De Ecclesiastica Theologia

Eusebius of Caesarea

Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.

ὁ δὲ μηδενὶ τούτων ἐπιστήσας τὸν νοῦν μηδὲ πονεῖν ἐθέλων, τοῖς αὐτοῖς ἐπιμένει, ἐπεὶ καὶ ταῦτα φάσκων

»πρὸ τοῦ ὄρη ἐδρασθῆναι« φησὶν »πρὸ δὲ πάντων βουνῶν γεννᾷ με«. ὄρη καὶ βουνοὺς τοὺς ἀποστόλους καὶ τοὺς τῶν ἀποστόλων διαδόχους λέγει, ἵνα παρὰ τοὺς ἄλλους ἀνθρώπους τὴν κατ’ αὐτῶν δικαίαν πολιτείαν παροιμιωδῶς σημήνῃ.

οὐκοῦν οἱ αὐτοὶ ἤσαν καὶ αἱ πηγαί, οἱ αὐτοὶ καὶ τὰ ὄρη, οἱ αὐτοὶ καὶ οἱ βουνοί. ἀλλ’ ὥσπερ οὐκ ἔχει φύσιν ἐπὶ τῶν θεωρουμένων πηγῶν τε καὶ ὀρῶν τὰ αὐτὰ φάσκειν εἶναι (οὐδὲν γὰρ κοινὸν ὡς ἐν ποιότητος λόγῳ πηγαῖς ὑδάτων πρὸς τὰ τῶν ὀρῶν ἀναστήματα), τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῶν ἀλληγορικῶς κατὰ διάνοιαν θεωρουμένων παραστῆσαι χρὴ διαφορὰν τῶν κατὰ τὴν θεωρίαν νοουμένων πηγῶν τε καὶ ὀρῶν καὶ βουνῶν. ἀλλ’ ὁ μηδὲν βεβασανισμένον ἐπιστάμενος, τὰ πάντα φύρων δι’ εὐχέρειαν, τοὺς αὐτοὺς εἶναι ἀποπέφανται καὶ πηγὰς ὑδάτων καὶ ὄρη καὶ βουνούς, φησίν τε πάντα ταῦτα εἶναι τοὺς ἀποστόλους, οὐ διαστειλάμενος τὸν τῆς διαφορᾶς τρόπον.

τί οὑν οὐχὶ καὶ πρὸ τῆς σαρκὸς τοῦ σωτῆρος ἡμῶν ἐν δικαιοσύνῃ καὶ θεοσεβείᾳ τελειωθέντας ὄρη καὶ βουνοὺς ὁμοίως ἐπεκάλει, κάλει, ἀλλ ἢ ὅτι μὴ πρὸ ἐκείνων τἷός τε ἦν τὴν σάρκα τοῦ [*](5 Gen. 2, 6 — .6 Gen. 2, 10 — 9 Hiob 38, 16 — 11 Ps. 148, 4 — 15 Prov. 8, 24 — 18 Prov. 8, 25) [*](2 ἧ We | 13 δ’ ἂν ὑπάρχει V* ἄν ὑπάρχοι V2 | 17 ἐπεὶ] ἔτι? Zahn | 21 τὴν κατ’ αἰτῶν and. St. τηνικαῦτα τοὺς V | 22 οἱ2 Ga | 25 λόγων V*, corr. V2 | 32 καὶ] + τοὺς? | 33 τελειωθέντας] + καὶ πηγὰς καὶ Μο | 34 ἢ We)

v.4.p.151.
ρος ὑφίστασθαι; οὐκοῦν βίαιος καὶ κατηναγκασμένη τῶν προκειμένων λέξεων ἡ ἐπὶ τὴν σάρκα τοῦ σωτῆρος ἀναφορά. πῶς δὲ καὶ τὸ »γεννᾷ με« ἐφαρμόσειεν αν τῆ σαρκί; πρὸ γὰρ τῶν πηγῶν καὶ πρὸ τῶν ὀρῶν καὶ πρὸ τῶν βουνῶν γεγεννῆσθαι ἐ̓φηοεν ἑαυτὸν εἰπὼν »κύριος ὲ́κτιοέν με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ, πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέν με«.

