De Ecclesiastica Theologia

Eusebius of Caesarea

Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.

καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν« καὶ »ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, εἴτε ὁρατὰ εἴτε ἀόρατα«. ὁ δ’ ἐπέκεινα τῶν ὅλων θεὸς καὶ πατὴρ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἄρρητόν τι ὢν ἀγαθὸν καὶ παντὸς λογισμοῦ καὶ διανοίας φωνῆς τε πάσης καὶ ἐνθυμήσεως κρείττονι ὁμοῦ τῶν πάντων ὅσα ποτὲ ὄντα καὶ ὁποῖα τυγχάνει, αὐτοῦ τε τοῦ ἁγίου πνεύματος προσέτι δὲ καὶ τοῦ μονογενοῦς υἱοῦ καθηγούμενος, μόνος εἰκότως ὁ ἐπὶ πάντων καὶ διὰ πάντων καὶ ἐν πᾶσιν θεὸς ἀνείρηται παρὰ τῴ ἀποστόλῳ φάντι »εἷς κύριος, μία πίστις, ἓν βάπτισμα· εἶς θεὸς πατὴρ πάντων, ὁ ἐπὶ πάντων καὶ διὰ πάντων καὶ ἐν πᾶσιν«.

καὶ μόνος μὲν αὐτὸς »εἷς θεὸς καὶ πατὴρ« »τοῦ κυρίου ἡμῶν ᾿Ιησοῦ Χριστοῦ« χρηματίζοι ἄν, ὁ δὲ υἱὸς »μονογενὴς θεὸς ὁ ἐὸν εἰς τὸν κόλπον τοῦ πατρός«· τὸ δὲ παράκλητον πνεῦμα οὔτε θεὸς οὔτε υἱός, ἐπεὶ μὴ ἐκ τοῦ πατρὸς ὁμοίως τῷ υἱῷ καὶ αὐτὸ τὴν γένεσιν εἴληφεν, ἒν δέ τι τῶν διὰ τοῦ υἱοῦ γενομένων τυγχάνει, ὅτι δὴ πάντα ὄι αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἔνι ταῦτα μὲν οὑν τῇ ἁγίᾳ καὶ καθολικῇ

ἐκκλησίᾳ ὧδέ πη διὰ τῶν θείων φωνῶν παραδίδοται τὰ μυστήρια· Μάρκελλος δὲ πάντα φύρας, ποτὲ μὲν εἰς αὐτὸν ὅλον τὸν Σαβελλίου βυθὸν χωρεῖ, ποτὲ δὲ Παύλου τοῦ Σαμοσατέως ἀνανεοῦσθαι πειρᾶται τὴν αἵρεσιν, ποτὲ δὲ Ἰουδαῖος ὢν ἄντικρυς ἀπελέγχεται· μίαν γὰρ ὑπόστασιν τριπρόσωπον ὥσπερ καὶ τριώνυμον εἰσάγει, τὸν αὐτὸν εἶναι λέγων τὸν θεὸν καὶ τὸν ἐν αὐτῷ λόγον καὶ τὸ ἅγιον πνεῦμα.

εἶτ’ ἐντεῦθεν μεταβὰς ἐπὶ τὰς ἀποστολικὰς περὶ τοῦ Χριστοῦ θεολογίας, πάλιν διαστρόφοις κέχρηται ἑρμηνείαις. τοῦ γὰρ θείου ἀποστόλου θεολογοῦντος διαρρήδην τὸν υἱὸν τοῦ θεοῦ καὶ λέγοντος »ὅς ἐστιν εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου, πρωτότοκος πάσης κτίσεως, ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα τά τε ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, εἴτε ὁρατὰ εἴτε ἀόρατα, εἴτε θρόνοι εἴτε κυριότητες εἴτε ἀρχαὶ εἴτε ἐξουσίαι· πάντα δι’ αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτισται· καὶ αὐτός ἐστιν πρὸ πάντων καὶ τὰ πάντα ἐν αὐτῷ συνέστηκεν«,

[*](5 Joh. 1,3 — 6 Kol. 1, 16 — 14 Epb. 4, 5. 6 — 16 Epb. 4, 6 — II Kor. 1, 3 u. ö. — 17 Joh. 1, IS — 21 Joh. 1. 3 — ​​ ff vgl. Nr. 60 — 31 Kol. 1, 15–17)[*](19 αὐτῶ V*, corr. V 2 Ι 22 τῆς ἁγίας καὶ καθολικῆς ἐκκλησίας corr. Kl)
v.4.p.165.

