλις ἀρχαία τῆς Ἰουδαίας.>
[*](19IIv)Βαιθακάθ (II Kön 10, 12). ἔνθα ἦλθεν Ἰοῦ. | ἔστι κώμη τῆς
[*](1 γαμά V 3 βησθακάρ V 4 Βασιλειῶν Martianay 8 ἐν βᾶμὰ] ἐνθαμᾶ V 12 βωσασάν V | απο του σιραχ V1 a. R. 15 f. ἔκειρον τῷ nach HLXX ἐκρίνοντο ὁ V mit kritischen Zeilen bei — νοντο (l. ἔκειρον τῷ Ἀβεσσαλὼμ <τὰ πρόβατα>?) 17 ff. Βηθμαχά — Μαχαμείμ nach Η, V lässt eine Zeile frei und wiederholt dann Z. 13f. Βαουρείμ — αὐτῆς 20 l. Βαλάθ nach HLXX? 21 Βαιθσαρισά. ὅθεν ὁ nach Η vgl. Bonfrère (oder l. <ὅθεν σὺν δώροις ἦλ>θεν ὁ?) Βαιθσαρισάθ. ἐν ᾗ V 25 Βασεκάθ — Ἰουδαίας nach HLXX 26 f. ἔνθα — Σαμαρείας nach Η τῆς Σαμαρείας, ἔνθα ἦλθεν Ἰοῦ. ἔστι κώμη V 26 ϊοῦ V ϊοῦδας V1)Σαμαρείας, τῆς Λεγεῶνος ἀπέχουσα σημείοις ἴε ἐν τῷ μεγάλῳ Ἀ΄ οἴκῳ κάμψεως, Σ' οἴκῳ ἑκάστων.
Βαιθαννὴ (11 Kön 17, 30) ἡ καὶ Βαινίθ. ταύτην ἔκτισαν οἱ Βαβυλῶνος Σαμαρεῖται.
Βύβλος (Ez 27, 9). πόλις Φοινίκης, ἐν Ἱεζεκιήλ, ἀνθ’ οὗ τὸ Ἑβραικὸν ἔχει Γοβέλ.
Βούβαστος (Ez 30, 17). πόλις Αἰγύπτου ἐν Ἱεζεκιήλ.
Βώζ (Jer 25, 23). ἐν γῇ Κηδάρ. ἐν Ἱερεμίᾳ.
Βἡλ (Jer 50, 2). εἴσωλον Βαβυλῶνος.
Βηθσαϊδά (Matth 11, 21). πόλις Ἀνδρέου καὶ Πέτρου« καὶ φιλίππου. [*](20r) κεῖται δὲ ἐν τῇ Γαλιλαίᾳ πρὸς τῇ Ι Γεννησαρίτιδι λίμνῃ. Βηθφαγή (Matth 21, 1). κώμη πρὸς τῷ ὄρει τῶν ἐλαιῶν, ἔνθα <ἠλθεν κύριος Ἰηδοῦς.
Βηθανία (Matth 21, 17). κώμη ἐν δευτέρῳ Αἰλίας σημείῳ, ἐν κρημνῷ τοῦ ὄρους τῶν ἐλαιῶν, ἔνθα> ὁ Χριστὸς τὸν Λάζαρον δείκνυται εἰς ἔτι καὶ νῦν ὁ Λαζάρου τόπος. ΙΙ Βηθααβαρά (loh 1, 28). »ὅπου ἦν Ἰωάννης βαπτίζων« »πέραν [*](240) τοῦ Ἰορδάνου«. καὶ δείκνυται ὁ τόπος, ἐν ᾧ καὶ πλείους τῶν ἀδελφῶν εἰς ἔτι νῦν τὸ λουτρὸν φιλοτιμοῦνται λαμβάνειν.
Βηζαθά (loh 5, 2). κολυμβήθρα ἐν Ἱερουσαλήμ, ἥτις ἐστὶν ἡ προβατική«, τὸ παλαιὸν ε΄ στοὰς ἔχουσα. καὶ νῦν δείκνυται ἐν αὐτόθι λίμναις διδύμοις, ὤν ἑκατέρα μὲν ἐκ τῶν κατ’ ἔτος ὑετῶν πληροῦται, θατέρα δὲ παραδόξως πεφοινιγμένον δείκνυσι τὸ ὕδωρ, ἴχνος, ὥς φασι, φέρουσα τῶν πάλαι καθαιρομένων ἐν αὐτῇ ἱερείων. παρ’ ὃ καὶ προβατικὴ καλεῖται, διὰ τὰ θύματα.
[*](11 Job. 1,44 16 Joh 11, 1 18 ff. Cart. Med. 20: ΒΗΘΑΒΑΡΑ ΤΟ ΤΟΥ ΑΓΙΟΥ ΙΩΑΝΝΟΥ ΤΟΥ ΒΑΠΤΙΣΜΑΤΟΣ; vgl. Orig. comm. in Jon t. G, 40 21 ff. vgl. Orig. sei. in Joh 5, 2)[*](1 Λεγεῶνος Martianay λεγομένης V 2 κάμψεως, Σ' Vallarsi σ' κάμψεως V 1 Βούβατος 8 Βώζ. ἐν γῇ nach HLXXQ 88 Βωζάν. γῆ V 12 Γαλιλαίᾳ] + τῇ V unwahrscheinlich 13 τῷ] τὸ V* τώ V1 a. R. 14 ᾖ. ἦλθεν — ἔνθα nach Η vgl. Vallarsi 22 f. δείκνυνται αὐτόθι λίμναι δίδυμοι? Wendland)Γαιῶν (Gen 2, 13). ὁ παρ’ Αἰγυπτίοις Νεῖλος, ἐκ παραδείσου μὲν προίων, κυκλῶν δὲ πᾶσαν Αἰθιοπίαν«.
