De Ecclesiastica Theologia

Eusebius of Caesarea

Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.

πλὴν ἐκ τούτων δείκνυται ἕτερον ὑπάρχον παρ’ αὐτὸν τὸ ἅγιον πνεῦμα, ὡς καὶ διὰ τῶν ἐπιφερομένων, δι᾿ ὧν πάλιν ἀναγέγραπται φήσας »ἐάν τις ἀγαπᾷ με, τὸν λόγον μου τηρήσει, καὶ ὁ πατήρ μου ἀγαπήσει αὐτόν, καὶ πρὸς αὐτὸν ἐλευσόμεθα καὶ μονὴν παρ’ αὐτῷ ποιησόμεθα«.

οἶς ἐπιφέρει »ταῦτα λελάληκα ὑμῖν παρ’ ὑμῖν μένων ὁ δὲ παράκλητος, τὸ πνεῦμα τὸ ἅγιον ὃ πέμψει ὁ πατήρ μου ἐν τῷ ὀνόματί μου, ἐκεῖνος ὑμᾶς διδάξει πάντα καὶ ὑπομνήσει ὑμᾶς πάντα ὅσα εἶπον ὑμῖν«. ἀκούεις ὅπως πληθυντικῷ κέχρηται τρόπῳ τὸ »ἑλευσόμεθα καὶ μονὴν παρ’ αὐτῷ ποιησόμεθα« περὶ αὑτοῦ καὶ τοῦ πατρὸς φήσας, καὶ ὡς περὶ τοῦ ἁγίου πνεύματος διαλαλῶν ὡς περὶ ἑτέρου ἔλεγεν τὸ »ἐκεῖνος ὑμᾶς διδάξει πάντα.

τοιοῦτον δὲ ἦν καὶ τὸ ἐγὼ ἐρωτήσω τὸν πατέρα καὶ ἄλλον παράκλητον δώσει ὑμῖν ἵνα μεθ’ ὑμῶν ᾖ εἰς τὸν αἰῶνα, τὸ πνεῦμα τῆς ἀληθείας«. οὐκοῦν ἕτερος ἦν παρ’ αὐτὸν ὁ παράκλητος, περὶ οὐ τὰ τοσαῦτα ἐδίδασκεν. εἰκότως οὖν αὖθίς προσετίθει λέγων » ταῦτα λελάληκα ὑμῖν παρ’ ὑμῖν μένων· ὁ δὲ παράκλητος, τὸ πνεῦμα τὸ ἅγιον ὃ πέμψει ὁ πατήρ μου ἐν τῷ ὀνόματί [*](1 Joh. 14, 15—17 — 6 Joh. 20, 22 — 11 Gen. 2, 7 — 12 Joh. 20, 22– 16 f vgl. Z. 7 — 20 Joh. 14, 23 — 23 Joh. 14, 25. 26 — 26 Joh. 14, 23 — 28 Joh. 14, 23 — 29 Joh. 14, 16. 17 — 33 Joh. 14, 25. 26) [*](1 ἐδίδαξεν Kl vgl. S. 159, 38 R ἔδειξεν a. R, V2 | 10 ἅγιον str. Mo | 27 περὶ αὐτοῦ V)

v.4.p.161.
μου, ἐκεῖνος ὑμᾶς διδάξει πάντα καὶ ὑπομνήσει ὑμᾶς πάντα ὅσα εἶπον«.

ἐγὼ μὲν γὰρ τέως ταῦθ’ ὑμῖν λελάληκα, φησίν, τὸ δὲ πνεῦμα τῆς ἀληθείας, ὃ καὶ αὐτὸ πέμψει ὁ πατήρ μου, πάντα ὑμᾶς διδάξει, ὅσα νῦν οὐ μεμαθήκατε διὰ τὸ μὴ χωρεῖν ὑμᾶς· ἀλλ’ ἐκεῖνος ἐλθών.

λέγω δὲ ὁ παράκλητος, ἀναπληρώσει τὴν διδασκαλίαν, μετὰ τοῦ καὶ τῶν νῦν λεγομένων ὑπ’ ἐμοῦ μνήμην ὑμῖν ἐμποιῆσαι καὶ αὖθις ἐπάγει »ὅταν δὲ ἔλθῃ ὁ παράκλητος ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ πατρός, τὸ πνεῦμα τῆς ἀληθείας ὃ πάρα τοῦ πατρὸς ἐκπορεύεται, ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ«. δι’ ὦν ἁπάντων σαφῶς παρίστησιν ἐκεῖνον τὸν ὑπ’ αὐτοῦ πεμπόμενον καὶ τὸν μέλλοντα περὶ μαρτυρεῖν ἕτερον εἶναι παρ’ ἑαυτόν.

ἐπεξεργάζεται δὲ τὸν λόγον ἔτι μᾶλλον καὶ δι’ ὧν ἐπιλέγει »ἀλλ’ ἐγὼ τὴν ἀλήθειαν λέγω ὑμῖν, συμφέρει ὑμῖν ἵνα ἐγὼ ἀπέλθω. ἐὰν γὰρ μὴ ἀπέλθω ὁ παράκλητος οὐκ ἔρχεται πρὸς ὑμᾶς· ἐὰν δὲ πορευθῶ, πέμψω αὐτὸν πρὸς ὑμᾶς«. ἀπελθεῖν δὲ ἑαυτὸν λέγων ἐν τούτοις τε τὸ πάθος ἑαυτοῦ ἐσήμαινεν καὶ τὴν μετὰ τοῦτο πρὸς τὸν πατέρα ἄνοδον.