ὁ θαυμαστὸς οὗτος αὖθις ἐπὶ τὴν σάρκα καταπεσὼν [*](ὅπως Μάρκελλος τὴν εἰκόνα τοῦ θεοῦ τοῦ ἀοράτου τὴν σάρκα εἶναι διεβεβαιοῦτο.) εἶναι ἀποφαίνεται τὴν εἰκόνα του ἀοράτου θεοῦ, οὐκ ἀκούων ὡς ἀρσενικῷ χαρακτῆρι ἐξενήνεκται τὸ »ὅς ἐστιν εἰκών«. τὸ γὰρ »ὃς« οὐκ οἶδ' ὅπως ἐφαρμόσας τῇ σαρκί, ταύτην ἔφη δηλοῦσθαι ὡς αὐτῆς οὔσης τῆς εἰκόνος »τοῦ θεοῦ τοῦ ἀοράτου«. καὶ πάλιν τὸ »αὐτός ἐστιν πρὸ πάντων« περὶ τῆς σαρκός φησιν εἰρῆσθαι, οὐκ αἰὁούμενος τὸ »αὐτὸς« ἐπὶ τῆς σαρκὸς ἐκλαμβάνειν.

καὶ τὸν »πρωτότοκον πάσης κτίσεως« διὰ τὴν σάρκα κεκλῆσθαι λέγει, ἐπιμένει τε ἀδιατρέπτος ἐν τῇ σαρκὶ φάσκων »τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς« ἐκτίσθαι, »τά τε ὁρατὰ καὶ τὰ ἀόρατά«, οὐδὲ διατρέπεται θρόνους καὶ κυριότητας καὶ ἀρχὰς καὶ ἐξουσίας διὰ τῆς σαρκὸς τοῦ σωτῆρος λέγων τῆς ἐν Χριοτᾥ κτίσεως ἠξιῶσθαι. ἤδη δὲ διὰ τῆς πρὸ τούτου γραφῆς τὰς περὶ τούτων τοῦ Ναρκέλλου φωνὰς παραθέμενος, λόγου συμμετρίας φειδό μένος, τῇ αὐτῶν ἐκείνω ν ἀρκεσθήσομαι μαρτυρίᾳ. ὡς δὲ διάστροφος καὶ βεβιασμένη ἡ τοιαύτη τυγχάνει τῆς ἀποοτο- λικῆς λέξεως διήγησις, οὐ μοι δεῖν ἡγοῦμαι κατασκευῆς πλείονος, διὰ τὸ καὶ παντί τῳ κατάφωρον εἶναι τὸ ἀναιδὲς τῆς ἑρμηνείας.

πλὴν τοσαῦτα περὶ τῆς σαρκὸς τοῦ σωτῆρος εἰπὼν οὐβ αὐτὴν [*](ὅπως ὁ αὒτὸς μηδὲν ὠρελεὶν τὴν σάρκα τοῦ σωτῆρος ἀπεφαίνετο.) ἡμῖν φυλάττει σώαν· ὡς εἴθε γὰρ κἂν εἰς αὐτὴν τὸν εὐοεβη διετήρει λογισμόν. νυνὶ δὲ μετὰ πάντα τὰ περὶ αὐτῆς αὐτώ, λελεγμένα ἐπὶ συντελείᾳ τῶν αἰώνων καταλείπεσθαι ἀυτὴν ἔρημον τοῦ λόγου ἀποφαίνεται γράφων οὕτως

εἰ οὖν ὁμολογεῖ τὴν σάρκα μηδὲν ὠφελεῖν αὐτόν, πῶς ἐγχωρεῖ τὴν ἐκ γῆς τε οὖσαν καὶ μηδὲν ὠφελοῦσαν καὶ ἐν τοῖς μέλλουσιν αἰῶσιν ὡς αὐτῷ λυσιτελοῦοαν συνεἷναι τῷ λόγω;

καὶ δευτεροῖ τὸ αὐτὸ ἐν ἑτέρῳ φάσκων

εἰ τοίνυν ἐν τῷ καιρῷ τῆς ἀποκαταστάσεως ἁπάντων καὶ αὐτὴν τὴν κτίσιν ἐκ τῆς δουλείας εἰς τὴν ἐλευθερίαν μεταβληθήσεσθαι ὁ Παῦλος ἔφη (λέγει γὰρ »ὁτι καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσῖται ἀπὸ τῆς δουλείας τῆς φθορὰς εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ θεοῦ«), πὥἐ ἔτι τὴν τοῦ δούλου μορφήν, ἣν ἀνείληφεν Ι ὁ λόγος, μορφὴν οὖσαν δούλου, όυνεἷναι τῷ λόγῳ δι’ αὐτὴν γένοιτ' ἂν δυνατόν;

