De Ecclesiastica Theologia

Eusebius of Caesarea

Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.

τέλος δὲ τότε, ὅταν πάντα ὑποταγῇ ὑπὸ τοὺς πόδας αὐτοῦ.

καὶ ἐπεξεργάζεται τὸν λόγον ὧδέ πη λέγων

ἔφαμεν ἐν τοῖς προάγουσιν ἡμῶν ῥητοῖς τὸν δεσπότην ἡμῶν τὸν Χριστὸν ἀρχὴν ἐσχηκέναι βασιλείας, ἐκ τῶν θείων γραφῶν ἀποδείξεσιν χρώμενοι.

καὶ ἐπιλέγει

καὶ ὅλως μυρίων ῥητῶν πρὸς μαρτυρίαν ἔστιν εὐπορήσαντα δεῖξαι, ὅτι ἀρχὴν βασιλείας εἴληφεν ὁ ἄνθρωπος διὰ τοῦ λόγου.

εἰ οὖν εἴληφεν ἀρχὴν βασιλείας πρὸ ἐτῶν ὅλων οὐ πλειόνων ἢ τετρακοσίων, οὐδὲν παράδοξον εἰ τὸν πρὸ οὕτως ὀλίγου χρόνου τῆς βασιλείας ταύτης τυχόντα ὁ ἀπόστολος φησιν παραδώσειν τὴν βασιλείαν τῷ θεῷ.

καὶ προστίθησιν μεθ’ ἕτερα λέγων

τί τοίνυν μανθάνομεν περὶ τῆς ἀνθρωπίνης σαρκός, ἣν δί’ ἡμᾶς ἀνείληφεν ὁ λόγος πρὸ τετρακοσίων οὐχ ὅλων ἐτῶν πότερόν ποτε ταύτην καὶ ἐν τοῖς μέλλουσιν αἰῶσιν ὁ λόγος ἕξει ἢ ἄχρι μόνου τοῦ τῆς κρίσεως καιροῦ;

Μάρκελλος μὲν οὖν τοιαῦτα λέγειν ἐτόλμα· οἱ δέ γε τοῦ θεοῦ προφῆται ἀτελεύτητον τοῦ Χριστοῦ τὴν βασιλείαν βασιλείαν μετὰ τὸν τῆς κρίσεως καιρὸν τοῦ νέου αἰῶνος τὴν ἀρχὴν καθέξειν αὐτόν φασιν. θέα γὰρ ὡς ὁ προφήτης Ἐξεκιὴλ κριτήριον τῶν τοῦ θεοῦ προβάτων ὑποθέμενος μετὰ τὴν τούτων κρίσιν τὸν Δαυὶδ αὐτοῖς ἐφίστησιν ποιμένα καὶ τὸν αὐτὸν ἄρχοντα αὐτῶν ἔσεσθαι θεσπίξει.

ὁ δὲ Δανιὴλ προειπὼν »ἐθεώρουν ἕως ὅτου θρόνοι ἐτέθησαν, καὶ παλαιὸς ἡμερῶν [*](5f vgl. Nr. 62. 55 — 14 vgl. Nr. 100 — 82 ff vgl. S. 176, 4—24 — Dan. 7, 9. 10 Θ΄) [*](11 μὲν and. St. | 23 βασιλείαν] + δηλονότι and. St. | 26 ἀνείληφεν and. St. Ι 27 f ἕξει ἢ V2 ἐξείη V* | 31 αὐτήν V, corr. Mo | 32 ίεζεκιὴλ)

v.4.p.178.
ἐκάθητο, καὶ τὸ ἔνδυμα αὐτοῦ λευκὸν ὡς χιών, καὶ ἡ θρὶξ τῆς κεφαλῆς αὐτοῦ ὡσεὶ ἔριον καθαρόν· ὁ θρόνος αὐτοῦ φλὸξ πυρός, οἱ τροχοὶ αὐτοῦ πῦρ φλέγον. ποταμὸς πυρὸς εἷλκεν ἔμπροσθεν αὐτοῦ· χίλιαι χιλιάδες ἐλειτούργουν αὐτῷ, καὶ μύριαι μυριάδες παρειστήκεισαν ἔμπροσθεν αὐτοῦ· κριτήριον ἐκάθισεν, καὶ βίβλοι ἠνεῴχθησαν«, ταῦτα προθεασάμενος ἑξῆς τὸν υἱὸν τοῦ ἀνθρώπου θεωρεῖ ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ προσιόντα τῷ παλαιῷ τῶν ἡμερῶν καὶ τὴν ἀφθαρτρν βασιλείαν ὑποδεχόμενον. οὐκοῦν καὶ τότε διαφερόντως καὶ κρειττόνως ἢ νῦν ἀρχὴν ἔξει τοῦ βασιλεύειν τῶν τῆς μακαριότητος ἀξίων.

τούτοις μαρτυρεῖ τὸ Εὐαγγέλιον, ἐν οἶς αὐτὸς ἐπισφραυίζεται ὁ σωτὴρ τὰς προφητικὰς λέξεις, τοὺς περὶ συντελείας λόγους παραδιδοὺς τοῖς ἑαυτοῦ μαθηταῖς δι’ ὧν ταῦτ’ ἐδίδασκεν λέγων »ὅταν δὲ ἔλθῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ αὐτοῦ καὶ πάντες οἱ ἄγγελοι μετ’ αὐτοῦ, τότε καθίσει ἐπὶ θρόνου δόξης αὐτοῦ· καὶ συναχθήσονται ἔμπροσθεν αὐτοῦ πάντα τὰ ἔθνη, καὶ ἀφοριεῖ αὐτοὺς ἀπ’ ἀλλήλων, ὥσπερ ὁ ποιμὴν ἀφορίζει τὰ πρόβατα ἀπὸ τῶν ἐρίφων, καὶ στήσει τὰ μὲν πρόβατα ἐκ δεξιῶν αὐτοῦ, τὰ δὲ ἐρίφια ἐξ εὐωνύμων. τότε ἐρεῖ ὁ βασιλεὺς τοῖς ἐκ δεξιῶν αὐτοῦ· δεῦτε οἱ εὐλογημένοι τοῦ πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου.« ὅπως δὲ ταῦτα συνᾴδει τοῖς ἐν τῇ προφητείᾳ περὶ προβάτων καὶ περὶ κριῶν κρίσεως εἰρημένοις τήρει, καὶ ὅπως βασιλεὺς μὲν ὁ υἱὸς τοῦ ἀνθρώπου μετὰ τὴν τῶν προβάτων κρίσιν εἰσῆκται, πατὴρ δὲ αὐτοῦ ὁ θεός.

τοῦτο γὰρ καὶ αὐτὸς ἐδίδασκεν εἰπὼν »τότε ἐρεῖ ὁ βασιλεὺς τοῖς ἐκ δεξιῶν αὐτοῦ, δεῦτε οἱ εὐλογημένοι τοῦ πατρός μου,« ἀναλόγως τῷ ἐν τῇ προφητείᾳ ὠνομασμένῳ Δαυίδ, ὃν ποιμένα καὶ ἄρχοντα ἔσεσθαι τῶν προβάτων ὁ λόγος διδάσκει ὑπὸ ἐφόρῳ τῷ θεῷ μέλλοντα ποιμαίνειν καὶ ἄρχειν τῶν τοῦ θεοῦ θρεμ- μάτων.