De Ecclesiastica Theologia

Eusebius of Caesarea

Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.

οὕτω καὶ Μώσης παιδαγωγὸς τῶν ἀτελῶν τὰς φρένας ὑπάρχων, οὐρανοῦ καὶ γῆς καὶ τῆς τῶν ὁρατῶν δημιουργίας ἐμνημόνευσεν, οὐ μὴν καὶ κτίσεως ἀγγέλων οὐδὲ θείων δυνάμεων οὐδὲ πνευμάτων ἁγίων, τῷ μὴ χωρεῖν πω τὴν τούτων διδασκαλίαν τοὺς αὐτῷ μαθητευομένους.

εἰκότως τοιγαροῦν καὶ ὁ ἐν ταῖς Παροιμίαις λόγος ὡς τοιούτοις ἀπὸ τῶν περὶ γῆν ὀρῶν τε καὶ βουνῶν καὶ πηγῶν ὡς ἀπὸ γνωριμωτέρων τὴν διδασκαλίαν ἐποιεῖτο, ὡς ἐξ ὑποβάθρας ἀρξάμενος ἐπὶ τὰ κρείττω χειραγωγήσειεν τοὺς παιδαγωγουμένους, ἀπό τε τῶν σμικροτέρων ἐπὶ τὰ θειότερα διαβαίνειν παρασκευάσειεν.

ταῦτα μὲν οὖν, εἰ μηδέν τις πέρα τῆς λέξεως περιεργάζοιτο· εἰ δὲ βαθύτερόν τις καὶ ταῦτα νοεῖν ἐθέλοι, οὐ μᾶλλον ἐπὶ τοὺς ἀποστόλους ἢ ἐπὶ πάντας τοὺς πώποτε γενομένους δικαίους καὶ θεοφιλεῖς ἄνδρας αὐτὰ ἐκδέξεται, διαβήσεται δὲ ἐνθένδε καὶ ἐπὶ τὰς θείας καὶ ἀγγελικὰς δυνάμεις, ὄρη λέγων καὶ βουνοὺς αἰνίττεσθαι ἀγγέλων καὶ ἀρχαγγέλων καὶ πνευμάτων θείων διαφοράς, θρόνους τε καὶ κυριότητας καὶ ἀρχὰς καὶ ἐξουσίας,

ὅτι δὴ καὶ ταῦτα »πάντα τὰ δι’ αὐτοῦ καὶ εἰς αὐτὸν« ἐκτίσθαι καὶ »πρὸ πάντων« αὐτὸν τούτων ὁ θεῖος ἐδίδαξεν ἀπόστολος, ἔνθεν ὡς εἰκὸς ὁρμώμενος, διὰ τὸ λέγεσθαι ἐν τούτοις ἐκ προσώπου τοῦ υἱοῦ τοῦ θεοῦ τὸ »πρὸ τοῦ ὅρη ἑδρασθῆναι, πρὸ δὲ πάντων βουνῶν γεννᾷ με«. τὰ μὲν οὖν ἄλλα ἡδράσθαι ἔφη, μόνον δὲ αὑτὸν γεγεννῆσθαι πρὸ τῆς τῶν δηλωθέντων συστάσεως.

οἶδεν δὲ τὴν ἐπουράνιον Ἱερουσαλὴμ ὁ αὐτὸς ἀπόστολος καὶ τὸ οὐράνιον ὄρος ἐφ’ ᾦ ταύτην εἶναί φησιν λέγων »προσεληγύθατε Σιῶν ὄρει καὶ πόλει θεοῦ ζῶντος, Ἱερουσαλὴμ ἐπουρανίῳ, καὶ μυριάσιν ἀγγέλων, πανηγύρει καὶ ἐκκλησίᾳ πρωτοτόκοων ἀπογεγραμμένων ἐν οὐρανοῖς«. καὶ τούτων τοιγαροῦν ἁπάντων προὐπάρχων ὁ τοῦ θεοῦ μονογενὴς υἱὸς τὰ τῆς οἰκείας ἀπορρήτου γεννήσεως ἐπικεκρυμμένως διὰ τῶν Παροιμιῶν ᾐνίττετο.