Γόμορρα (Gen 10, 19). μία τῆς πενταπόλεως Σοδόμων ἅμα ταῖς λοιπαῖς ἀφανισθεῖσα.
Γέραρα (Gen 20, 1). ἀφ’ ἧς νῦν καλεῖται ἡ Γεραριτική, ὑπὲρ 20v | τὸν Δαρωμᾶν κειμένη, ἀπέχουσα Ἐλευθεροπόλεως σημείοις κε πρὸς νότον. ἦν δὲ τὸ παλαιὸν τῶν Χαναναίων ὅριον πρὸς μεσημβρίαν, καὶ πόλις βασιλικὴ τῶν Φυλισταίων. κεῖται δέ, ὥς φησιν ἡ γραφή, »ἀνὰ μέσον Κάδης καὶ ἀνὰ μέσον Σούρ«, δύο ἐρήμων, τῆς μὲν τῇ Αἰγύπτῳ παρακειμένης, εἰς ἣν κατήντησεν ὁ λαὸς τὴν ἐρυθρὰν θά- λασσαν διελθών, τῆς δὲ Κάδης ἐπὶ τὴν τῶν Σαρακηνῶν ἐρημίαν παρατεινούσης.
Γαλαάδ (Gen 31, 21). ὄρος εἰς ὃ κατήντησεν Ἰακὼβ φεύγων τὸν Λαβάν, ὁδὸν ἀνύσας »ἡμερῶν ζ’« ἀπὸ Χαρρὰν τῆς Μεσοπο||ταμίας. [*](241) χεῖται δὲ ἐπὶ τὰ νῶτα τῆς Φοινίκης καὶ τῆς Ἀραβίας, καὶ συνάπτον τῷ Λιβάνῳ παρατείνει διὰ τῆς ἐρήμου μέχρι τῆς ὑπὲρ τὸν Ἰορδάνηνξ Πέτρας, ἐν ᾖ κατῴκει Σηὼν ὁ Ἀμορραῖος. τοῦτο δέδοται εἰς κλῆρον τοῖς υἱοῖς Ῥουβὶν καὶ <Γὰδ καὶ τῷ ἡμίσει φυλῆς Μανασσῆ. καὶ ἐν
[*](3 f. vgl. Joseph, arch. Ι, 1, 3 7 ff. Procop. 309 C: »Γέραρα«. ἀφ’ ἦς νῦν καλεῖται ἡ Γεραριτικὴ ὑπὲρ τὸν Δαρωμὰν κειμένη, ἀπέχουσα Ἐλευθεροπὀλεως σημείοις κε πρὸς νότον. πόλις δὲ ἦν (+ quondarn) βασιλικὴ τῶν φυλιστιείμ· ἐν μέσῳ δὲ κεῖται Σοὺρ καὶ Κάδης τῶν έρήμων; Cart. Med. 91 f.: ΓΕΡΑΡΑ. ΒΑΣΙΛΙΚΗ ΠΟΤΕ ΠΟΔΙΣ ΤΩΝ ΦΥΛΙΣΤΙΑΙΩΝ ΚΑΙ ΟΡΙΟΝ ΤΩΝ ΧΑΝΑΝΑΙΩΝ ΤΟ ΠΡΟΣ ΝΟΤΟΝ ΕΝΘΑ ΤΟ ΓΕΡΑΡΙΤΙΚΟΝ ΣΑΛΤΟΝ 11 Gen 20, 1 12 1 Sani 15, 7; Ex 15, 22 13 Num 27, 14? 16 Gen 31, 23 17 ff. Procop. 1059 Α: κεῖται ἡ Γαλαὰδ ἐπὶ τὰ νῶτα τῆς Φοινίκης καὶ τῆς Ἀραβίας· καὶ συνάπτει τῴ Λιβάνῳ καὶ παρατείνει διά τῆς ἐρήμου μέχρι τῆς ὑπὲρ τὸν Ἰορδάνην Περαίας. ἐν ᾗ κατῴκει Σηὼν ὁ Ἀμορραῖος. ἢν ἐκληρώσαντο αἱ δύο ἡ μισεῖς φυλαί. καὶ ἐν Ἱερεμίᾳ δὲ »σύ μοι ἀρχὴ τοῦ Λιβάνου« εἴρηται ἔστι δὲ καὶ ὄρος Γαλαὰδ καὶ πόλις ὁμώνυμος ἐπ’ αὐτῷ, ἢν ἔλαβεν ἀπὸ τοῦ Ἀμορραίου Γαλαὰδ υἱὸς Μαχεὶρ υἱοῦ Μανασσῆ 19 f. Deut 3, 16; Jos 13, 8. 11 20 f. Jer 22, 6)[*](7 γεγαρτική V 8 δωρομάν V 15 ὄρος εἰς ὃ Bonfrere ἀγρὸς εἰς ὂν V 17 σύνοπτον Lietzmann συνάπτων V 19 Πέτρας] Περαίας Ρ χώρας Vallarsi 20 f. Γὰδ — δὲ nach HP)Ἱερεμίᾳ δὲ> »Γαλαάδ, <δύ μοι> ἀρχὴ τοῦ λιβάνου εἴρηται. δὲ καὶ Γαλαὰδ πόλις ὁμώνυμος τώ ὄρει ἐπ’ αὐτῷ κειμένη.
