De Ecclesiastica Theologia

Eusebius of Caesarea

Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.

ἐκκλησίᾳ ὧδέ πη διὰ τῶν θείων φωνῶν παραδίδοται τὰ μυστήρια· Μάρκελλος δὲ πάντα φύρας, ποτὲ μὲν εἰς αὐτὸν ὅλον τὸν Σαβελλίου βυθὸν χωρεῖ, ποτὲ δὲ Παύλου τοῦ Σαμοσατέως ἀνανεοῦσθαι πειρᾶται τὴν αἵρεσιν, ποτὲ δὲ Ἰουδαῖος ὢν ἄντικρυς ἀπελέγχεται· μίαν γὰρ ὑπόστασιν τριπρόσωπον ὥσπερ καὶ τριώνυμον εἰσάγει, τὸν αὐτὸν εἶναι λέγων τὸν θεὸν καὶ τὸν ἐν αὐτῷ λόγον καὶ τὸ ἅγιον πνεῦμα.

εἶτ’ ἐντεῦθεν μεταβὰς ἐπὶ τὰς ἀποστολικὰς περὶ τοῦ Χριστοῦ θεολογίας, πάλιν διαστρόφοις κέχρηται ἑρμηνείαις. τοῦ γὰρ θείου ἀποστόλου θεολογοῦντος διαρρήδην τὸν υἱὸν τοῦ θεοῦ καὶ λέγοντος »ὅς ἐστιν εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου, πρωτότοκος πάσης κτίσεως, ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα τά τε ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, εἴτε ὁρατὰ εἴτε ἀόρατα, εἴτε θρόνοι εἴτε κυριότητες εἴτε ἀρχαὶ εἴτε ἐξουσίαι· πάντα δι’ αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτισται· καὶ αὐτός ἐστιν πρὸ πάντων καὶ τὰ πάντα ἐν αὐτῷ συνέστηκεν«,

[*](5 Joh. 1,3 — 6 Kol. 1, 16 — 14 Epb. 4, 5. 6 — 16 Epb. 4, 6 — II Kor. 1, 3 u. ö. — 17 Joh. 1, IS — 21 Joh. 1. 3 — ​​ ff vgl. Nr. 60 — 31 Kol. 1, 15–17)[*](19 αὐτῶ V*, corr. V 2 Ι 22 τῆς ἁγίας καὶ καθολικῆς ἐκκλησίας corr. Kl)
v.4.p.165.