καὶ ὅτι γε ταῦτα ὑπέβαλλε νοεῖν, δῆλον ἂν γένοιτο ἀφ’ ὧν συνάπτει ἑξῆς λέγων »ἡνίκα ἡτοίμαζεν τὸν οὐρανὸν συμπαρήμην αὐτῷ« ἔνθα ὁ γενναῖος τῶν γραφῶν ἑρμηνεὺς ἀποκλεισθεὶς ἔστη, [*](1 Prov. 9, 12 — 5 ff vgl. S. 127, 11. 28. 143, 26 ff — 19 ff Kol. 1, 16. 17 — 23 Prov. 8, 25 — 28 Hebr. 12, 22. 23 — 34 Prov. 8, 27) [*](1 καλῶς . . καλὸς) σοφῶς . . σοφὸς LXX | 4 ἀναλέξει (-ξη V2) V, corr. | 21 τὰ Str. V2 | αὐτὸν g αὐτῶν V | 22 ἔνθεν ὅς Kl vgl. Mo u. S. 110, 22 ἐνθέως V | 25 δρᾶσθαι V, corr. Zahn | αὐτὸν γεγενῆσθαι V)

v.4.p.153.
μηκέθ’ ὑπερβάς, τῷ μὴ δεδυνῆσθαι ἐξομαλίσαι τὴν ἀκολουθίαν τῆς ἀποδοθείσης αὐτῶ, περὶ τῆς σαρκὸς τοῦ σωτῆρος ὑποθέσεως.

ἄνω γὰρ καὶ κάτω τῆς σαρκὸς μνημονεύσας καὶ πάντα εἰρῆσθαι περὶ τῆς σαρκὸς ἀποφηνάμενος μέχρι μὲν τῶν ὀρῶν καὶ τῶν βουνῶν ἔφθασεν τοὺς ἀποστόλους ταῦτ’ εἰπὼν εἶναι, τὰ δέ γε τούτοις ἀκόλουθα ἑκὼν παρέδωκε σιωπῇ, μηκέτι τῆς γραφῆς περαιτέρω προελθεῖν τολμήσας.

ἐνταῦθα μὲν οὖν ἵστησιν τὸν λόγον· μετὰ πλεῖστα δὲ ὅσα μεταξὺ αὐτῷ λελεγμένα ἀφίσταται μὲν τῆς ἐπὶ τὴν σάρκα ἐκδοχῆς, ὁμολογεῖ δὲ τὸν τοῦ θεοῦ λόγον εἶναι τὸν ταῦτα φήσαντα. λέγει δ᾿ οὖν αὐτοῖς ῥήμασιν

πρὸ γὰρ τοῦ τὸν κόσμον εἶναι ἦν ὁ λόγος ἐν τῷ ὅτε δὲ ὁ παντοκράτωρ θεὸς πάντα τὰ ἐν οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς ποιῆσαι προέθετο, ἐνεργείας ἡ τοῦ κόσμου γένεσις ἐδεῖτο δραστικῆς· καὶ διὰ τοῦτο, μηδενὸς ὄντος ἑτέρου πλὴν θεοῦ (πάντα γὰρ ὁμολογεῖται ὐπ’ αὐτοῦ γεγενῆσθαι), τότε ὁ λόγος προελθὼν ἐγίνετο τοῦ κόσμου ποιητής, ὁ καὶ πρότερον ἔνδον νοητῶς ἑτοιμάζων αὐτόν, ὡς διδάσκει ἡμᾶς ὁ προφήτης Σολομὼν »ἡνίκα ἡτοίμαζεν τὸν οὐρανόν« λέγων »συμπαρήμην αὐτῷ« καὶ »ὡς ἀσφαλεῖς ἐτίθει πηγὰς τῆς ὑπ’ οὐρανόν, ἡνίκα ἰσχυρὰ ἐποίει τὰ θεμέλια τῆς γῆς, ἤμην παρ’ αὐτῷ ἁρμόζουσα· ἐγὼ ἤμην ᾖ προσέχαιρεν«·

ἔχαιρεν γὰρ εἰκότως ὁ πατὴρ μετὰ σοφίας καὶ δυνάμεως διὰ τοῦ λόγου πάντα ποιῶν.