[*](1 ff vgl. Nr. 81. 83 — 3 Kol. 1, 15 — 5 Kol. 1, 15 – 5f Kol. 1, 17 – 7 Kol. 1, 15 – 9 ff Kol. 1, 16 – 12 vgl. c. Marc. II, 3 – 12 f vgl. S. 31. 10 – 23 Joh. 6, 63 – 27 Act. 3, 21 – 29 Röm. S, 21 – 31 f Phil. 2, 7)[*](1 hier a. R. ς' V | παταπεσὼν We | 3 ὅς 2 V 2 a. R. ὡς V* | 4 δουλοῦσθαι V*, corr. V2 | 16 δεὶν V2 δ'οὖν V* | 17 τω V2 τὸ V* | 18 hier a. R. ζ' V | 26 hier a. R. ή V | 33 δι' αὐτὴν < and. St.)
v.4.p.166.

ὁρᾷς ὁποίας προέσθαι φωνὰς κατὰ τῆς σαρκὸς τοῦ σωτηρὸς [*](ὁποῖα αἱ θεὶαι γραφαὶ περὶ τῆς σαρκὸς τοῦ σωτῆτος διδάσκουσιν, καὶ ὡς τὰ ἐναντία Μάρκελλος ἐφρόνει.) ἡμῶν τετόλμηκεν, οὐκ ἐπιστήσας ὡς καὶ πρὸ τῆς εἰς οὐρανοὺς ἀναλήψεως ἔτι οὖσαν αὐτὴν ἐπὶ γῆς πρὸ τοῦ πάθους οὕτως ἐδόξασεν ἐν τῶ ὄρει τρισὶν τοῖς ἐκκρίτοις αὐτοῦ μαθηταῖς μόνοις εἰκόνα δεικνὺς τῆς βασιλείας αὐτοῦ , ὡς ἐξαστράψαι τὸ πρόσωπον αὐτοῦ, καὶ φωτὸς μαρμαρυγὰς ἐκλάμψαι

(»ἐγένετο« γάρ φησιν ἡ θεία γραφὴ »τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος, καὶ τὰ ἱμάτια αὐτοῦ λευκὰ ὡς τὸ φῶς«), ἀλλ’ οὐδὲ συνεὶς ὁποῖον σῶμα δόξης Χριστου ὁ θεῖος ἀποστολος ἔλεγεν καὶ ὡς καὶ τὰ ἡμέτερα σώματα σύμμορφα ἔσεσθαι ἐκείνῳ τῷ σώματι ἐδίδασκεν λέγων »ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ«, ἀλλ’ οὐδὲ νοήσας τίνι τρόπῳ καταποθήσεσθαι τὸ θνητὸν ὑπὸ τῆς ζωῆς ἔγραφεν φάσκων »ἐφ’ ᾦ οὐ θέλομεν ἐκδύσασθαι ἀλλ’ ἐπενδύσασθαι. ἵνα καταποθῇ τὸ θνητὸν ὑπὸ τῆς ζωῆς«· τούτων ἀμαθῶς ἔχων τὸ μὲν λόγον διαβεβαιοῦται ἓν καὶ ταὐτὸν μέλλειν γίγνεσθαι τῷ θεῶ ὥσπερ καὶ πρότερον ἦν, τὴν δὲ σάρκα καταλειφθεῖσαν ὑπὸ τοῦ λόγου οὐκ οἶδ’ ὅ τι ποτὲ γενήσεσθαι,

ἐπάκουσον δ’ οὖν ὅπως ταῦτά φησιν

εἰ δέ τις περὶ τῆς σαρκὸς ταύτης τῆς ἐν τῷ λόγῳ ἀθανάτου γεγονυίας πυνθάνοιτο, τί φαμεν πρὸς αὐτόν; ὅτι δογματίζειν μὲν ἡμεῖς περὶ ὧν μὴ ἀκριβῶς παρὰ τῶν θείων μεμαθηκαμεν γραφῶν οὐκ ἀσφαλὲς εἶναι νομίζομεν. πῶς γὰρ τοῦτο πράττειν δυνατὸν τοῖς καὶ τὰ ἑτέρων ἀνατρέπουσιν δόγματα;