[*](21r)| ἣν ἔλαβεν ἀπὸ τοῦ Ἀμορραίου » Γαλαὰδ υἱὸς Μαχὶρ υἱοῦ Μανασση «.
Γάδερ (Gen 35, 16). πύργος, ἔνθα κατοικήσαντος τοῦ Ἰακὼβ Ῥουβὶν τῇ Βάλλᾳ ἐπανίσταται.
Γεθέμ (Gen 36, 35), ὡς δὲ τὸ Ἑβραικόν, Αὐείθ. πόλις Ἀδάδ, ὃς ἐβασίλευσε γῆς Ἐδὼμ τέταρτος ἐν τῇ Ἰδουμαίᾳ, τῇ νῦν Γεβαληνῇ καλουμένῃ.
Γεσέμ (Gen 45, 10). χώρα τῆς Αἰγύπτου, ἐν ᾖ κατῴκησεν Ἰακὼβ ἅμα τοῖς υἱοῖς αὐτοῦ.
Γαδιὼν Γαβέρ (Num 33, 35). ἐπὶ τῆς ἐρήμου σταθμὸς τῶν υἱῶν Ἰσραήλ, ὡς ἐν Ἀριθμοῖς· ὡς δὲ ἐν Δευτερονομίῳ, πόλις Ἡσαῦ. λέγουσι δὲ ταύτην εἶναι τὴν Ἀσιὰν πλησίον τῆς ἐρυθρᾶς θαλάσσης καὶ Ἀϊλά.
Γαῖ (Num 33, 44). ἐπὶ τῆς ἐρήμου σταθμὸς τῶν υἱῶν Ἰσραήλ. καὶ ἔστιν εἰς ἔτι νῦν Γαῖα πόλις τῇ Πέτρᾳ παρακειμένη. Γελμὼν Δεβλαθαείμ (Num 33, 46). ἐπὶ τῆς ἐρήμου σταθμός
|| Γαδγάδ (Num 33, 32). ὄρος ἐπὶ τῆς ἐρήμου, σταθμὸς τῶν υἱῶν [*](242) Ἰσραήλ.
Γάξα (Deut 2, 23). πόλις τῶν Εὐαίων, ἐν ᾖ κατῴκησαν Καππάδοκες, [*](21v) τοὺς Εὐαίους ἀνελόντες. τὸ πάλαι ἢν δὲ ἦν ὅριον τῶν Χαναναίων τῶν πρὸς τῇ Αἰγύπτῳ. καὶ ἀφωρίοθη μὲν τῇ φυλῇ Ἰούδα, οὐ μὴν ἐκράτησεν αὐτῆς, οὐδὲ ἠφάνισε τοὺς ἐν αὐτῇ ἀλλοφύλους, μένει δὲ εἰς ἔτι νῦν πόλις ἐπίσημος τῆς Παλαιστίνης.
[*](1 f. Num 32, 39 5 f. Gen 35, 21 13 Procop. 160 D? 14 Deut 2, 8 22 Cart. Med. 110: Ε; AZA 23 Gen 10, 19 25 Jos 15, 47; Richt 1 18)[*](1 σύ μοι nach HPLXX, freier Raum von 4 Bb. V | ἔστι nach Ρ ἔτι V 2 ὁμώνυμος] + τῷ λιβάνῳ V (vgl. Ζ. 1) str. Wendland | ἐπ’ αὐτῷ nach HP ἐν αὐτῇ V 7 Γεθέμ nach HLXX Γεθέα V | Ἀδάδ nach HLXX ἀδδά V 8 γῆς Ἐδὼμ] zu streichen? vgl. Η | τῇ1] 1. γῇ nach H? 13 ἐρήμου] + ὁ V 18 πόλις] + τῆς) Παλαιστίνης nach Η? 25 αὐτῇ] + Ἐνακείμ nach Η vgl. u. Γέθ?)Γεργασεί (Deut 7. 1). ἐπέκεινα τοῦ Ἰορδάνου παρακειμένη πόλις τῷ Γαλαάδ, ἣν ἔλαβε φυλὴ Μανασσῆ. αὕτη δὲ λέγεται εἶναι ἡ Γερασά, πόλις ἐπίσημος τῆς Ἀραβίας. τινὲς δὲ αὐτὴν εἷναι τὴν Γάδαράν φασιν. μέμνηται δὲ καὶ τὸ Εὐαγγέλιον τῶν Γερασσινῶν.
Γαδγαδά (Deut 10,7). ἔνθα χειμάρροι ὑδάτων‘, τόπος ἐπὶ τῆς ἐρήμου.
