De Ecclesiastica Theologia

Eusebius of Caesarea

Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.

πῶς οὑν δυνατὸν ἦν ἐπὶ τὴν σάρκα τοῦ σωτῆρος ἀναφέρεσθαι ταῦτα; καὶ μὴν εἴ τις αὐτῷ παρῆν τῶν θείων γραφῶν ἐπιστήμη, οὐκ ἂν εὐχερῶς οὕτως ἀπεφαίνετο τὰς τῶν ἁγίων καρδίας εἶναι τὰς ἀβύσσους, ἐπιστήσας ὡς »σκότος« ἦν »ἐπάων τῆς ἀβύσσου« κατὰ τὴν Μώσεως μαρτυρίαν καὶ ὡς πολὺς καὶ δυσερμήνευτος ὁ περὶ αὐτῶν ἐν τῇ θείᾳ γραφῇ φέρεται λόγος. ὁ μὲν γὰρ ἀπόστολος »μὴ εἴπῃς« φησὶν »τίς ἀναβήσεται εἰς τὸν οὐρανόν;

τουτέστιν Χριστὸν καταγαγεῖν· ἢ τίς καταβήσεται εἰς τὴν ἄβυσσον; τουτέστιν Χριστὸν ἐκ νεκρῶν ἀναγαγεῖν«. ἔοικεν γοῦν ἐν τούτοις τὰ τοῦ ᾅδου χωρία κεκληκέναι ἄβυσσον. καὶ αὐτὸς δὲ ὁ κύριος σαφέστερον τοῦτο παρίστη, ἐν τῷ πρὸς τὸν Ἰὼβ χρηματισμῷ λέγων »ἠλθες δὲ ἐπὶ πηγὴν θαλάσσης, ἐν δὲ ἴχνεσιν ἀβύσσου περιεπάτησας; ἀνοίγονται δέ σοι φόβῳ πύλαι θυνάτου, πυλωροὶ λωροὶ δὲ ᾅδου ἰδόντες σε ἔπτηξαν«;

καὶ τὰς ἐν τῇ ἀβύσσῳ δὲ δυνάμεις πονηράς, περὶ ὧν εἴρηται »αἰνεῖτε αὐτὸν ἐκ τῆς γῆς, δράκοντες καὶ πᾶσαι αἱ ἄβυσσοι«, καὶ ἔτι τὸ ἐπάνω τῆς ἀβύσσου σκότος, περὶ οὑ Μωσῆς ἔφη »καὶ σκότος ἐπάνω τῆς ἀβύσσου«, ταῦτα πάντα μαθών, εἴπερ ἦν ἐπιπόνως ἀλλὰ μὴ ἐξιτήλως ταῖς θείαις ἐντετυχηκὼς γραφαῖς οὐκ ἂν τὰς τῶν ἁγίων καρδίας ἐτόλμα εἰπεῖν τὰς ἐβύσσους,

ἔγνω δ’ ἂν ὅπως εἴρηται καὶ τὸ »ἄβυσσος ἄβυσσον ἐπικαλεῖται εἰς φωνὴν τῶν καταρρακτῶν σου« καὶ αὖθις »ἐταράχθησαν αβυσσοι, πλῆθος ἤχους ὕδατος« καὶ πάλιν »ἄβυσσος ὡς ἱμάτιον [*](5 Prov. 8, 24 — 12 vgl. Nr. 19 — 13 Prov. 8, 24 — 16 vgl. Nr. 19 — 17 Gen. 1, 2 — 19 Röm. 10, 6. 7 — 24 Hiob 38, 16. 17 — 27 Ps. 148, 7 — Gen. 1, 2 — 32 Ps. 41, 8 — 33 Ps. 76, 17 — 34 Ps. 103, 6) [*](17 ἦν V2 εἷναι V* | 27 αὐτὸν] τὸν κύριον LXX | 31 ταῖς . . καρδίαις V*, corr. V2)

v.4.p.149.
τὸ περιβόλαιον αὐτοῦ«.

ταῦτα καὶ τὰ τούτοις ἀδελφὰ διηκρίβωσεν ἄν, εἴ τις ἦν αὐτῷ φροντὶς τῆς τούτων καταλήψεως. νῦν δὲ προχείρως χείρως οὕτως καὶ διαλελυμένως τὰς τῶν ἁγίων καρδίας τὰς ἀβύσσους εἶναι ἀποφηνάμενος, οὐδ’ οὕτως συνῆκεν ὡς πρὸ τῶν ἁγίων καὶ θεοφιλῶν ἀνδρῶν τῶν ἐξ αἰῶνος γενομένων ἑαυτὸν ὑπάρχειν ἐδίδαξεν ὁ εἰπὼν »πρὸ τοῦ τὰς ἀβύσσους ποιῆσαι«· ὡς πανταχόθεν μὴ δύνασθαι τῇ σαρκὶ τοῦ σωτῆρος ἐφαρμόζειν τὰς προκειμένας λέξεις.