ἀλλ’ ἐροῦμεν πρὸς τοὺς τὸν ἀκριβῆ περὶ τούτου μαθεῖν παρ’ ἡμῶν βουλομένους λόγον, ὅτι πειθόμενοι τῴ ἱερῶ, ἀποστόλῳ ἴσμεν ὅτι οὕτως ἡμᾶς ὁρᾶν τὰ ἀποκεκρυμμένα μυστήρια προσήκει, ὡς αὐτὸς ἔφη· »βλέπομεν γὰρ ἄρτι« φησὶν »δι᾿ ἐσόπτρου ἐν αἰνίγματι, δὲ πρόσωπον πρὸς πρόσωπον« καὶ τὰ ἑξῆς. ὥστε μή μου πυνθάνου περὶ ὡν σαφῶς παρὰ τῆς θείας γραφῆς μὴ μεμάθηκα· διὰ τοῦτο τοίνυν οὐδὲ περὶ τῆς θείας γραφῆς ἐκείνης τῆς τῷ λόγῳ κοινωνησάσης σαρκὸς σαφῶς εἰπεῖν δυνήσομαι.

εἶθ’ ὁ μηδὲν λέγειν δύνασθαι ὁμολογῶν μηδὲ μεμαθηκέναι τι ἀπὸ τῆς γραφὴς.

τοιαῦτα περὶ τῆς σαρκὸς ἀπεφήνατο, οὔτ’ ἀπὸ τῆς γραφὴς λαβὼν οὔτε ἀφ’ ἑτέρων παραλαβὼν οὔτε ἀπὸ τῆς ἐκκλησίας μαθών, ἑαυτῷ δὲ ἀναπλάσας καὶ τῆς οἰκείας ἐνθυμήσεως ἐπινοήσας ξένον καὶ τῆς ἀληθείας ἀλλότριον γέννημα, μηδὲ ἐν νῷ λαβὼν τὴν [*](6 Matth. 17, 2 — 10 Phil. 3, 21 — 13 II Kor. 5, 4 — 26 I Kor. 13, 12) [*](1 hier a. R. θ' V Ι 8 συνεὶς m συνιεὶς V | 13 ἀλλ’ ἐπενδύσασθαι mr vgl. NT u. S. 173, 24 | 20 παρὰ V 2 u. and. St. περὶ V* | 26 εἰσόπτρου | | ἐν m | 29 γραφῆς str. V 2 u. and. St. | 33 ἀφ’ m ἀπὸ V | 35 μηδὲν ἐν V, corr. Kl)

v.4.p.167.
λέγουσαν γραφὴν »μὴ προσθῇς τοῖς λόγοις αὐτοῦ, μή ποτε ἐλέγξῃ σε, καὶ ψευδὴς γένῃ« καὶ »οὐαὶ τοῖς προφητεύουσιν ἀπὸ καρδίας αὐτῶν«. ὅρα δ’ οὖν ὅσῃ δυσσεβείᾳ περιπέπτωκεν.

ὁ γὰρ τὴν πᾶσαν περὶ τοῦ προυπάρχοντος μονογενοῦς υἱοῦ θεολογίαν ἐπὶ τὴν σάρκα καταβαλὼν αὐτοῖς τε ῥήμασιν νίκης στέφανον αὐτὴν ἀναγορεύσας (οὕτως γὰρ ἔφη

τὸν τοῦ θεοῦ λόγον τὴν ἀνθρωπίνην σάρκα διὰ τῆς ἀναστάσεως ἀθάνατον γενέσθαι παρεσκευακέναι καὶ ὥσπερ τινὰ νίκης στέφανον ἀναδησάμενον ἐν δεξιᾷ τοῦ πατρὸς καθέζεσθαι)

οὕτος αὐτός φησιν αὐτὴν ἔρημον ἔσεσθαι καὶ ὀρφανὴν ἐν τῷ τοῦ παντὸς τέλει, ἑνῶν μὲν τὸν λόγον τῷ θεῷ τὴν δὲ σάρκα χωρίζων τῆς τοῦ λόγου ἐνεργείας καὶ καταλιπὼν αὐτὴν οὐκ οἶδ’ ὅπως ἀθάνατον μὲν καὶ ἄφθαρτον ἄψυχον δὲ καὶ ἀνενέργητον ὑπὸ τοῦ λόγου.