εἰ δὴ οὑν ἡ σὰρξ ταῦτα φάσκοι, ὡς Ναρκέλλῳ δοκεῖ πῶς τὸ »πρὸ δὲ πάντων βουνῶν γεννᾷ με« εἴποι ἂν ἡ σάρξ; ἔστω γὰρ πρὸ τῶν ἀποστόλων ἡ οάρξ· ἀλλὰ πῶς αὐτὴ ὑπὸ τοῦ θεοῦ γεγεννῆσθαί φησιν ἑαυτήν; τὸ μὲν γὰρ ἐκτίσθαι μὴ οὖσαν πρότερον τὴν σάρκα ἐδόκει Μαρκέλλῳ λέγειν.

ἔφη γὰρ

ἔκτισεν ἀληθῶς τὸ μὴ ὂν πεποιηκὼς ὁ δεσπότης ἡμῶν ὁ θεός οὐκ οὖσαν γὰρ τὴν σάρκα, ἣν ἀνείληφεν ὁ λόγος, ἀλλὰ μὴ οὖσαν ἐκτιοεν.

τὸ μὲν οὑν ἐκτίσθαι ἔγνωμεν, τὸ δὲ καὶ γεγεννῆσθαι αὐτὴν ὑπὸ τοῦ θεοῦ πῶς ἂν ἀποδοθείη . τοῦ σωτῆρος ἡμῶν λέγοντος sτὸ γεγεννη- μένον ἐκ τῆς σαρκὸς σάρξ ἐοτινῦ, καὶ ὁ ἀπόστολος δέ φησιν »γενόμενός ἐκ γυναικός, γενόμενος ὑπὸ νόμον«.

πώς οὖν ἡ οὰρξ εἶπεν ἂν περὶ τοῦ θεοῦ τῶν ὅλων τὸ »πρὸ δὲ πάντων βουνῶν γεννᾷ με«; ταῦτα μὲν οὑν ὡς βεβιασμένην ἔχει τὴν ἑρμηνείαν οἶμαι παντί τῳ καταφανὲς εἶναι. ἀβιάστως δ’ ἂν εἴποι τις τὸν υἱὸν τοῦ θεοῦ καὶ δίχα παντὸς ἀλληγορικοῦ τρόπου ταῦτα ἐπαληθεύειν , ἐπεὶ καὶ τῆς γῆς προὐπῆρχεν, ἢν τε καὶ προῆν πρὸ τοῦ προελθεῖν τἃς σωμα- τικὰς πηγὰς τῶν ὑδάτων καὶ πρὸ τῶν αἰοθητὥς λεγομένων ἀβύσσων καὶ πρὸ τοῦ ουοτῆναι τὸ τῆς γῆς ὄχημά ἐν τοῖς τῶν ὀρῶν καὶ τῶν βουνῶν ἀναστήμασιν· »πάντα« γὰρ »δι’ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν«.

εἰ ὁ’ ἐρωτήσειέν τις, διατί μὴ πρὸ τῶν οὐρανῶν μηδὲ πρὸ τῶν ἐν οὐρανοῖς ἢ τῶν ἐπέκεινα θείων καὶ ὑπερκοσμίων δυνάμεων τε καὶ πνευμάτων ἑαυτὸν εἶναι ἐδίδασκεν λελέξεται αὐτῷ ὅτι τούτων τέως {ουκ) ἐμνημόνευσεν ὁ λόγος, ἐπειδὴ παιδαγωγίαν τινὰ διὰ τῶν Παροιμιῶν τοῖς τὰς ψυχὰς νηπίοις παρε- δίδου.