ὁ δὲ ἐφ’ ἑτέραν μεταβὰς ῥῆσιν τῆς αὐτῆς γραφῆς, καὶ ταύτην οὕτως ἑρμηνεύει λέγων

τί τοίνυν ἔστιν καὶ τουτὶ τὸ κεφάλαιον »πρὸ τοῦ προελθεῖν τὰς πηγὰς τῶν ὑδάτων«; τοὺς ἱεροὺς ἀποστόλους εἶναί φησιν. τοῦτο δὲ ἡμῖν τὸ μυστήριον παρίστησιν ἡ τῆς Ἐξόδου γραφὴ τοὺς τῶν ἀποστόλων τύπους πάλαι προαγορεύουσα,

δώδεκα γὰρ ὄντων τὸν ἀριθμὸν τῶν ἀποστόλων δώδεκα πηγῶν μέμνηται.

καὶ ταῦτα λέγων οὐ συνίησιν ὡς καὶ τοῦ Ἰσραὴλ δώδεκα ἠσαν φυλαὶ καὶ δώδεκα οἱ τούτων πατριάρχαι μία τε βίβλος ἡ τῶν δώδεκα προφητῶν, ἀλλὰ καὶ δώδεκα τῆς ἡμέρας ὥραι καὶ μῆνες τοῦ παντὸς ἔτους δώδεκα.

τί οὖν μᾶλλον τοῖς ἀποστόλοις ἢ ἐκείνοις ἅπασιν ὁ τῶν δώδεκα διέφερεν ἀριθμός, εἰ δὴ τοῦ ποσοῦ τις ἀριθμὸς τὴν αἰτίαν αὐτῷ τῆς τοιασδὶ τοῦ λόγου παρεῖχεν ἑρμηνείας; χρῆν δὲ συνιδεῖν ὡς καὶ οἱ τοῦ θεοῦ προφῆται, καθ’ ὃ τοῦ αὐτοῦ μετέσχον πνεύματος ἁγίου, οὐκ ἦσαν ἀλλότριοι τῶν πηγῶν. διὸ λέλεκται περὶ αὐτῶν ἐν »ἐν ἐν ἐκκλησίαις εὐλογεῖτε τὸν θεὸν κύριον ἐκ πηγῶν Ἰσραήλ«.

ὥστε καὶ πρὸ ἐκείνων τῶν πηγῶν ἀναγκαῖον ὁμολογεῖν τὸν υἱὸν εἶναι τοῦ θεοῦ τὸν λέγοντα »πρὸ τοῦ προελθεῖν τὰς πηγὰς τῶν ὑδάτων«. ὁ δὲ ἐπάκουσον ὅπως ἑρμηνεύει, λέγων

εἰκότως οὖν περὶ τῆς κατὰ σάρκα γενέσεως ὁ δεσπότης διὰ τοῦ προφήτου Σολομῶνος λέγων »πρὸ τοῦ προελθεῖν τὰς πηγὰς τῶν ὑδάτων« ἔφη.

καὶ ἐπιφέρει

οὕτω γὰρ ὁ σωτὴρ πρὸς τὰς ἱερὰς πηγὰς ἔφη »πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη«.

εἶθ’ ὥσπερ συναγαγὼν τὸν λόγον, τὸ συμπέρασμα ἐπάγει τῇ ἑαυτοῦ διηγήσει λέγων

πανταχόθεν δῆλόν ἐστιν τοὺς ἱεροὺς ἀποστόλους καὶ πηγὰς τροπικῶς ὠνομάσθαι ὑπὸ τοῦ προφήτου.

