De Ecclesiastica Theologia

Eusebius of Caesarea

Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.

ὡς ἔ οὖν ἕτερος ἦν ὁ ἐκ τοῦ θεοῦ γεγεννημένος μονογενὴς υἱός, ζῶν καὶ ὑφεστώς, ὢν καὶ πρὸ τῆς τῶν γενητῶν ἁπάντων συστάσεως, ὅδε παρίστησιν αὐτὸς δί’ ὧν ἑξῆς ἐπάγει λέγων »ἡνίκα ἡτοίμαζεν τὸν οὐρανόν, συμπαρήμην αὐτῷ«· συνῆν γὰρ καὶ παρῆν αὐ τῷ πρὶν γενέσθαι τὸν οὐρανὸν καὶ τὰ ἐπέκεινα οὐρανοῦ τά τε ἐν οὐρανῷ πάντα. τοῦτο γοῦν ᾐνίττετο διὰ τοῦ φάναι »ἡνίκα ἡτοίμαζεν τὸν οὐρανόν, συμπαρήμην αὐτῷ«.

πῶς δὲ ἡτοίμαζεν ὁ θεὸς ἧ πρὶν γενέσθαι αὐτὸν νομοθετῶν καὶ διατυπούμενος ὃν ἔδει τρόπον αὐτὸν συστῆναι; ὁ μὲν οὑν πατὴρ διετύπου καὶ ἡτοίμαζεν, διανοούμενος ὅπως ἐχρῆν συστῆναι τὸν τοσοῦτον οὐρανόν, ὅσου τε μεγέθους ἐδεῖτο καὶ ὁποίου σχήματος μέτρων τε καὶ μερῶν ὁπόσων, τῶν μελλόντων εἴσω τε αὐτοῦ περιέχεσθαι χάριν, καὶ τῶν ἐκτὸς ἔσεσθαι αὐτοῦ, τῶν τε ἐν αὐτῶ τὸν δρόμον ποιησομένων ἕνεκα· ὁ δὲ τοῖς τοῦ πατρὸς λογισμοῖς ἐνατενίζων καὶ μόνος ἐποπτεύων τὰ ἐν αὐτῷ βάθη. δι’ ἔργων ἐχώρει τοῖς τοῦ πατρὸς [*](1 Prov. 8, 22 ff — 2 vgl. S. 138, 31 ff — 7 Prov. 8, 22 — 8 vgl. Nr. 9. 10 — 9 Prov. 8, 23 — 11 vgl. Nr. 18 — Gen. 3, 10 — 12 Prov. 8, 24. 25 — 14 f vgl. Nr. 20. 21. 22 — 16 Prov. 8. 27 — 22 Prov. 8, 27 — 25 Prov. 8, 27) [*](2 καὶ2 <m | ταὐτὸν Kl vgl. S. 153, 28 | 6 καὶ3 üb. d. Ζ. V2 | 14 προγεγεννημένην εἶναι V2 προγεγεννημένον V* | 17 μὴ üb. d. Ζ. V1 | 21 ὅδε Kl ὃ δὴ V | 23 αὐτῷ Μο | 29 ὅς οἵτε V, corr. Kl | 32 ποιησαμένων V, corr. We εἵνεκα V)

v.4.p.155.
ἐξυπηρετούμενος νεύμασιν.

διὸ λέλεκταί που »αἰνεῖτε αἰνεῖτε τὸν κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις.

αἰνεῖτε αὐτόν, πάντες οἱ ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. αἰνεῖτε αὐτόν, ἥλιος καὶ σελήνη· αἰνεῖτε αὐτόν, πάντα τὰ ἄστρα καὶ τὸ φῶς. αἰνεῖτε αὐτόν, οἱ οὐρανοὶ τῶν οὐρανῶν, καὶ τὰ ὕδατα τὰ ὑπεράνω τῶν οὐρανῶν. αἰνεσάτωσαν τὸ ὄνομα κυρίου· ὅτι αὐτὸς εἶπεν καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο καὶ ἐκτίσθησαν«.

πλὴν ἀλλὰ καὶ πρὶν γενέσθαι αὐτὸν τὸν οὐρανὸν καὶ τὰ ἐπέκεινα οὐρανοῦ τά τε ἐν οὐρανῷ πάντα (ἐξ ἑνὸς γὰρ τὰ πάντα περιληπτικῶς δεδήλωται) ἦν ὁ υἱὸς τοῦ θεοῦ, καὶ τῷ πατρὶ παρῆν τε καὶ συνῆν ἔτι βουλευομένῳ περὶ τῆς τούτων ἁπάντων συστάσεως. διό φησιν »ἡνίκα ἡτοίμαζεν τὸν οὐρανόν, συμπαρήμην αὐτῷ«. εἶθ’ ὡς ἀγαθὸς γραφεὺς τὰς ἀρχετύπους ἰδέας ἐκ τῶν πατρικῶν λογισμῶν ἀπολαμβάνων ἐπὶ τὰς τῶν ἔργων μετέφερεν οὐσίας, τοιαῦτα ζωοπλαστῶν καὶ ὑφιστάμενος, ὁποῖα τῇ τοῦ πατρὸς διανοίᾳ προυποκείμενα ἑώρα.

