De Ecclesiastica Theologia

Eusebius of Caesarea

Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.

ἐνταῦθα μὲν οὖν ἵστησιν τὸν λόγον· μετὰ πλεῖστα δὲ ὅσα μεταξὺ αὐτῷ λελεγμένα ἀφίσταται μὲν τῆς ἐπὶ τὴν σάρκα ἐκδοχῆς, ὁμολογεῖ δὲ τὸν τοῦ θεοῦ λόγον εἶναι τὸν ταῦτα φήσαντα. λέγει δ᾿ οὖν αὐτοῖς ῥήμασιν

πρὸ γὰρ τοῦ τὸν κόσμον εἶναι ἦν ὁ λόγος ἐν τῷ ὅτε δὲ ὁ παντοκράτωρ θεὸς πάντα τὰ ἐν οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς ποιῆσαι προέθετο, ἐνεργείας ἡ τοῦ κόσμου γένεσις ἐδεῖτο δραστικῆς· καὶ διὰ τοῦτο, μηδενὸς ὄντος ἑτέρου πλὴν θεοῦ (πάντα γὰρ ὁμολογεῖται ὐπ’ αὐτοῦ γεγενῆσθαι), τότε ὁ λόγος προελθὼν ἐγίνετο τοῦ κόσμου ποιητής, ὁ καὶ πρότερον ἔνδον νοητῶς ἑτοιμάζων αὐτόν, ὡς διδάσκει ἡμᾶς ὁ προφήτης Σολομὼν »ἡνίκα ἡτοίμαζεν τὸν οὐρανόν« λέγων »συμπαρήμην αὐτῷ« καὶ »ὡς ἀσφαλεῖς ἐτίθει πηγὰς τῆς ὑπ’ οὐρανόν, ἡνίκα ἰσχυρὰ ἐποίει τὰ θεμέλια τῆς γῆς, ἤμην παρ’ αὐτῷ ἁρμόζουσα· ἐγὼ ἤμην ᾖ προσέχαιρεν«·

ἔχαιρεν γὰρ εἰκότως ὁ πατὴρ μετὰ σοφίας καὶ δυνάμεως διὰ τοῦ λόγου πάντα ποιῶν.

ταῦτα Μάρκελλος. εἰ δὴ οὖν ἐκ προσώπου τοῦ λόγου εἰρῆσθαι αὐτὰ μόγις ποτὲ ὡμολόγησεν, ἀνάγκη αὐτὸν παραδέξασθαι πᾶσαν τὴν σύμφρασιν τῶν προκειμένων ἐπὶ τὸν αὐτὸν τοῦ θεοῦ λόγον ἀναφέρεσθαι.

ὁ γὰρ εἰπὼν »ἡνίκα ἡτοίμαζεν τὸν οὐρανόν, συμπαρήμην αὐτῷ« αὐτὸς ἢν ὁ καὶ τὸ »κύριος ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ« φήσας· ἓν γὰρ καὶ τὸ αὐτὸ πρόσωπον ἀρχομένοις ἡμῖν ἐδείχθη, τὸ πάντα διεξοδεῦον τὰ προκείμενα. αὐτὸς τοιγαροῦν ὁ εἰπὼν »κύριος ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ« ἐπήγαγεν τὸ »πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέν με« καὶ τὸ »ἐν ἀρχῇ πρὸ τοῦ τὴν γῆν ποιῆσαι« καὶ τὸ »πρὸ τοῦ ὄρη ἑδρασθῆναι, πρὸ δὲ πάντων βουνῶν γεννᾷ με«·

ὁ αὐτὸς δὲ καὶ τὸ »ἡνίκα ἡτοίμαζεν τὸν οὐρανόν, συμπαρήμην αὐτῷ« συνῆψεν καὶ τὰ ἀκόλουθα τούτοις. εἰ δὴ οὖν ὁ λόγος ἦν ὁ ταῦτα φήσας, πῶς ἔνδον ἦν ἐν τῷ θεῷ καί, [*](17 Prov. 8, 27—30 — 21 Ι Kor. 1, 24 — 26 Prov. δι’ 27 — 27 Prov. 8 — 28 f S. 138, 31 ff — 30 Prov. 8, 22 — 31 f Prov. 8, 23 — 32 Prov. 8, 25 — 33 Prov. 8, 27 — 35 ff vgl. Nr. 54) [*](4 μὲν Kl γάρ V γὰρ * * * * * We | 11 ὁ and. St. | 29 ὁ Kl | 31 τῶν αἰώνων m | 33 βουνῶν m)

v.4.p.154.
συναγένητος ὢν τῶ θεῶ ἕν τε καὶ ταὐτὸν ὑπάρχων αὐτῷ, ἐκτίσθαι ἑαυτὸν ἔλεγεν καὶ γεγεννῆσθαι; ἒν γὰρ καὶ ταύτον, ὡς ἔφην .

πρόσωπον τὸ πάντα διεξιὸν τὰ προκείμενα. εἰ δὲ καὶ ὀψέ ποτε ὡμολόγησεν ἐκ προσώπου ταῦτα εἰρῆσθαι τοῦ ἐν τῷ θεῷ λόγου, βεβίασται ἄρα αὐτῷ τὰ τῆς εἰς τὴν σάρκα τοῦ σωτῆρος ἀποδόσεως, καὶ πάντα ἀθρόως ἐκεῖνα ἕωλα καὶ μάταια καὶ περιττά πεφώραται. εἰ δὲ ἡ σὰρξ ἢν τοῦ σωτῆρος ἡ λέγουσα τὸ »κύριος ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ« κατὰ τὴν ἀποδοθεῖσαν αὐτῷ ἑρμηνείαν, καὶ εἰ ἡ σὰρξ »πρὸ τοῦ αἰῶνος« ἐθεμελιώθη κοὶ »ἐν ἀρχῇ πρὸ τοῦ τὴν γῆν ποιῆσαι« (γῆν δηλαδὴ τὴν σάρκα αὐτῷ ἐδόκει διὰ τὸ εἰρῆσθαι »γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ«), καὶ εἴπερ ἡ σὰρξ ἦν ἡ λέγουσα »πρὸ τοῦ τὰς ἀβύσσους ποιῆσαι, πρὸ τοῦ προελθεῖν τὰς πηγὰς τῶν ὑδάτων, πρὸ τοῦ ὄρη ἑδρασθῆναι, πρὸ δὲ πάντων βουνῶν γεννᾷ μὲ (διὰ τὸ προγεγεννημένην εἶναι τῆς τῶν ἀποστόλων ἐκλογῆς ὡς ἐδόκει τῷ σοφωτάτω,), ἕπεται ἐκ προσώπου τῆς σαρκὸς λέγεσθαι καὶ τὸ ἡνίκα ἡτοίμαζεν τὸν οὐρανόν, συμπαρήμην αύτῷ«.

ἀλλ’ οὐκ ἄν τις μὴ τῶν φρενῶν ἐκστὰς ταύτῃ ποτὲ συνθοῖτο τῇ ἑρμηνείᾳ· ἀντιφθέγξεται γὰρ αὐτῷ μέγα βοήσας ὁ τῖς ἀληθείας λόγος, ἐπιδεικνὺς τίς ποτε ἦν ὁ ταῦτα διεξιών.