De Ecclesiastica Theologia

Eusebius of Caesarea

Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.

πάτερ, οὓς δέὁωκάς μοι, θέλω ἵνα ὅπου εἰμὶ ἐγὼ χἀκεἷνοι ὦσιν μετ’ ἐμοῦ, ἵνα θεωρῶσιν τὴν δόξαν ἣν δέδωκάς μοὶ«. αὕτη ἡ μεγάλη τοῦ σωτῆρος ἡμῶν ὑπὲρ ἡμῶν πρε- σβεία, ἱν ὦμεν σὺν αὐτῷ ὅπου ἂν ᾖ αὐτὸς καὶ ἵνα θεωρῶμεν τὴν δόξαν τὴν αὐτοῦ καὶ ἵνα ἀγαπήσῃ ἡμᾶς καθὼς αὐτὸν ἠγάπηοεν ὁ αὐτοῦ πατήρ, (κίά) ὅπερ αὐτῷ ἐδωρήσατο τοῦτο δῷ καὶ ἡμῖν, καὶ τὴν δόξαν ἣν αὐτῷ ἔδωκεν ταύτην δῷ καὶ ἡμῖν· ποιῶν ἡμᾶς ἓν τοὺς πάντας, ἵνα μηκέτι ὦμεν πολλοὶ ἀλλ’ οἱ πάντες εἶς, ἑνωθέντες αὐτοῦ τῇ θεότητι καὶ τῇ δόξῃ τῆς βασιλείας, οὐ κατὰ συναλοιφὴν μιᾶς οὐσίας κατὰ δὲ τελείωσιν τῆς εἰς ἄκρον ἀρετῆς.

τοῦτο γὰρ ἐδίδαξεν εἰπών »ἵνα ὦσιν τετελειωμένοι«. οὕτω γὰρ ὑπ’ αὐτοῦ σοφίᾳ καὶ φρονήσει καὶ δικαιοσύνῃ καὶ εὐσεβείᾳ καὶ ἀρετῇ πάσῃ τέλειοι κατεργασθέντες τῷ πατρικῆς θεότητος ἀλέκτῳ φωτὶ συναφθησόμεθα φῶτα καὶ αὐτοὶ ἐκ τῆς πρὸς αὐτὸν ουναφείας γενησόμενοι, καὶ υἱοὶ θεοῦ κατὰ μετοχὴν τῆς τοῦ μονογενοῦς αὐτοῦ κοινωνίας ἀποτελε- σθέντες μετουσίᾳ τῶν τῆς θεότητος αὐτοῦ μαρμαρυγῶν.

[*](1 Rom. 1, 3 — 5 Εζ. 34, Ρ3. 24 — 7 Rom. 1,3 — Phil. 2, 7 — 13 Ι Kor. 18 — 1δ Ι Kor. 15, Ρ4 — Joh. 17, 21—Ρ4 — 31 Job. 17, 23)[*](9 hier a. R. ἵζ’ V Ι 21 πατήρ V*, corr. V2 Ι οὓς \^- ὁ \-’ Ι 2β καὶ üb. d. Ζ. V2)
v.4.p.180.