De Ecclesiastica Theologia

Eusebius of Caesarea

Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.

ὅτε καὶ τὸ συμπέρασμα τῆς ἀποστολικῆς διδασκαλίας τέλους [*](ὅπως εἴρητεύξεται τότε ἔστ’ »ο θεὸς τὰ πᾶσιν«.) φῆσαν »ῖνα ᾖ ὁ θεὸς τὰ πάντα ἐν πασιν«. ὃ δὴ καὶ αὐτὸ ἀποστόλω νοήσομεν ἐξ ἑτέρας ἐπαγγελίας, δι’ ἦς ἐξ αὐτοῦ εἴρηται τοῦ θεοῦ τὸ »ἐνοικήσω ἐν αὐτοῖς, καὶ ἐμπεριπατήσω ἐν αὐτοῖς· καὶ ἔσομαι αὐτῶν θεός, καὶ αὐτοὶ ἔσονταί μου λαός«. ἀλλὰ νῦν μὲν κατὰ τὸν παρόντα αἰῶνα εἰς βραχεῖς μόνους τοὺς ἀξίους καὶ »ἐκ μέρους ἡ ἐπαγγελία προχωρεῖ κατὰ τὸ ἐκ μέρους γινώσκομεν, καὶ ἐκ μέρους προφητεύομεν«· μετὰ δὲ τὴν συντέλειαν τοῦ παντὸς ἐπιστάντος τοῦ νέου αἰῶνος, οὐκέτ’ ἐν βραχέσιν τισὶν ἐνοικήσει, ἀλλ’ ἐν ἅπασιν τοῖς τότε τῆς τῶν οὐρανῶν βασιλείας ἀξίοις.

οὕτως οὖν ἔσται »πάντα ἐν πᾶσιν«, δηλαδὴ »ἐνοικῶν ἐν αὐτοῖς καὶ ἐμπεριπατῶν ἐν αὐτοῖς« καὶ »θεὸς αὐτῶν« οὐκ ἀπαξιῶν εἶναι λαόν τε αὐτοῦ τοὺς πάντας οἰκειούμενος. οὕτω μὲν οὑν ἔσται ἐν αὐτοῖς ὡς καὶ ἐν αὐτῷ λέγεται εἶναι τῷ υἱῷ, καθὼς διδάσκει λέγων αὐτὸς »ὁ πατὴρ ἐν ἐμοὶ κἀγὼ ἐν τῷ πατρί«. καὶ »πἀντα« δὲ ἔσται ἐν αὐτοῖς τῷ πᾶσιν ἑαυτὸν παρέχειν, καθ’ ὃ ἡ ἑκάστου δύναμις χωρεῖ τῆς αὐτοῦ θεότητος μεταλαγχάνειν· τῆς τρισμακαρίας ῥὶς μακαρίας ἐλπίδος καὶ τῆς ἀτελευτήτου καὶ ἀφθάρτου ζωῆς ἐν τούτῳ καταστησομένης τῷ τέλει, ἐν ᾧ ὁ μὲν θεὸς ἔσται »πάντα ἐν πᾶσιν« ταῖς τῆς θεότητος αὐτοῦ μαρμαρυγαῖς ἀλέκτου φωτὸς ἐμπιπλῶν τοὺς πάντας, ὁ δὲ υἱὸς ἐναγαλλόμενος καὶ χαίρων τῷ κατορθώματι στεφάνου δίκην περιθέμενος τοὺς δι’ αὐτοῦ τῆς μακαριότητος ἠξιωμένους ὑπὸ ἐφόρῳ τῆ πατρὶ τὴν ἀγήρω καὶ ἀτελεύτητον διατελέσει βασιλείαν, τῶν περὶ αὐτοῦ λογίων τηνικαῦτα πληρωθησομένων τῶν τε ἄλλων, ἀτὰρ δὴ καὶ τῶν τοῦ ἀγγέλου Γαβριὴλ πρὸς τὴν παναγίαν παρθένον εἰρημένων περὶ τοῦ ἐξ αὐτῆς τεχθησομένου, ὡς ἄρα »βασιλεύσει εἰς τοὺς αἰῶνας, καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τἐλος«.

βασιλεύων δὴ τότε ὁ υἱὸς τοῦ θεοῦ τοὺς ὑπ’ αὐτῷ βασιλευομένους πάντας τῷ αὐτοῦ παραδώσει [*](1 I Kor. 15. 28 — 4 Ι Kor. 15, 24 — 8 u. 9 ff R I Kor. 15, 28 — 10 II Kor. 6, 16 — 13 I Kor. 13,9 — 15 II Kor. 6, 16 — 16 I Kor. 15, 28 — 17 f II Kor. 6, 16 — 20 Joh. 10, 38 — 21 II Kor. G, 16 — 25 I Kor. 15, 28 — 32 Luk. 1, 33) [*](2 ἂληκτον m | ποιησόμενος g ποιησόμενον V | 7 hier a. R. ιε΄ V | 8 φῆσαν V* vgl. S. 180, 10 φήσαντος V 2 Ι 9R τὸ τότε S. 137, 27 Ι 21 τὸ πᾶσιν V*, corr. V 2)

v.4.p.175.
πατρί, οὐ παυσόμενος τῆς βασιλείας οὐδ’ ἀναχωρῶν αὐτῆς, οὐδὲ γὰρ παύσεσθαι αὐτὸν τῆς βασιλείας ὁ θεῖος ἀπόστολος ἔφη (ἦ γὰρ ἂν τἀναντία ἔγραφεν τῷ Γαβριὴλ θεσπίσαντι πρὸς τὴν παρθένον βασιλεύσειν αὐτὸν »εἰς τοὺς αἰῶνας καὶ τῆς βασιλείας αὐτοῦ« μὴ »τέλος«), ἀλλὰ παραδώσειν »τὴν βασιλείαν«, δηλαδὴ τοὺς ὑπ’ αὐτῷ βασιλευομένους, »τῷ θεῷ καὶ πατρί«.