Γαυλὼν (Deut 4, 43) ἢ Γωλάν, φυλῆς Μανασσῆ, πόλις ἱερατικὴ τῶν φυγαδευτηρίων ἐν τῇ βασανίτιδι«. καὶ νῦν Γαυλὼν κώμη μεγίστη ἐν τῇ Βαταναίᾳ. ὁμωνυμεῖ δὲ τῇ κώμῃ καὶ ἡ περίχωρος.
Γαιβάλ (Deut 11, 29). ὄρος ἐν τῇ γῇ τῆς ἐπαγγελίας, ἔνθα κελεύει Μωϋσῆς στῆσαι θυσιαστήριον. καὶ λέγεται παρακεῖσθαι τῇ Ἱεριχὼ ὄρη δύο κατὰ πρόσωπον ἀλλήλων καὶ πλησίον, ὣν τὸ μὲν εἶναι Γαριζείν, τὸ δὲ Γαιβάλ. Σαμαρεῖται δὲ ἕτερα δεικνύουσιν τὰ τῇ Νέᾳ πόλει παρακείμενα, σφαλλόμενοι, ὅτι δὴ πλεῖστον διεστήκασιν ἀλλήλων <τὰ> ὐπ’ αὐτῶν δεικνύμενα, ὡς μὴ δύνασθαι ἀλλήλων τοὺς ἑκατέρωθεν βοῶντας.
[*](22r)Γαριξείν (Deut 11, 29). ὄρος ἔνθα ἔστησαν οἱ τὰς εὐλογίας | καταλέγοντες, πλησίον τοῦ προειρημένου Γαιβάλ.
|| Γολγὼλ (Deut 11, 30) ἡ καὶ Γαλγάλ. ταύτης εἶναι πλησίον ἡ γραφὴ διδάσκει τὸ Γαριζεὶν καὶ τὸ Γαιβὰλ ὄρος. ἡ δὲ Γάλγαλα τόπος ἐστὶ τῆς Ἱεριχοῦς.
Γαῖ <»ἐν γῇ Μωάβ«> (Deut. 34, 6). φάραγξ τῆς Μωάβ. »ἐγγὺς οἴκου Φογώρ«, ἔνθα ἔθαψαν τὸν Μωϋσῆν.
Γάλγαλα (Jos 4, 19). ἡ αὐτή ἐστι τῇ ἀνωτέρω κειμένῃ Γολγὼλ πρὸς ἡλίου ἀνατολαῖς« τῆς πάλαι Ἱεριχὼ εἴσω τοῦ Ἰορδάνου, ἔνθα
[*](1 vgl. u. Γεργεσά; vgl. Orig. comm. in Joh t. 6, 41: Γέρασα δὲ τῆς Ἀραβίας ἐσιὶ πόλις κτλ. 2 Jos 12, 5 4 Marc 5, 1 6 Jos 20, 8 9 ff. Procop. 905 C : κεῖται δὲ ταῦτα κατὰ τὸ ἀνατολικὸν μέρος Ἱεριχοῦς ἐπέκεινα τοῦ Γαλγὰλ τόπου. οἱ δὲ Σαμαρεῖται νομίζουσιν αὐτὰ παρακεῖσθαι Σικίμοις πόλει τῇ καὶ Συχὴμ . . . . ἧ νῦν καλεῖται Νεόπολις; 908 Α καίτοι εἰ νῦν Γαριζεὶν καὶ Γαιβὰλ ὄρη τὰ παρακείμενα Νεαπόλει ἅπερ ἐστὶν ὑψηλότατα πώς ἂν . . . . ἤκουον; Cart. Med. 9: ΓΕΒΑΛ ΓΑΡΙΖΕΙΝΙ (bei Iericho), und 10 f. TOYP ΓΑΡΙΖΙΜ ΤΟΥΡ ΓΩΒΗΛ (bei Sichem) 17 vgl. Ζ. 9 ff. 24 Cart. Med. 7: ΓΑΛΓΑΛΑ ΤΟ ΚΑΙ ΔΩΔΕΚΑΛΙΘΟΝ; vgl. Z. 18)[*](2 τῷ] monti Η 9 Γεβαλ V 14 τὰ Lagarde 16 εὐλογίας] maledicta Η, was doch wohl Flüchtigkeit des Hieronymus ist 18 Γολγών V Γαλγάλ nach Η γαλγάν V 19 γαργαρίζειν V | τὸ Γαιβὰλ ὄρος nach Η τοῦ γαιβὰλ ὄρους V 21 ἐν — Μωάβ nach HLXX | τῆς] 1. γῆς? 24 ἀνωτέρα V Γολγὼλ nach Η u. Ζ. 18 γαλγὼλ V 25 τῆ V)περιέτεμεν Ἰησοῦς τοὺς ἀπὸ τοῦ λαοῦ, καὶ τὸ πάσχα. ἤγαγεν, καὶ πρώτως σίτου μετέλαβον ἐκλείποντος τοῦ μάννα, καὶ ἔστησαν τοὺς ἀπὸ »τοῦ Ἰορδάνου« λίθους. ἐν ταύτῃ πρῶτον κατέμεινεν ἡ σκηνὴ τοῦ μαρτυρίου. καὶ γέγονε κλήρου φυλῆς Ἰούδα. δείκνυται ὁ τόπος ἔρημος ὡς ἱερὸς θρησκευόμενος. καὶ ἄλλη δὲ ἔοικεν εἶναι Γάλγαλα περὶ τὴν Βαιθήλ.
