De Ecclesiastica Theologia

Eusebius of Caesarea

Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.

τίς οὑν οὕτως ἠλίθιος ὡς μετὰ τοσαύτας φωνὰς ἕνα καὶ τὸν αὐτὸν εἶναι φάναι τὸν ταῦτα λέγοντα καὶ τὸν περὶ οὗ ταῦτ’ ἔλεγεν, ἀκούων αὐτοῦ σαφῶς διοριζομένου τὴν ἀλήθειαν φάσκειν, καὶ τίς ἡ ἀλήθεια παριστῶντος, ὡς εἰ μὴ ἀπέλθοι αὐτός, μὴ ἄν ποτε ἥξειν τὸ ἅγιον πνεῦμα.

εἰ δὲ ποτὲ μὲν τὸν πατέρα πέμψειν τὸ πνεῦμα τὸ ἅγιον ποτὲ δὲ ἑαυτὸν διορίζεται, οὐκ ἐναντία δήπουθεν διδάσκει· πάντα γὰρ ὅσα ἐὰν »βλέπῃ τὸν πατέρα ποιοῦντα«, »ταῦτα ὁμοίως καὶ ὁ υἱὸς ποιεῖ« καὶ »καθὼς ἀκούει, κρίνει«. διὸ τῇ τοῦ πατρὸς κρίσει, ὅτε καὶ βούλεται ὁ πατήρ. τηνικαῦτα ὁ υἱὸς καὶ † δι᾿ αὐτοῦ ὁ σωτὴρ ἀποστέλλει τοῖς αὐτοῦ μαθηταῖς τὸ πνεῦμα τῆς ἀληθείας τὸ παράκλητον, πρὸς τὸ παρακαλεῖν αὐτοὺς καὶ παραμυθεῖσθαι ἐφ’ οἷς κηρύττοντες τὸ εὐαγγέλιον ὑπὸ τῶν ἐλαυνόντων αὐτοὺς ἔπασχον·

οὐ μόνον δὲ πρὸς τὸ παρακαλεῖν αὐτούς, ἀλλὰ καὶ πρὸς τὸ διδάξαι αὐτοὺς πᾶσαν τὴν ἀλήθειαν τῆς καινῆς διαθήκης, ἣν οὐκ ἐχώρουν ὑπὸ τοῦ σωτῆρος διδάσκεσθαι, ὁπηνίκα ταῦτα αὐτοῖς ὡμίλει διὰ τὸ ἔτι τῇ Ἰουδαϊκῇ δεδουλῶσθαι ἀγωγῇ.

ταῦτα δὲ ἔργοις ἐπλήρου μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν αὐτοῦ. μεθ’ ἣν εἰπὼν τῇ Μαρίᾳ »μή μου ἅπτου, οὔπω γὰρ ἀναβέβηκα πρὸς τὸν πατέρα μου«, μετὰ ταῦτα ἅτε δὴ ἀνεληλυθὼς πρὸς τὸν πατέρα τοῖς μαθηταῖς ὤφθη τοῦ ἁγίου πνεύματος ἀπεσταλμένου καὶ [*](7 Joh. 15, 26 — 12 Joh. 16, 7 — 22 Joh. 5, 19 — 23 Joh. 5, 30 — 29 Joh. 16, 13 — 33 Joh. 20, 7 — 35 Luk. 24, 36. Joh. 20, 19) [*](10 τὸν str. Kl | 13 ἐπέλθω V*, corr. V2 | 25 καὶ δι’ αὐτοῦ ὁ υἱὸς (καὶ σωτήρ κτλ.) Mo, ὁ υἱὸς καὶ δι’ αὐτὸ τοῦτο?)

v.4.p.162.
συνόντος αὐτῷ ἑτοίμου τε παρεστῶτος εἰς ἣν τέτακται διακονίαν, ὅτε καὶ ἅψασθαι αὐτοῦ ἐπιτρέπει τότε γὰρ »αύτοῖς ἐνεφύσησεν« καὶ τότε μέρος τι χαρίσματος τοῦ ἁγίου πνεύματος αὐτοῖς, τὸ τῆς ἀφέσεως τῶν ἁμαρτημάτων ποιητικόν, ἐδίδου· »διαιρέσεις« γὰρ »χαρισμάτων εἰσίν«, ὧν ἐκ μέρους μὲν αὐτοῖς ἐδωρεῖτο τότε συνὼν καὶ παρὼν αὐτοῖς, μετὰ δὲ ταῦτα μείζονος αὐτοὺς καὶ τελεωτέρας δυνάμεως ἐπλήρου.

περὶ ἧς ἐν ταῖς Πράξεσιν τῶν ἀποστόλων πρὸς αὐτοὺς ἔφη »ὑμεῖς δὲ λήψεσθε ἐξ ὕψους δύναμιν ἐπελθόντος τοῦ ἁγίου πνεύματος ἐφ’ ὑμᾶς«· ὅτε καὶ βαπτισθήσεσθαι αὐτοὺς ἐν πνεύματι ἁγίῳ ἐπηγγέλλετο, ὃ δὴ καὶ αὐτὸ ἐπληροῦτο μετὰ τὴν ἀνάληψιν αὐτοῦ, κατὰ τὴν ἡμέραν τῆς πεντηκοστῆς ἀποσταλέντος αὐτοῖς τοῦ ἁγίου πνεύματος ταῖς αὐτοῦ φωναῖς ἀκολούθως.