τελειωθέντας γὰρ ὑπ’ αὐτῷ τοὺς πάντας ὡσανεὶ φαιδρυνόμενος τῷ τελειωθέντας παραδώσει τώ πατρὶ οἶά τινα παραθήκην ἀποδεδεγμένος· ὃ δὴ διδάσκει λέγων αὐτὸς »πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου«. διὸ ἀκολούθως οἷα φύλαξ ἀγαθὸς σώαν καὶ κατὰ πάντα ἐρρωμένην τὴν παραθήκην φέρων παραδώσει τώ θεῷ, ἀρχιερέως δίκην τοὺς ὑπ’ αὐτῷ ἱερουμέ- νους πάντας λευχείμονας καὶ ὡσπερεὶ λαμπροτάταις στολαῖς τοῖς τῆς ἀναστάσεως ἀφθάρτοις σώμασιν ἐξαστράπτοντας ῥάπτοντας παριστῶν αὐτῷ, ἵνα μὴ μόνης τῆς ὑπ’ αὐτῷ βασιλείας ἀπολαύωσιν ἀλλὰ καὶ τῶν τοῦ πατρὸς ἀρρήτων ἀγαθῶν ἐμπιπλῶνται.

οὕτω γὰρ ἔσται κατὰ τὸν άπόστολον »ὸ θεὸς πάντα ἐν πᾶσιν«, τοῦ υἱοῦ τοὺς βασιλευομένους προσάγοντος αὐτῷ, ἵν ὅλον τοῦτο γένηται, λέγω δὲ τὸ »πάντα ἐν πᾶσιν« εἷναι τὸν πατέρα. ὡς γὰρ ἢν πρότερον ἐν τῷ υἱῷ κατὰ τὸ »ὁ πατὴρ ἐν ἐμοὶ κἀγὼ ἐν τῷ ὥ πατρί«, οὕτως ἔσται τότε καὶ ἐν πᾶσιν τοῖς ὑπὸ τῷ υἱῷ τελειωθεῖσιν.

οὐ γὰρ παύσεσθαι μὲν τῆς βασιλείας τὸν υἱὸν τὸν δὲ θεὸν βασιλεύσειν ἔφη ὁ ἀπόστολος, ἀλλὰ τὸν μὲν υἱὸν »τῷ θεῷ καὶ πατρὶ τὴν βασιλείαν« παραδώσειν, σώαν τὴν περαθήκην καὶ πρὸς τὴν τοῦ πατρὸς λατρείαν τε καὶ ἱερωσύνην έπαρκοῦσαν ἐνδεικνύμενον, τὸν δὲ θεὸν ἔσεσθαι »πάντα ἐν πᾶσιν« ὡς θεὸν ἐνοικοῦντα καὶ ἐμπεριπατοῦντα »ἐν αὐτοῖς« καὶ πάντα αὐτοῖς γινόμενον. τῶν μὲν γὰρ ἔσται δεσπότης, τῶν δὲ βασιλεύς, τῶν δὲ ἕτερόν τι· πάντων δὲ ἀθρόως θεός, ταῖς ἐν αὐτῷ θεικαῖς ἀρεταῖς τε καὶ δυνάμεσιν τὰ πάντα αὐτοῖς γιγνόμενος. Ι τοῦτο τέλος τῆς τρισμακαρίας 7 ἐλπίδος ὑπέγραψεν ὁ μέγας ἀπόστολος εἰπὼν »ἵνα ᾖ ὁ θεὸς πάντα ἐν πᾶσιν«. ἀλλ’ ἐν μὲν τοῖς πᾶσιν πάντα ἔσται ἀναλόγως τῇ ἑκάστου δυνάμει τὰς τῆς αὐτοῦ θεότητος διαφόρους ἐπινοίας χορηγῶν τοῖς πᾶσιν, μόνῳ δὲ τῷ μονογενεῖ αὐτοῦ υἱῷ τὴν ἐξαίρετον καὶ πατρικὴν τοῖς τε λοιποῖς ἅπασιν ἀκοινώνητον δόξαν καὶ τιμὴν καὶ βασιλείαν φυλάξει.

[*](4 Luk. 1, 33 — 5 Ι Kor. 15, 24 — 9 Matth. 11, 27. Luk. 10, 22 — 16 Ι Kor. 15, 28 — 17 Ι Kor. 15, 28 — 19 Job. 10, 38 — 22 I Kor. 15, 24 — 24 I Kor. 15, 28 — 25 f II Kor. 6, 16 — 29 I Kor. 15, 28)[*](2 παύεσθαι V, corr. Kl vgl. Z. 20 Ι ἡ g εἰ V* ᾗ V 2 ἢ m l. οὑ? | 26 γενόμενον V, corr. We)
v.4.p.176.