Γαῖ (Jos 7. 2). ἥτις ἐστὶ πλησίον Βηθαῦν καὶ Βαιθήλ, ἣν ἐπολιόρκησεν Ἰησοῦς τὸν βασιλέα αὐτῆς . ἔστι δὲ νῦν κατῴκει δὲ αὐτὴν τὸ παλαιὸν ὁ εἴσω τοῦ Ἰορδάνου Ἀμορραῖος.
Γαβαών (Jos 9, 9 ff.). ὅθεν ἐλθόντες οἱ Γαβαωνῖται ἱκέται γίνονται τοῦ Ἰησοῦ. ἦν δὲ αὕτη μητρόπολις μεγάλη καὶ βασιλικὴ τῶν Εὐαίων, ἣ καὶ γέγονε κλήρου Βενιαμίν. καὶ ἔστι κώμη νῦν οὕτω [*](22v) καλου|μένη πλησίον Βαιθὴλ πρὸς δυσμάς, ὡς ἀπὸ σημείων δ’ . παράκειται [*](244) δὲ τῇ Ῥαμᾶ, καὶ ἀφώριστο Λευίταις πλησίον Ῥεμμαά. ἐνταῦθα Σολομὼν θύσας χρησμοῦ καταξιοῦται.
Γαϊβέ (Jos 18; 24). κλήρου Βενιαμίν, ἀφωρισμένη.
Γαζέρ (Jos 10; 33). κλήρου ᾿Εφραΐμ>, Λευίταις ἀφωρισμένη. ταύτην ἐπολιόρκησεν Ἰησοῦς, τὸν βασιλέα αὐτῆς ἀνελών. ἢ καὶ ᾠκοδόμησε Σολομών. καὶ νῦν καλεῖται Γαζάρα κώμη Νικοπόλεως
[*](1 Jos 5, 3. 10 2 Jos 5, 11 f. 3 Jos 4, 20 4 Jos 15, 7 5 Procop. 1009 C: καὶ τὸν τόπον ἐκάλεσαν Γάλγαλα, γίλγαλα γὰρ ὁ τροχός. ὁ δὲ τόπος ὡς ἀπὸ δύο σημείων Ἱεριχοῦς, ἔνθα καὶ νῦν οἱ ιβ΄ λίθοι; Cat. Nic. zu Jos 5, 9: ἔστι δὲ ὁ τόπος τοῦ Γαλγάλ, ὡς φησιν Εὐσέβιος ὁ Καισαρείας, ἀπὸ δύο σημείων Ἱεριχώ 5 Ι Sam 7, 16; Amos 5, 5; II Κön 2, 1; 4, 38 8 f. Jos 12, 9 11 ff. Pro- 1020 C: Γαβαὼν δὲ μητρόπολις καὶ βασιλικὴ τῶν Εὐαίων. ἡ καὶ γέγονε κλήρου Βενιαμίν. νῦν δὲ κώμη ἐστὶν οὕτω καλουμένη πλησίον τῆς Βαιθὴν πρὸς δυσμαῖς ὡς ἀπὸ σημείων τεσσάρων· παράκειται δὲ τῇ Ῥαμά. ἡ καὶ ἀφώριστο Λευίταις πλησίον Ῥεμμών. ἐνταῦθα Σολομῶν θύσας χρησμοῦ καταξιοῦται; Cart. Med. 32: ΓΑΒΑΩΝ 12 Jos 10, 2 13 Jos 18, 25 15 Jos 21, 17 16 I Kön 3, 4 17 Jos 21, 17 19 Jos 21, 21; 12, 12 21 I Kön 9, 17)[*](1 περιέτεμεν] + ἐκ δευτέρου nach HLXXA? 2 ἐκλιπόντος Bert 5 ὡς — ἐθνῶν nach HP Cat. Nic. vgl. oben, vgl. auch u. Ἀρβώ u. Δρῦς, 2/3 Zeile freier Raum in V ζ τ a. R.) 7. 8 θαιβήλ V 8 βηθαυνῶν V 9 Ἰησοῦς] + καὶ V ἀνελὼν Bonfrere 14 δυσμάς] + ὡς ἀπὸ σημείων V* str. V1 (?) 15 ff. besser H? 15 Λευίταις] + ὁ V gegen Ρ + οἱ Va 17 καὶ — ἀφωρισμένη nach Η 19 — Ἐφραΐμ Bonfere)ἀπέχουσα σημείοις δ’ ἐν βορείοις. οὐ μὴν ἀνεῖλεν ἐξ αὐτῆς τοὺς ἀλλοφύλους ἡ φυλὴ Ἐφραΐμ.
Γοσόν (Jos 10, 41). καὶ ταύτην ἐπολιόρκησεν Ἰησοῦς.
Γέθ (Jos 11, 22). ἐν ταύτῃ κατελείφθησαν οἱ Ἐνακεὶμ ἀλλόφυλοι καὶ οἱ Φυλισταῖοι μὴ ἐξολοθρευθέντες. καὶ ἔστιν εἰς ἔτι καὶ νῦν κώμη παριόντων ἀπὸ Ἐλευθεροπόλεως ἐπὶ Διόσπολιν περὶ πέμπτον σημεῖον τῆς Ἐλευθεροπόλεως.