πλείονος δὲ ἐξεργασίας καὶ σαφηνείας δεομένων τῶν κατὰ τὸν τόπον οὐ νῦν ἐπεξιέναι καιρὸς τῇ τῆς ἐξετάσεως ἀκριβείᾳ, ἐπεὶ μηδὲ τοῦθ’ ἡμῖν πρόκειται, παραστῆσαι δ᾿ ἐχρῆν ἕτερον εἶναι τοῦ υἱοῦ τὸ παράκλητον πνεῦμα, ὃ δὴ καὶ ἀπεδείχθη διαφόρως δι’ ὧν αὐτὸς ἐπαίδευσεν ὁ σωτήρ, πρός τε τοῖς ἄλλοις καὶ ἐν οἶς ἔλεγεν »ἔτι πολλὰ ἔχω λέγειν ὑμῖν, ἀλλ’ οὐ δύνασθε βαστάζειν ἄρτι· ὅταν δὲ ἔλθῃ ἐκεῖνος, τὸ τῆς ἀληθείας, διηγήσεται ὑμῖν τὴν ἀλήθειαν πᾶσαν·

οὐ γὰρ ἀφ’ ἑαυτοῦ λαλήσει, ἀλλ’ ὅσα ἀκούσει, καὶ τὰ ἐρχόμενα ἀναγγελεῖ ὑμῖν. ἐκεῖνος ἐμὲ δοξάσει, ὅτι ἐκ τοῦ ἐμοῦ λήψεται καὶ ἀναγγελεῖ ὑμῖν«. έν οἶς πάλιν ἃ μὴ αὐτὸς ἐδίδαξεν ταῦτα μαθήσεσθαι τοὺς αὐτοῦ μαθητὰς ὑπὸ τοῦ ἁγίου πνεύματος ἐπαγγέλλεται, ὡς περὶ ἑτέρου λέγων τὸ »ὅταν ἔλθῃ ἐκεῖνος« καὶ τὸ »οὐ γὰρ ἀφ’ ἑαυτοῦ λαλήσει« καὶ τὸ »ἐκεῖνος ἐμὲ δοξάσει« καὶ τὸ »ὅτι ἐκ τοῦ ἐμοῦ λήψεται«· ταῦτα γὰρ πάντα ὑπολαμβάνειν τὸν σωτῆρα αὐτὸν περὶ ἑαυτοῦ λέγειν δεινὴ καὶ δυσθεράπευτος εὐήθεια.

ἀλλὰ γὰρ σαφῶς διὰ τούτων αὐτὸς ὁ σωτὴρ τὸ πνεῦμα τὸ ἅγιον ἕτερον ὑπάρχειν παρ’ ἑαυτὸν ἐδίδαξεν, τιμῇ μὲν καὶ δόξῃ καὶ πρεσβείοις ὑπερέχον καὶ κρεῖττον καὶ ἀνώτερον πάσης τῆς νοερᾶς καὶ λογικῆς τυγχάνον οὐσίας (διὸ καὶ συμπαρείληπται τῇ

ἁγίᾳ καὶ τρὶς μακαρίᾳ τριάδι), ὑποβεβηκός γε μὴν εἶναι αὑτοῦ. ὃ δὴ παρίστη εἰπὼν »οὐ γὰρ ἀφ’ ἑαυτοῦ λαλήσει, ἀλλ’ ὅσα ἀκούσει λαλήσει«· παρὰ τίνος δὲ ἀκούσει, διασαφεῖ λέγων »ἐκ τοῦ ἐμοῦ λήψεται [*](2 Luk. 24, 39. Joh. 20, 27 — 2 ff Joh. 20, 22. 23 — 4 I Kor. 12, 4 — 8 Act. 1, 8 — 9 f Act. 1, 5 — 11 f Act. 2, 1—4 — 17 Joh. 16, —15 — 24 Joh. 16, 13 — Joh. 16, 13 — 25 Joh. 16, 14 — 32 Joh. 16, 13 — 33 Joh. 16, 14) [*](1 αὐτοῦ V, corr. Zahn | 6 τελεοτέρας V*, corr. V2 | 8 ὑμεῖς δὲ] ἀλλὰ NT ἐς ὕψους <NT | 18 ἐκεῖνος ΚΙ nach NT u. Ζ. 24 | 25 ὅτι ΚΙ ἔτι V | συνήθεια V, corr mr | 31 εἶναι str. We | αὐτοῦ V)

v.4.p.163.
καὶ ἀναγγελεῖ ὑμῖν« , ἐκ τοῦ ἐμοῦ δηλαδὴ θησαυροῦ· ἐν αὐτῷ γάρ »εἰσιν πάντες οἱ θησαυροὶ τῆς σοφίας καὶ γνώσεως ἀπόκρυφοι«.