ὃ καὶ δῆλον τυγχάνει ἐκ τοῦ ποτὲ λέγεσθαι θἄκουε, υἱέ, παι- δείαν πατρός σου, καὶ μὴ ἀπώσῃ θεσμοὺς μητρός οουe, ποτὲ δὲ ιυἱέ, ἐμοῖς νόμοις πρόσεχε, τοῖς δ’ ἐμοῖς ῥήμασιν παράβαλε σὸν οὖςῦ καὶ αὖθις »υῖέ, μὴ ὀλιγώρει παιδείας κυρίου, καὶ μὴ ἐκλύου ὑπ’ αὐτοῦ [*](3 Prov. 8, Ρ5 — 5 Prov. 8, 22. 23 — 6 vgl. Nr. 9. 10 — 7 Prov. 8, Ρ5 — 1δ Job. 3, 6 — 16 Gal. 4, 4 — 18 Prov. 8, 25 — 25 Job. 1, 3 — 31 Prov. 1, 8 — 32 Prov. 4, 20 — 34 Prov. 3, 11) [*]( ἂν Kl Ι 9 γεγενῆσθαι V Ι 16 γεννώμενος Υ- | 29 οἰκ We Ι 32 ἀπώσει θεσμοὺς πατρός φ, corr. V^ | 34 ἀπ’ Υ*, corr. Υ2)

v.4.p.152.
ἐλεγχόμενος« καὶ »θἱέ, ἐὰν καλῶς γένῃ σεαυτῷ,

καλὸς ἔσῃ καὶ τοῖς πληίον· ἐὰν δὲ κακὸς ἀποβῇς, μόνος ἀντλήσεις τὰ κακά«. μυρία δ’ ἂν καὶ αὐτὸς τούτοις ὅμοια καθ’ ἑαυτὸν ἀπὸ τῆς βίβλου τῶν Παροιμιῶν ἀναλέξαις, δι’ ὧν ὁ λόγος φαίνεται νηπίοις τὰς ψυχὰς πρόσδιαλεγόμενος.

οὕτω καὶ Μώσης παιδαγωγὸς τῶν ἀτελῶν τὰς φρένας ὑπάρχων, οὐρανοῦ καὶ γῆς καὶ τῆς τῶν ὁρατῶν δημιουργίας ἐμνημόνευσεν, οὐ μὴν καὶ κτίσεως ἀγγέλων οὐδὲ θείων δυνάμεων οὐδὲ πνευμάτων ἁγίων, τῷ μὴ χωρεῖν πω τὴν τούτων διδασκαλίαν τοὺς αὐτῷ μαθητευομένους.

εἰκότως τοιγαροῦν καὶ ὁ ἐν ταῖς Παροιμίαις λόγος ὡς τοιούτοις ἀπὸ τῶν περὶ γῆν ὀρῶν τε καὶ βουνῶν καὶ πηγῶν ὡς ἀπὸ γνωριμωτέρων τὴν διδασκαλίαν ἐποιεῖτο, ὡς ἐξ ὑποβάθρας ἀρξάμενος ἐπὶ τὰ κρείττω χειραγωγήσειεν τοὺς παιδαγωγουμένους, ἀπό τε τῶν σμικροτέρων ἐπὶ τὰ θειότερα διαβαίνειν παρασκευάσειεν.

ταῦτα μὲν οὖν, εἰ μηδέν τις πέρα τῆς λέξεως περιεργάζοιτο· εἰ δὲ βαθύτερόν τις καὶ ταῦτα νοεῖν ἐθέλοι, οὐ μᾶλλον ἐπὶ τοὺς ἀποστόλους ἢ ἐπὶ πάντας τοὺς πώποτε γενομένους δικαίους καὶ θεοφιλεῖς ἄνδρας αὐτὰ ἐκδέξεται, διαβήσεται δὲ ἐνθένδε καὶ ἐπὶ τὰς θείας καὶ ἀγγελικὰς δυνάμεις, ὄρη λέγων καὶ βουνοὺς αἰνίττεσθαι ἀγγέλων καὶ ἀρχαγγέλων καὶ πνευμάτων θείων διαφοράς, θρόνους τε καὶ κυριότητας καὶ ἀρχὰς καὶ ἐξουσίας,

ὅτι δὴ καὶ ταῦτα »πάντα τὰ δι’ αὐτοῦ καὶ εἰς αὐτὸν« ἐκτίσθαι καὶ »πρὸ πάντων« αὐτὸν τούτων ὁ θεῖος ἐδίδαξεν ἀπόστολος, ἔνθεν ὡς εἰκὸς ὁρμώμενος, διὰ τὸ λέγεσθαι ἐν τούτοις ἐκ προσώπου τοῦ υἱοῦ τοῦ θεοῦ τὸ »πρὸ τοῦ ὅρη ἑδρασθῆναι, πρὸ δὲ πάντων βουνῶν γεννᾷ με«. τὰ μὲν οὖν ἄλλα ἡδράσθαι ἔφη, μόνον δὲ αὑτὸν γεγεννῆσθαι πρὸ τῆς τῶν δηλωθέντων συστάσεως.