τούτων δ’ αὐτὸς γένοιτ’ ἂν μάρτυς ἀξιόχρεως, ἐν Εὐαγγελίοις ὧδε διδάσκων· »ἀμὴν ἀμὴν λέγω ὑμῖν, οὐ δύναται ὁ υἱὸς ποιεῖν ἀφ’ ἑαυτοῦ οὐδέν, ἐὰν μή τι βλέπῃ τὸν πατέρα ποιοῦντα· ἃ γὰρ ἂν ἐκεῖνος ποιῇ, ταῦτα καὶ ὁ υἱὸς ὁμοίως ποιεῖ.

ὁ γὰρ πατὴρ φιλεῖ τὸν υἱὸν καὶ πάντα δείκνυσιν αὐτῷ ἃ αὐτὸς ποιεῖ«. ἔνθα τις εἰκότως ζητήσειεν ἂν πῶς τὰ ἅπαξ ὑπὸ τοῦ πατρὸς γεγονότα ὁ υἱὸς αὖθις ποιεῖ; ἐπελύσατο δ᾿ αὐτὸς τὸν λόγον εἰπὼν »ἃ γὰρ ἂν ὁ πατὴρ ποιῇ, ταῦτα καὶ ὁ υἱὸς ὁμοίως ποιεῖ«.

οὐκοῦν ὁμοιώματα τυγχάνει τὰ πρὸς τοῦ υἱοῦ γιγνόμενα ἔργων ἀρχετύπων ἐν ἀπορρήτοις τοῦ πατρὸς λογισμοῖς προϋφισταμένων, ἃ δὴ βλέπων ἀτενὲς ἐν τῇ τοῦ πατρὸς διανοίᾳ ὁ υἱὸς μιμήματα ὡν ἐώρα ἐποίει. τὸ δ᾿ ἐποπτεύειν αὐτὸν τὰ τοῦ πατρὸς βάθη τῆς πατρικῆς ἀγάπης ἔργον εἶναι παρίστη διασαφῶν ἑξῆς καὶ λέγων »ὁ γὰρ πατὴρ φιλεῖ τὸν υἱὸν καὶ πάντα δείκνυσιν αὐτῷ ἃ αὐτὸς ποιεῖ«. δεικνύντος ἄρα τοῦ πατρὸς τὰ ἑαυτοῦ κρύφια θεωρῶν ὁ υἱὸς δι’ ἔργων ὑφίστη τὰ τῆς πατρικῆς βουλῆς ἔργα. οὕτως οὖν συνὼν τῷ πατρὶ καὶ συμπαρὼν αὐτῷ προετοιμάζοντι τὸν οὐρανὸν καὶ τὰ ἐπ’ αὐτῷ τοῦτ’ ἐδίδασκε λέγων »ἡνίκα ἡτοίμαζεν τὸν οὐρανόν, συμπαρήμην αὐτῷ«.

ἔχαιρέν τε ὁ πατὴρ πρὶν ἢ καὶ τὸν κόσμον γενέσθαι, εἰς αὐτὸν ἀφορῶν τὸν ἑαυτοῦ μονογενῆ υἱὸν [*](1 Ps. 148, 1—5 — 11 Prov. 8, 27 — 16 Joh. 5, 19. 20 — 22 Joh. 5, 19– 28 Joh. 5, 20 — 32 Prov. 8, 27) [*](8 αὐτὸν m αὐτοῦ V | 9 πάντα] + ἃ a. R. V2 | 10 πατρὶ V2, σωτῆρι V* | 16 γένοιτο μάρτυς V, corr. Kl | 18 ἂν V2 ἐὰν V* | 21 ποιῇ V2 | 23 ὁμοίωμα V, corr. We)

v.4.p.156.
καὶ ὥσπερ ἐν εἰκόνι ἑαυτὸν ἐνοπτριζόμενος ἐν αὐτῷ· διό φησιν ἡ σοφία »ἐγὼ ἤμην ᾗ προσέχαιρεν καθ’ ἡμέραν«. ἀλλὰ καὶ ὁ υἱὸς εὐφροσύνης ἐπληροῦτο γανύμενος ἐπὶ τῇ τοῦ πατρὸς θέᾳ· τοῦτο γοῦν αὐτὸς διδάσκει λέγων »ηὐφραινόμην δὲ ἐνώπιον αὐτοῦ ἐν παντὶ καιρῷ, ὅτε ηὐφραίνετο τὴν οἰκουμένην συντελέσας« ,