Γεσουρείμ (Jos 12, 5). πόλις ἀλλοφύλων. αὕτη δέ ἐστι Γαργασεὶ ἐν τῇ Βασανίτιδι, ἀφ’ ἦς »oὐκ ἐξωλόθρευσαν οἱ υἱοὶ Ἰσραὴλ τὸν Γεσουρεί«.
Γαδέρ (Jos 12, 13). καὶ ταύτης τὸν βασιλέα ἐπάταξεν Ἰησοῦς. καὶ Ἰακὼβ δὲ » ἐπέκεινα τοῦ πύργου Γαδὲρ ἔπηξε τὴν σκηνὴν αὐτοῦ«.
Γωεὶν τῆς Γελγέλ (Jos 12, 23). Ἀ΄ Σ΄ ἐθνῶν τῆς Γελγέλ.
[*](23r)| Γελγέλ (Jos 12, 23). καὶ ταύτην εἷλεν Ἰησοῦς. ἐστι δὲ καὶ νῦν κώμη Γαλγουλὶς λεγομένη Ἀντιπάτριδος ὡς ἀπὸ σημείων ἔξ ἐν τοῖς βορείοις.
Γολαθμάειμ (Jos 15, 19). τόπος· ἑρμηνεύεται <κτῆσις ὕδατος>.
Γαδδά (Jos 15, 27). φυλῆς Ἰούδα. κώμη εἰς ἔτι καὶ νῦν ἐστιν ἐν ἐσχάτοις τοῦ Δαρωμᾶ <πρὸς ἀνατολὰς ἐπὶ τῇ> θαλάσσῃ.
Γάδειρα (Jos 15, 36), φυλῆς Ἰούδα. Γίδωρό ἐστι νῦν κώμη ἐν ὁρίοις Αἰλίας περὶ τὴν τερέβινθον.
Γεδούρ (Jos 15, 58). φυλῆς Ἰούδα. καὶ νῦν ἐστι Γεδροὺς κώμη μεγίστη ἀπὸ ι΄ σημείων Διοσπόλεως ἀπιόντων εἰς Ἐλευθερόπολιν.
Γαβλί (Jos 13, 5). γῆ τῶν ἀλλοφύλων.
Γισών (Jos 15, 51). φυλῆς Ἰούδα.
Γηλών (Jos 15, 51). φυλῆς Ἰούδα.
Γαδηρώθ (Jos 15, 41). φυλῆς Ἰούδα.>
Γεθρεμμών (Jos 21, 25). φυλῆς Μανασσῆ, πόλις Λευίταις ἀφωρισμένη.
[*](1 Jos 16, 10; Richt 1, 29 4 Cart. Med. 57: ΓΕΘ Η ΝΥΝ ΓΙΤΤΑ ΜΙΑ ΠΟΤΕ ΤΩΝ ΣΑΤΡΑΗΙΩΝ 9 Jos 13, 13 12 Gen 35, 16 20 Cart. Med. 43 ΓΕΔΟΥΡ Η Κ ΓΙΔΙΘΡΑ)[*](6 l. κατιόντων? | ἐπὶ nach. Η περὶ V 12 ἔπηξε nach HLXX ἔστησε V 15 γαλβουλὶς V | Ἀντιπάτριδος] ταύτη πατρίδος V 17 πῆσις ὕδατος nach Η Hex., ζ τ a. R. V2 19 πρὸς — νεκρᾷ Vallarsi, ζῆ i. Τ. V danach 1 Zeile u. 5 Bb. freier Raum | θάλασσα V 22 Γεδροὺς Bonfrère κέδους V 24 Γαβλί (oder Γαββλί) nach HLXX Γαμβλή V 27 Γαδηρὼθ — Ἰούδα nach Η)Γαῖ (Jos 18, 16). φάραγξ.
Γαιεννούμ (Jos 18, 16). ἑρμηνεύεται φάραγξ τοῦ Ἐννούμ. ταύτην δὲ λέγουσιν εἶναι τὴν γέενναν. κλήρου φυλῆς Βενιαμίν. προσπαράκειται τῷ τείχει Ἱερουσαλὴμ πρὸς ἀνατολάς.
[*](23v)| Γεθθεφέρ (Jos 19, 13). κλήρου Ζαβουλών. <Γηεφθαέλ> (Jos 19, 14). φάραγξ Ἐφθαέλ, κλήρου Ζαβουλών.
|| Γαβαθών (Jos 19, 44). κλήρου Δάν, πόλις Λευίταις ἀφωρισμένη. [*](246) καὶ ἔστι πολίχνη Γαβὲ καλουμένη ὡς ἀπὸ σημείων ἲς τῆς Καισαρείας καὶ ἄλλη κώμη Γαβαθὰ ἐν ὁρίοις Διοκαισαρείας παρακειμένη τῷ μεγάλῳ πεδίῳ τῆς Λεγεῶνος. ἔστι δὲ καὶ Γαβαὰ καὶ Γαβαθὰ κώμη ἐν ἀνατολαῖς τοῦ Δαρωμᾶ. καὶ ἄλλη Γαβαθὰ κλήρου Βενιαμίν, ἔνθα ἢν ὁ οἶκος Σαούλ, καὶ ἄλλη τῶν ἀλλοφύλων Γαβαθὼν λέγεται Βασιλείαις.