οἶδεν δὲ τὴν ἐπουράνιον Ἱερουσαλὴμ ὁ αὐτὸς ἀπόστολος καὶ τὸ οὐράνιον ὄρος ἐφ’ ᾦ ταύτην εἶναί φησιν λέγων »προσεληγύθατε Σιῶν ὄρει καὶ πόλει θεοῦ ζῶντος, Ἱερουσαλὴμ ἐπουρανίῳ, καὶ μυριάσιν ἀγγέλων, πανηγύρει καὶ ἐκκλησίᾳ πρωτοτόκοων ἀπογεγραμμένων ἐν οὐρανοῖς«. καὶ τούτων τοιγαροῦν ἁπάντων προὐπάρχων ὁ τοῦ θεοῦ μονογενὴς υἱὸς τὰ τῆς οἰκείας ἀπορρήτου γεννήσεως ἐπικεκρυμμένως διὰ τῶν Παροιμιῶν ᾐνίττετο.

καὶ ὅτι γε ταῦτα ὑπέβαλλε νοεῖν, δῆλον ἂν γένοιτο ἀφ’ ὧν συνάπτει ἑξῆς λέγων »ἡνίκα ἡτοίμαζεν τὸν οὐρανὸν συμπαρήμην αὐτῷ« ἔνθα ὁ γενναῖος τῶν γραφῶν ἑρμηνεὺς ἀποκλεισθεὶς ἔστη, [*](1 Prov. 9, 12 — 5 ff vgl. S. 127, 11. 28. 143, 26 ff — 19 ff Kol. 1, 16. 17 — 23 Prov. 8, 25 — 28 Hebr. 12, 22. 23 — 34 Prov. 8, 27) [*](1 καλῶς . . καλὸς) σοφῶς . . σοφὸς LXX | 4 ἀναλέξει (-ξη V2) V, corr. | 21 τὰ Str. V2 | αὐτὸν g αὐτῶν V | 22 ἔνθεν ὅς Kl vgl. Mo u. S. 110, 22 ἐνθέως V | 25 δρᾶσθαι V, corr. Zahn | αὐτὸν γεγενῆσθαι V)

v.4.p.153.
μηκέθ’ ὑπερβάς, τῷ μὴ δεδυνῆσθαι ἐξομαλίσαι τὴν ἀκολουθίαν τῆς ἀποδοθείσης αὐτῶ, περὶ τῆς σαρκὸς τοῦ σωτῆρος ὑποθέσεως.

ἄνω γὰρ καὶ κάτω τῆς σαρκὸς μνημονεύσας καὶ πάντα εἰρῆσθαι περὶ τῆς σαρκὸς ἀποφηνάμενος μέχρι μὲν τῶν ὀρῶν καὶ τῶν βουνῶν ἔφθασεν τοὺς ἀποστόλους ταῦτ’ εἰπὼν εἶναι, τὰ δέ γε τούτοις ἀκόλουθα ἑκὼν παρέδωκε σιωπῇ, μηκέτι τῆς γραφῆς περαιτέρω προελθεῖν τολμήσας.

ἐνταῦθα μὲν οὖν ἵστησιν τὸν λόγον· μετὰ πλεῖστα δὲ ὅσα μεταξὺ αὐτῷ λελεγμένα ἀφίσταται μὲν τῆς ἐπὶ τὴν σάρκα ἐκδοχῆς, ὁμολογεῖ δὲ τὸν τοῦ θεοῦ λόγον εἶναι τὸν ταῦτα φήσαντα. λέγει δ᾿ οὖν αὐτοῖς ῥήμασιν