[*](3 vgl. Nr. 19 — 6 Prov. 8, 24 — 10 Prov. 8, 24 — 14 Ex. 15, 27 — 24 Ps. 67, 27 — 26 Prov. 8, 24 — 32 Matth. 28, 19)[*](20 τοῖς ἀριθμὸν V*, corr. V2 | 29 λέγοντος and. St. 1. λέγων τὸ?)

v.4.p.150.
καὶ τοὺς μὲν ἀποστόλους τὰς πηγὰς εἶναι βούλεται, οὐκ ἀρέσκουσιν δὲ αὐτῷ οἱ προφῆται·

διατί, ἀλλ’ ἢ ὅτι μὴ ἐδύνατο τὴν σάρκα τοῦ σωτῆρος πρὸ ἐκείνων διδόναι; καίτοι καὶ πρὸ τῶν κατὰ φύσιν αἰσθητῶν πηγῶν, ὦν καὶ Μώσης ἐμνημόνευσεν ἐν τῇ κοσμοποιίᾳ εἰπὼν »πηγὴ δὲ ἀνέβαινεν ἐκ τῆς γῆς, καὶ ἐπότιζεν πᾶν τὸ πρόσωπον τῆς γῆς« καὶ αὖθις »ποταμὸς δὲ ἐκπορεύεται ἐξ Ἐδὲμ ποτίζειν τὸν παράδεισον«, προϋπῆρχεν ὁ τοῦ θεοῦ υἱὸς ὁ ταῦτα ἐν Παροιμίαις περὶ ἑαυτοῦ διδάσκων. ὁ δὲ τῷ τῷ χρηματίζων καὶ πηγῶν θαλάσσης μνημονεύει λέγων »ἠλθες δὲ ἐπὶ πηγὴν θαλάσσης, ἐν δὲ ἴχνεσιν ἀβύσσου περιεπάτησας«;

ἐπεὶ δὲ καὶ ὑπεράνω τῶν οὐρανῶν ὕδατά τινα εἶναι ἡ γραφὴ διδάσκει ἡ λέγουσα »αἰνεῖτε αὐτὸν οἱ οὐρανοὶ τῶν οὐρανῶν, καὶ τὰ ὕδατα τὰ ὑπεράνω τῶν οὐρανῶν«, ἀκόλουθόν ἐστιν κἀκείνων τῶν ὑδάτων (ὁποῖα δ’ τὴν φύσιν) νοῆσαί τινας εἶναι πηγάς, ὅπως κἀκείνων πρεσβύτερος ἀποδειχθῇ ὁ εἰρηκὼς ἑαυτὸν προυπάρχειν »πρὸ τοῦ προελθεῖν τὰς πηγὰς τῶν ὑδάτων«.

ὁ δὲ μηδενὶ τούτων ἐπιστήσας τὸν νοῦν μηδὲ πονεῖν ἐθέλων, τοῖς αὐτοῖς ἐπιμένει, ἐπεὶ καὶ ταῦτα φάσκων

»πρὸ τοῦ ὄρη ἐδρασθῆναι« φησὶν »πρὸ δὲ πάντων βουνῶν γεννᾷ με«. ὄρη καὶ βουνοὺς τοὺς ἀποστόλους καὶ τοὺς τῶν ἀποστόλων διαδόχους λέγει, ἵνα παρὰ τοὺς ἄλλους ἀνθρώπους τὴν κατ’ αὐτῶν δικαίαν πολιτείαν παροιμιωδῶς σημήνῃ.

οὐκοῦν οἱ αὐτοὶ ἤσαν καὶ αἱ πηγαί, οἱ αὐτοὶ καὶ τὰ ὄρη, οἱ αὐτοὶ καὶ οἱ βουνοί. ἀλλ’ ὥσπερ οὐκ ἔχει φύσιν ἐπὶ τῶν θεωρουμένων πηγῶν τε καὶ ὀρῶν τὰ αὐτὰ φάσκειν εἶναι (οὐδὲν γὰρ κοινὸν ὡς ἐν ποιότητος λόγῳ πηγαῖς ὑδάτων πρὸς τὰ τῶν ὀρῶν ἀναστήματα), τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῶν ἀλληγορικῶς κατὰ διάνοιαν θεωρουμένων παραστῆσαι χρὴ διαφορὰν τῶν κατὰ τὴν θεωρίαν νοουμένων πηγῶν τε καὶ ὀρῶν καὶ βουνῶν. ἀλλ’ ὁ μηδὲν βεβασανισμένον ἐπιστάμενος, τὰ πάντα φύρων δι’ εὐχέρειαν, τοὺς αὐτοὺς εἶναι ἀποπέφανται καὶ πηγὰς ὑδάτων καὶ ὄρη καὶ βουνούς, φησίν τε πάντα ταῦτα εἶναι τοὺς ἀποστόλους, οὐ διαστειλάμενος τὸν τῆς διαφορᾶς τρόπον.