De Ecclesiastica Theologia

Eusebius of Caesarea

Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.

οὐ γὰρ ἀφ’ ἑαυτοῦ λαλήσει, ἀλλ’ ὅσα ἀκούσει, καὶ τὰ ἐρχόμενα ἀναγγελεῖ ὑμῖν. ἐκεῖνος ἐμὲ δοξάσει, ὅτι ἐκ τοῦ ἐμοῦ λήψεται καὶ ἀναγγελεῖ ὑμῖν«. έν οἶς πάλιν ἃ μὴ αὐτὸς ἐδίδαξεν ταῦτα μαθήσεσθαι τοὺς αὐτοῦ μαθητὰς ὑπὸ τοῦ ἁγίου πνεύματος ἐπαγγέλλεται, ὡς περὶ ἑτέρου λέγων τὸ »ὅταν ἔλθῃ ἐκεῖνος« καὶ τὸ »οὐ γὰρ ἀφ’ ἑαυτοῦ λαλήσει« καὶ τὸ »ἐκεῖνος ἐμὲ δοξάσει« καὶ τὸ »ὅτι ἐκ τοῦ ἐμοῦ λήψεται«· ταῦτα γὰρ πάντα ὑπολαμβάνειν τὸν σωτῆρα αὐτὸν περὶ ἑαυτοῦ λέγειν δεινὴ καὶ δυσθεράπευτος εὐήθεια.

ἀλλὰ γὰρ σαφῶς διὰ τούτων αὐτὸς ὁ σωτὴρ τὸ πνεῦμα τὸ ἅγιον ἕτερον ὑπάρχειν παρ’ ἑαυτὸν ἐδίδαξεν, τιμῇ μὲν καὶ δόξῃ καὶ πρεσβείοις ὑπερέχον καὶ κρεῖττον καὶ ἀνώτερον πάσης τῆς νοερᾶς καὶ λογικῆς τυγχάνον οὐσίας (διὸ καὶ συμπαρείληπται τῇ

ἁγίᾳ καὶ τρὶς μακαρίᾳ τριάδι), ὑποβεβηκός γε μὴν εἶναι αὑτοῦ. ὃ δὴ παρίστη εἰπὼν »οὐ γὰρ ἀφ’ ἑαυτοῦ λαλήσει, ἀλλ’ ὅσα ἀκούσει λαλήσει«· παρὰ τίνος δὲ ἀκούσει, διασαφεῖ λέγων »ἐκ τοῦ ἐμοῦ λήψεται [*](2 Luk. 24, 39. Joh. 20, 27 — 2 ff Joh. 20, 22. 23 — 4 I Kor. 12, 4 — 8 Act. 1, 8 — 9 f Act. 1, 5 — 11 f Act. 2, 1—4 — 17 Joh. 16, —15 — 24 Joh. 16, 13 — Joh. 16, 13 — 25 Joh. 16, 14 — 32 Joh. 16, 13 — 33 Joh. 16, 14) [*](1 αὐτοῦ V, corr. Zahn | 6 τελεοτέρας V*, corr. V2 | 8 ὑμεῖς δὲ] ἀλλὰ NT ἐς ὕψους <NT | 18 ἐκεῖνος ΚΙ nach NT u. Ζ. 24 | 25 ὅτι ΚΙ ἔτι V | συνήθεια V, corr mr | 31 εἶναι str. We | αὐτοῦ V)

v.4.p.163.
καὶ ἀναγγελεῖ ὑμῖν« , ἐκ τοῦ ἐμοῦ δηλαδὴ θησαυροῦ· ἐν αὐτῷ γάρ »εἰσιν πάντες οἱ θησαυροὶ τῆς σοφίας καὶ γνώσεως ἀπόκρυφοι«.

αὐτὸς μὲν οὖν ἅτε υἱὸς μονογενὴς παρὰ τοῦ πατρὸς λαμβάνει καὶ παρὰ τοῦ πατρὸς ἀκούει, τὸ δὲ πνεῦμα τὸ ἅγιον παρ’ αὐτοῦ Κορηγεῖται· διό φησιν »ἐκ τοῦ ἐμοῦ λήψεται καὶ ἀναγγελεῖ ὑμῖν«. λέγεται μὲν οὖν καὶ ὁ ἐπὶ πάντων θεὸς πνεῦμα, ὡς αὐτὸς ἐδίδαξεν ὁ σωτὴρ εἰπὼν »πνεῦμα ὁ θεός, καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν«, καὶ ἔσται ἀληθῶς ἅγιος ἁγίων αὐτός, καὶ »ἐν ἁγίοις ἀναπαυόμενος«. ἀλλὰ καὶ ὁ υἱὸς τοῦ θεοῦ πνεῦμα ὢν τυγχάνει, καὶ πνεῦμα καὶ αὐτὸς ἁγίων ἅγιον, εἰ δὴ εἰκών ἐστιν τοῦ ἀοράτου·

διὸ καὶ περὶ αὐτοῦ λέλεκται »ὁ δὲ κύριος τὸ πνεῦμά ἐστιν« καὶ »πνεῦμα πρὸ προσώπου ἡμῶν χριστὸς κύριος«.

ἀλλὰ γὰρ τοῦ ἁγίου πνεύματος ἑτέρου ὄντος παρὰ τὸν πατέρα καὶ τὸν υἱόν, τὸ ἰδίωμα παριστὰς ὁ σωτὴρ κέκληκεν αὐτὸ παράκλητον, τὸ κοινὸν τῆς ὁμωνυμίας ἀφορίζων διὰ τῆς τοῦ παρακλήτου προσηγορίας, ἐπεὶ καὶ αἱ ἀγγελικαὶ δυνάμεις εἶεν ἂν πνεύματα· »ὁ« γὰρ »ποιῶν τοὺς ἀγγέλους αὑτοῦ πνεύματά« εἴρηται. ἀλλ’ οὐδὲν τούτων ἐξισοῦσθαι δύναται τῷ παρακλήτῳ πνεύματι διὸ τῇ ἁγίᾳ καὶ τρισμακαρίᾳ τριάδι μόνον τοῦτο συμπαρείληπται,