Γεθρεμμὼν ἑτέρα (Jos 19, 45). κλήρου Δάν, Λευίταις ἀφωρισμένη. καὶ νῦν ἐστι κώμη μεγίστη ἀπὸ σημείων ιβ΄ Διοσπόλεως ἀπιόντων εἰς Ἐλευθερόπολιν.
Γαλειλώθ (Jos 22, 10). τόπος παρὰ τὸν Ἰορδάνην, ἔνθα θυσιαστήριον ἔστησαν οἱ υἱοὶ Ῥουβίν. φυλῆς Βενιαμίν.
Γαάς (Jos 24, 30). ὄρος Ἐφραΐμ, οὗ ἐν βορείοις ἔθαψαν Ἰησοῦν. δείκνυται δὲ ἐπίσημον εἰς ἔτι νῦν αὐτοῦ τὸ μνῆμα πλησίον Θαμνὰ κώμης.
Γαβαάς (Jos 24, 33). ὄρος Ἐφραΐμ, Φινεὲς πόλις, υἱοῦ Ἐλεάζαρ, [*](24r) οὖ ἔθαψαν τὸν Ἐλεάζαρον. καὶ εἰς ἔτι νῦν ἐστι Γαβαθὰ | κώμη, ὡς ἀπὸ ιβ΄ σημείων Ἐλευθεροπόλεως, ἔνθα καὶ τὸ μνῆμα Ἀμβακοὺμ ἐπιδείκνυται τοῦ προφήτου. ἢν δὲ φυλῆς Βενιαμίν.
Γαβαάν (Jos 21, 17). μέχρι ταύτης ἐπολέμησαν Βενιαμίν, ὡς ὲν κριταῖς.
[*](7 Jos 21, 23 11 Jos 18, 28; Ι Sam 10, 26 12 Ι Κön 16, 15 14 Jos 21, 24; vgl. S. 68, 28 18 Jos 18, 17 25 Jos 18, 24. 28? 26 f. Richt 20, 43)[*](2 ἐνούμ V* ἐννούμ V1 3 γέενναν Bonfrère γήννουὰ V 5 Γευυεφέρ nach HLXX Γεθθεφά V 6 Γηεφθαέλ nach Η mit Vallarsi | φάραγξ Vallarsi φαραγγαὶ V (l. φάραγγα Ἰεφθαέλ?) 9 f. καὶ — κώμη2 nach Η mit Vallarsi παρακειμένη τῷ μεγάλῳ πεδίῳ τῆς Λεγεῶνος. ἔστι δὲ καὶ Γαβαὰ καὶ Γαβαθὰ κώμη ὅριον Διοκαισαρείας παρακειμένη τῴ μεγάλῳ πεδίῳ V 10 l. εἰσὶ . . . κῶμαι nach Η? 12 Βασιλείαις] danach Lücke vgl. Η? 14 f. vgl. Η 17 Γαιειλώθ 22 l. Γαβαάθ nach HLXX? 26 ἐπολέμησαν Bert ἐπολέμησεν V)Γεθθά (I Sam 5, 8). ἐνταῦθα μετήνεγκαν τὴν κιβωτὸν ἀπὸ Ἀζώτοῦ. καὶ νῦν ἐστι μεγίστη κώμη, ἣ καλεῖται Γιθθάμ, μεταξὺ ἀνιόντων ἀπὸ Ἀντιπατρίδος εἰς Ἰαμνίαν. ἔστι δὲ καὶ ἄλλη Γεθθείμ.
Γαλλεί (I Sam 25, 44). ὅθεν ἦν Φαλτεὶ ὁ λαβὼν τὴν Μελχὸλ »γυ||ναῖκα Δαυίδ.« μέμνηται ταύτης καὶ Ἠσαίας. λέγεται δὲ πλησίον [*](247) Ακκαρὼν εἶναί τις κώμη Γαλλαία καλουμένη.
Γελαμσούρ (I Sam 27, 8). χώρα ἀλλοφύλων.
Γελβουέ Ι Sam 28, 4). ὄρη ἀλλοφύλων, Σκυθοπόλεως ἀπέχοντα ς΄ σημείοις, ἐν οἶς καὶ κώμη καλεῖται Γεδδούρ (I Sam 30, 8). ἔνθα κατέβη Δαυίδ. Ἀ΄ τὸν εὔζωνον, Σύμμαχος τὸν λόχον.
Γαζηρά (II Sam 5, 25). ἔνθα ἐπάταξε Δαυὶδ » τοὺς ἀλλοφύλους.« καὶ ἀνωτέρω κεῖται Γαζέρ.
Γεσσούρ (II Sam 15, 8). χώρα ἀλλοφύλων ἐπὶ τῆς Συρίας.
Γιλών (II Sam 15, 12). ὅθεν ἦν Ἀχιτόφελ.
Γόβ (II Sam 21, 19). ἔνθα συνέστη πόλεμος.