ταῦτα Μάρκελλος. εἰ δὴ οὖν ἐκ προσώπου τοῦ λόγου εἰρῆσθαι αὐτὰ μόγις ποτὲ ὡμολόγησεν, ἀνάγκη αὐτὸν παραδέξασθαι πᾶσαν τὴν σύμφρασιν τῶν προκειμένων ἐπὶ τὸν αὐτὸν τοῦ θεοῦ λόγον ἀναφέρεσθαι.

ὁ γὰρ εἰπὼν »ἡνίκα ἡτοίμαζεν τὸν οὐρανόν, συμπαρήμην αὐτῷ« αὐτὸς ἢν ὁ καὶ τὸ »κύριος ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ« φήσας· ἓν γὰρ καὶ τὸ αὐτὸ πρόσωπον ἀρχομένοις ἡμῖν ἐδείχθη, τὸ πάντα διεξοδεῦον τὰ προκείμενα. αὐτὸς τοιγαροῦν ὁ εἰπὼν »κύριος ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ« ἐπήγαγεν τὸ »πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέν με« καὶ τὸ »ἐν ἀρχῇ πρὸ τοῦ τὴν γῆν ποιῆσαι« καὶ τὸ »πρὸ τοῦ ὄρη ἑδρασθῆναι, πρὸ δὲ πάντων βουνῶν γεννᾷ με«·

ὁ αὐτὸς δὲ καὶ τὸ »ἡνίκα ἡτοίμαζεν τὸν οὐρανόν, συμπαρήμην αὐτῷ« συνῆψεν καὶ τὰ ἀκόλουθα τούτοις. εἰ δὴ οὖν ὁ λόγος ἦν ὁ ταῦτα φήσας, πῶς ἔνδον ἦν ἐν τῷ θεῷ καί, [*](17 Prov. 8, 27—30 — 21 Ι Kor. 1, 24 — 26 Prov. δι’ 27 — 27 Prov. 8 — 28 f S. 138, 31 ff — 30 Prov. 8, 22 — 31 f Prov. 8, 23 — 32 Prov. 8, 25 — 33 Prov. 8, 27 — 35 ff vgl. Nr. 54) [*](4 μὲν Kl γάρ V γὰρ * * * * * We | 11 ὁ and. St. | 29 ὁ Kl | 31 τῶν αἰώνων m | 33 βουνῶν m)

v.4.p.154.
συναγένητος ὢν τῶ θεῶ ἕν τε καὶ ταὐτὸν ὑπάρχων αὐτῷ, ἐκτίσθαι ἑαυτὸν ἔλεγεν καὶ γεγεννῆσθαι; ἒν γὰρ καὶ ταύτον, ὡς ἔφην .