πρὸ γὰρ τοῦ τὸν κόσμον εἶναι ἦν ὁ λόγος ἐν τῷ ὅτε δὲ ὁ παντοκράτωρ θεὸς πάντα τὰ ἐν οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς ποιῆσαι προέθετο, ἐνεργείας ἡ τοῦ κόσμου γένεσις ἐδεῖτο δραστικῆς· καὶ διὰ τοῦτο, μηδενὸς ὄντος ἑτέρου πλὴν θεοῦ (πάντα γὰρ ὁμολογεῖται ὐπ’ αὐτοῦ γεγενῆσθαι), τότε ὁ λόγος προελθὼν ἐγίνετο τοῦ κόσμου ποιητής, ὁ καὶ πρότερον ἔνδον νοητῶς ἑτοιμάζων αὐτόν, ὡς διδάσκει ἡμᾶς ὁ προφήτης Σολομὼν »ἡνίκα ἡτοίμαζεν τὸν οὐρανόν« λέγων »συμπαρήμην αὐτῷ« καὶ »ὡς ἀσφαλεῖς ἐτίθει πηγὰς τῆς ὑπ’ οὐρανόν, ἡνίκα ἰσχυρὰ ἐποίει τὰ θεμέλια τῆς γῆς, ἤμην παρ’ αὐτῷ ἁρμόζουσα· ἐγὼ ἤμην ᾖ προσέχαιρεν«·

ἔχαιρεν γὰρ εἰκότως ὁ πατὴρ μετὰ σοφίας καὶ δυνάμεως διὰ τοῦ λόγου πάντα ποιῶν.

ταῦτα Μάρκελλος. εἰ δὴ οὖν ἐκ προσώπου τοῦ λόγου εἰρῆσθαι αὐτὰ μόγις ποτὲ ὡμολόγησεν, ἀνάγκη αὐτὸν παραδέξασθαι πᾶσαν τὴν σύμφρασιν τῶν προκειμένων ἐπὶ τὸν αὐτὸν τοῦ θεοῦ λόγον ἀναφέρεσθαι.

ὁ γὰρ εἰπὼν »ἡνίκα ἡτοίμαζεν τὸν οὐρανόν, συμπαρήμην αὐτῷ« αὐτὸς ἢν ὁ καὶ τὸ »κύριος ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ« φήσας· ἓν γὰρ καὶ τὸ αὐτὸ πρόσωπον ἀρχομένοις ἡμῖν ἐδείχθη, τὸ πάντα διεξοδεῦον τὰ προκείμενα. αὐτὸς τοιγαροῦν ὁ εἰπὼν »κύριος ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ« ἐπήγαγεν τὸ »πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέν με« καὶ τὸ »ἐν ἀρχῇ πρὸ τοῦ τὴν γῆν ποιῆσαι« καὶ τὸ »πρὸ τοῦ ὄρη ἑδρασθῆναι, πρὸ δὲ πάντων βουνῶν γεννᾷ με«·

ὁ αὐτὸς δὲ καὶ τὸ »ἡνίκα ἡτοίμαζεν τὸν οὐρανόν, συμπαρήμην αὐτῷ« συνῆψεν καὶ τὰ ἀκόλουθα τούτοις. εἰ δὴ οὖν ὁ λόγος ἦν ὁ ταῦτα φήσας, πῶς ἔνδον ἦν ἐν τῷ θεῷ καί, [*](17 Prov. 8, 27—30 — 21 Ι Kor. 1, 24 — 26 Prov. δι’ 27 — 27 Prov. 8 — 28 f S. 138, 31 ff — 30 Prov. 8, 22 — 31 f Prov. 8, 23 — 32 Prov. 8, 25 — 33 Prov. 8, 27 — 35 ff vgl. Nr. 54) [*](4 μὲν Kl γάρ V γὰρ * * * * * We | 11 ὁ and. St. | 29 ὁ Kl | 31 τῶν αἰώνων m | 33 βουνῶν m)

v.4.p.154.
συναγένητος ὢν τῶ θεῶ ἕν τε καὶ ταὐτὸν ὑπάρχων αὐτῷ, ἐκτίσθαι ἑαυτὸν ἔλεγεν καὶ γεγεννῆσθαι; ἒν γὰρ καὶ ταύτον, ὡς ἔφην .