[*](24v)| Γαλιλαία Ι Κön 9, 11). δύο εἰοὶ Γαλιλαῖαι, ὧν ἡ μὲν Γαλιλαία ἐθνῶν εἴρηται, ἐν ὁρίοις Τυρίων παρακειμένη, ἔνθα ἔδωκε Σολομὼν » τῷ Χιρὰμ κ΄ πὸλεις«, κλήρου Νεφθαλείμ, ἡ δέ ἐστιν ἀμφὶ τὴν Τιβεριάδα καὶ τὴν πρὸς αὐτῇ λίμνην, κλήρου Ζαβουλὼν.
Γειών (I Kön 1, 33). ἔνθα χρίεται Σολομών. Γήρ (II Kön 9, 27). ἔνθα ἐπάταξεν Ἰοῦ τὸν ᾿Οχοζίαν »ἐγγὺς Ἰεβλαάμ«.
Γεθθαχοφέρ (II Kön 14, 25). ἔνθεν ἦν Ἰωνᾶς ὁ προφήτης.
Γαδδεί (II Kön 12, 18). ταύτην ἐπάταξεν Ἀζαήλ. κεῖται δὲ καὶ ἀνωτέρω Γαδδά.
|| Γημελά (II ön 14, 7). χώρα Ἐδώμ. Ἀ΄ δὲ καὶ Σύμμαχος φάραγγα[*](248) ἁλῶν.
[*](6 Jes 10, 30 14 S. 66, 19 18 Jes 9, 1 20 Jos 20, 7 20f. Matth 4, 15 26 S. 16, 18)[*](2 μετήνεγκε V 3/4 μεταξὺ — Ἰαμνίαν] besser Η? doch vgl. u. Θαμνά 9 Γεβουέ V Ι ἀπέχοντα ς΄] ἀπέχοντας V 10 κώμη] + μεγίστη ἧ nach Η? γελβουςβουές V 11 Γεδδάρ V 12 Σύμμαχος τὸν λόχον Martianay σημαίνει τὸν λόφον V (l. Σ΄ λῃστῶν λόχον?) 15 Συρίας nach HLXX Ὀρνᾶν V Martianay Le Clerc 16 ἀχιττόφελ V 20 κ΄ πόλεις] ἧ πόλις V | ἧ δὲ) δὲ V 21 τῆ . . λίμνη V 23 ἡϊοῦ V doch vgl. S. 56, 26 25 Γεθθαρχοφὲρ V ἔνθεν nach H(LXX) ἔνθα V 27 Γαδδά nach Η u. S. 68, 18 γαδδάν V 28 Ἀ΄ δὲ καὶ Σύμμαχος nach Η ἐν δὲ βασιλείαις V ἐν δὲ βασιλείαις Α΄ Ε; Vallarsi)Γηβείν (Jes 10, 31). ταύτης Ἠσαίας μνημονεύει. καὶ νῦν ἐστι Γηβὰ κώμη ἀπὸ σημείων ε΄ Γουφνῶν ἐρχομένων εἰς Νέαν πόλιν.
Γωζάν (Jes 37, 12). ἐν χώρᾳ <Ἐμάθ>. καὶ ταύτης ῾ησαΐας μέμνηται. ἔστι δὲ περὶ τὴν Δαμασκηνήν.
Γαρήβ (Jer 31, 39). βουνὸς πλησίον Ἰερουσαλήμ. ἐν Ἱερεμίᾳ.
Γηβαρώθ (Jer 41, 17). Ἀ΄ ἐν φραγμοῖς, Σ΄ <ἐν> παροικίαις <ἐν. Ἱερεμίᾳ>.
Γαιμώδ (Jes 16, 6). χώρα Μωάβ. ἐν Ἠσαίᾳ.
Γαιφά (Jes 60, 6). χώρα. ἐν Ἠσαίᾳ.
Γάδαρα (Matth 8, 28). πόλις πέραν τοῦ Ἰορδάνου, ἀντικρὺ Σκυθοπόλεως καὶ Τιβεριάδος πρὸς ἀνατολαῖς ἐν τῷ ὄρει, οὑ πρὸς ταῖς ὑπωρείαις τὰ τῶν θερμῶν ὑδάτων λουτρὰ παράκειται.
Γεργεσά (Marc 5, 1). ἔνθα τοὺς δαιμονιῶντας ὁ κύριος ἰάσατο. καὶ νῦν δείκνυται ἐπὶ τοῦ ὄρους κώμη παρὰ τὴν λίμνην Τιβεριάδος, εἰς ἣν καὶ οἱ χοῖροι κατεκρημνίσθησαν. κεῖται καὶ ἀνωτέρω.
Γεθσιμανῆ (Matth 26, 36). χωρίον, ἔνθα πρὸ τοῦ πάθους ὁ Χριστὸς προσηύξατο. κεῖται δὲ καὶ πρὸς τῷ ὄρει τῶν ἐλαιῶν, ἐν ὧ καὶ νῦν τὰς εὐχὰς οἱ πιστοὶ ποιεῖσθαι σπουδάζουσιν. Γολγοθά (Matth 27, 33). κρανίου τόπος‘, ἔνθα ὁ Χριστὸς ἐσταυρώθη. ὃς καὶ δείκνυται ἐν Αἰλίᾳ πρὸς τοῖς βορείοις τοῦ Σιῶν ὄρους.