πρόσωπον τὸ πάντα διεξιὸν τὰ προκείμενα. εἰ δὲ καὶ ὀψέ ποτε ὡμολόγησεν ἐκ προσώπου ταῦτα εἰρῆσθαι τοῦ ἐν τῷ θεῷ λόγου, βεβίασται ἄρα αὐτῷ τὰ τῆς εἰς τὴν σάρκα τοῦ σωτῆρος ἀποδόσεως, καὶ πάντα ἀθρόως ἐκεῖνα ἕωλα καὶ μάταια καὶ περιττά πεφώραται. εἰ δὲ ἡ σὰρξ ἢν τοῦ σωτῆρος ἡ λέγουσα τὸ »κύριος ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ« κατὰ τὴν ἀποδοθεῖσαν αὐτῷ ἑρμηνείαν, καὶ εἰ ἡ σὰρξ »πρὸ τοῦ αἰῶνος« ἐθεμελιώθη κοὶ »ἐν ἀρχῇ πρὸ τοῦ τὴν γῆν ποιῆσαι« (γῆν δηλαδὴ τὴν σάρκα αὐτῷ ἐδόκει διὰ τὸ εἰρῆσθαι »γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ«), καὶ εἴπερ ἡ σὰρξ ἦν ἡ λέγουσα »πρὸ τοῦ τὰς ἀβύσσους ποιῆσαι, πρὸ τοῦ προελθεῖν τὰς πηγὰς τῶν ὑδάτων, πρὸ τοῦ ὄρη ἑδρασθῆναι, πρὸ δὲ πάντων βουνῶν γεννᾷ μὲ (διὰ τὸ προγεγεννημένην εἶναι τῆς τῶν ἀποστόλων ἐκλογῆς ὡς ἐδόκει τῷ σοφωτάτω,), ἕπεται ἐκ προσώπου τῆς σαρκὸς λέγεσθαι καὶ τὸ ἡνίκα ἡτοίμαζεν τὸν οὐρανόν, συμπαρήμην αύτῷ«.

ἀλλ’ οὐκ ἄν τις μὴ τῶν φρενῶν ἐκστὰς ταύτῃ ποτὲ συνθοῖτο τῇ ἑρμηνείᾳ· ἀντιφθέγξεται γὰρ αὐτῷ μέγα βοήσας ὁ τῖς ἀληθείας λόγος, ἐπιδεικνὺς τίς ποτε ἦν ὁ ταῦτα διεξιών.

ὡς ἔ οὖν ἕτερος ἦν ὁ ἐκ τοῦ θεοῦ γεγεννημένος μονογενὴς υἱός, ζῶν καὶ ὑφεστώς, ὢν καὶ πρὸ τῆς τῶν γενητῶν ἁπάντων συστάσεως, ὅδε παρίστησιν αὐτὸς δί’ ὧν ἑξῆς ἐπάγει λέγων »ἡνίκα ἡτοίμαζεν τὸν οὐρανόν, συμπαρήμην αὐτῷ«· συνῆν γὰρ καὶ παρῆν αὐ τῷ πρὶν γενέσθαι τὸν οὐρανὸν καὶ τὰ ἐπέκεινα οὐρανοῦ τά τε ἐν οὐρανῷ πάντα. τοῦτο γοῦν ᾐνίττετο διὰ τοῦ φάναι »ἡνίκα ἡτοίμαζεν τὸν οὐρανόν, συμπαρήμην αὐτῷ«.

πῶς δὲ ἡτοίμαζεν ὁ θεὸς ἧ πρὶν γενέσθαι αὐτὸν νομοθετῶν καὶ διατυπούμενος ὃν ἔδει τρόπον αὐτὸν συστῆναι; ὁ μὲν οὑν πατὴρ διετύπου καὶ ἡτοίμαζεν, διανοούμενος ὅπως ἐχρῆν συστῆναι τὸν τοσοῦτον οὐρανόν, ὅσου τε μεγέθους ἐδεῖτο καὶ ὁποίου σχήματος μέτρων τε καὶ μερῶν ὁπόσων, τῶν μελλόντων εἴσω τε αὐτοῦ περιέχεσθαι χάριν, καὶ τῶν ἐκτὸς ἔσεσθαι αὐτοῦ, τῶν τε ἐν αὐτῶ τὸν δρόμον ποιησομένων ἕνεκα· ὁ δὲ τοῖς τοῦ πατρὸς λογισμοῖς ἐνατενίζων καὶ μόνος ἐποπτεύων τὰ ἐν αὐτῷ βάθη. δι’ ἔργων ἐχώρει τοῖς τοῦ πατρὸς [*](1 Prov. 8, 22 ff — 2 vgl. S. 138, 31 ff — 7 Prov. 8, 22 — 8 vgl. Nr. 9. 10 — 9 Prov. 8, 23 — 11 vgl. Nr. 18 — Gen. 3, 10 — 12 Prov. 8, 24. 25 — 14 f vgl. Nr. 20. 21. 22 — 16 Prov. 8. 27 — 22 Prov. 8, 27 — 25 Prov. 8, 27) [*](2 καὶ2 <m | ταὐτὸν Kl vgl. S. 153, 28 | 6 καὶ3 üb. d. Ζ. V2 | 14 προγεγεννημένην εἶναι V2 προγεγεννημένον V* | 17 μὴ üb. d. Ζ. V1 | 21 ὅδε Kl ὃ δὴ V | 23 αὐτῷ Μο | 29 ὅς οἵτε V, corr. Kl | 32 ποιησαμένων V, corr. We εἵνεκα V)

v.4.p.155.
ἐξυπηρετούμενος νεύμασιν.

διὸ λέλεκταί που »αἰνεῖτε αἰνεῖτε τὸν κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις.

αἰνεῖτε αὐτόν, πάντες οἱ ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. αἰνεῖτε αὐτόν, ἥλιος καὶ σελήνη· αἰνεῖτε αὐτόν, πάντα τὰ ἄστρα καὶ τὸ φῶς. αἰνεῖτε αὐτόν, οἱ οὐρανοὶ τῶν οὐρανῶν, καὶ τὰ ὕδατα τὰ ὑπεράνω τῶν οὐρανῶν. αἰνεσάτωσαν τὸ ὄνομα κυρίου· ὅτι αὐτὸς εἶπεν καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο καὶ ἐκτίσθησαν«.

πλὴν ἀλλὰ καὶ πρὶν γενέσθαι αὐτὸν τὸν οὐρανὸν καὶ τὰ ἐπέκεινα οὐρανοῦ τά τε ἐν οὐρανῷ πάντα (ἐξ ἑνὸς γὰρ τὰ πάντα περιληπτικῶς δεδήλωται) ἦν ὁ υἱὸς τοῦ θεοῦ, καὶ τῷ πατρὶ παρῆν τε καὶ συνῆν ἔτι βουλευομένῳ περὶ τῆς τούτων ἁπάντων συστάσεως. διό φησιν »ἡνίκα ἡτοίμαζεν τὸν οὐρανόν, συμπαρήμην αὐτῷ«. εἶθ’ ὡς ἀγαθὸς γραφεὺς τὰς ἀρχετύπους ἰδέας ἐκ τῶν πατρικῶν λογισμῶν ἀπολαμβάνων ἐπὶ τὰς τῶν ἔργων μετέφερεν οὐσίας, τοιαῦτα ζωοπλαστῶν καὶ ὑφιστάμενος, ὁποῖα τῇ τοῦ πατρὸς διανοίᾳ προυποκείμενα ἑώρα.

τούτων δ’ αὐτὸς γένοιτ’ ἂν μάρτυς ἀξιόχρεως, ἐν Εὐαγγελίοις ὧδε διδάσκων· »ἀμὴν ἀμὴν λέγω ὑμῖν, οὐ δύναται ὁ υἱὸς ποιεῖν ἀφ’ ἑαυτοῦ οὐδέν, ἐὰν μή τι βλέπῃ τὸν πατέρα ποιοῦντα· ἃ γὰρ ἂν ἐκεῖνος ποιῇ, ταῦτα καὶ ὁ υἱὸς ὁμοίως ποιεῖ.

ὁ γὰρ πατὴρ φιλεῖ τὸν υἱὸν καὶ πάντα δείκνυσιν αὐτῷ ἃ αὐτὸς ποιεῖ«. ἔνθα τις εἰκότως ζητήσειεν ἂν πῶς τὰ ἅπαξ ὑπὸ τοῦ πατρὸς γεγονότα ὁ υἱὸς αὖθις ποιεῖ; ἐπελύσατο δ᾿ αὐτὸς τὸν λόγον εἰπὼν »ἃ γὰρ ἂν ὁ πατὴρ ποιῇ, ταῦτα καὶ ὁ υἱὸς ὁμοίως ποιεῖ«.