De Ecclesiastica Theologia

Eusebius of Caesarea

Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.

διὰ τοσούτων Μάρκελλος καὶ τὸ σῶμα »τῆς δόξης« τοῦ [*](ἐξηγήσεις τῆς ὑγιοῦς διανοίας τῶν ἀναἕως γνωσμάελεγεν) υἱοῦ ἠγνόησεν καὶ τὴν ἀτελεύτητον αὐτοῦ βασιλείαν ἀρνεῖται, οὐκ ἐπιστησας ὡς κάτα τινα συνήθειαν τῆς γράφης ἰδιάξουσαν τὸ παραλαμβάνεσθαι εἴωθεν. οὕτω γοῦν ὁ σωτὴρ τοῖς μαθηταῖς »ισου ἐγὼ μεθ’ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος«, οὐκ ἀναιρῶν τὸ συνέσεσθαι αὐτοῖς καὶ μετὰ τὴν συντέλειαν, διδάσκων δ᾿ ὅτι καὶ νῦν μὲν ἔσται σὺν αὐτοῖς »ἕως τῆς συντελείας« ἐπισκοπῶν καὶ φυλάττων πάντας τοὺς αὐτῷ μαθητευο- [*](2 Ps. 109, 1 — 6 Ps. 109, 1 — 8 Act. 3, 21 — 16 Act. 3, 21 — 19 f Phil. 2, 7 — 25 I Kor. 15, 24 — 27 Phil. 3, 21 — 31 Matth. 28, 20 — 33 Matth. 28, 20) [*](1 θεός, ὁ and. St. | 2 δεσπότης] + αὐτοῦ Mo + ἡμῶν r | 4 and. St. εἴρηται V | 8 γὰρ αὐτώ V*, corr. Yc Ι 17 1. αὐταὶ? | 20 δι’ αὐτοῦ Str. V 2 I 23 συμβέβηκεν and. St. | 25 παραδῷ V 2 | 27 hier a. R. ιγ΄)

v.4.p.171.
μένους, καὶ μετὰ τὴν συντέλειαν δὲ κρειττόνως αὐτοῖς συνέσται κοινωνοὺς αὐτοὺς ἀποφαίνων τῆς αὐτοῦ βασιλείας.

οὕτως οὖν καὶ τὸ »κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σοὺ« καὶ τὸ »ὃν δεῖ οὐρανὸν μὲν δέξασθαι ἄχρι χρόνων ἀποκαταστάσεως« οὐχ ὡς μηκέτ’ ἐσομένου μετὰ ταῦτα λέλεκται, ἀλλ’ ὡς μέλλοντος κατὰ τὸν τῆς συντελείας καιρὸν διανίστασθαι ἀπὸ τοῦ θρόνου τοῦ πατρικοῦ καὶ δευτέραν ποιεἰσθαι κάθοδον ἐκ τοῦ οὐρανοῦ, περὶ ἦς ὁ ἀπόστολος διδάσκει λέγων »ὅτι αὐτὸς ὁ κύριος ἐν κελεύσματι, ἐν φωνῇ ἀρχαγγέλου καὶ ἐν σάλπιγγι θεοῦ, καταβήσεται ἀπ’ οὐρανοῦ, καὶ οἱ νεκροὶ ἐν Χριστῷ ἀναστήσονται Πρῶτοι. ἔπειτα ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι ἅμα σὺν αὐτοῖς ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ κυρίου εἰς ἀέρας καὶ οὕτω πάντοτε σὺν κυρίῳ ἐσόμεθα«. δεῖ τοίνυν τὸν σωτῆρα μένειν ἐν οὐρανῷ καὶ καθέζεσθαι ἐν δεξιᾷ τοῦ πατρὸς »ἕως τῆς συντελείας«, κατὰ δὲ αὐτὴν τὴν συντέλειαν τοῦ παντὸς τὴν ἔνδοξον καὶ δευτέραν αὐτοῦ παρουσίαν ποιησάμενος τοὺς ἁγίους αὐτοῦ παραλήψεται εἰς τὸ πάντοτε αὐτῷ συνεἷναι, οὐχὶ μέχρι τινὸς χρόνου ἀλλ’ εἰς ἄπειρον αἰῶνα·

»οὕτω« γάρ φησιν »πάντοτε οὑν κυρίῳ ἐσόμεθα«. οὐκοῦν οἱ ἅγιοι πάντοτε συνεσόμενοι αὐτῷ τῆς αὐτοῦ βασιλείας ἀπολαύσουσιν ἐν τῇ κατηγγελμένῃ τῶν οὐρανῶν βασιλείᾳ. ἀλλ’ ὁ γενναῖος ταῦτα μὴ συνείς, τοῦ θείου ἀποστόλου περὶ τοῦ σωτῆρος ἡμῶν εἰρηκότος τὸ »δεῖ γὰρ αὐτὸν βασιλεύειν ἄχρι οὗ θῇ τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ. ἔσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος« καὶ πάλιν »ὅταν δὲ αὐτῷ ὑποταγῇ

τὰ πάντα, τότε καὶ αὐτὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα, ἴνα ᾖ ὁ θεὸς τὰ πάντα ἐν πᾶσιν«, τῇ συνηθείᾳ ταύτῃ χρησάμενος καὶ ταῦτα παρερμηνεύει, οὐκ οἶδ’ ὅπως τὸ ὑποταγήσεσθαι τῴ πατρὶ τὸν υἱὸν ἀντὶ τοῦ ἑνωθήσεσθαι τῷ θεῷ τὸν λόγον ἐξακούων. καὶ πότε γὰρ αὐτῷ οὐκ ἦν ἡνωμένος, εἰ δὴ λόγος ἢν ἀιδίως ὑπάρχων ἐν τῷ θεῷ; πῶς οὖν »τότε« φησὶν »ὑποταγήσεται« »τῷ θεῷ καὶ πατρί«;

χρὴ δὲ ἐπιστῆσαι τὸν νοῦν ὡς καὶ αὐτῷ τῷ υἱῷ τὰ πάντα [*](ὅπως εἴρη ταὶ τὰ ταγήσεσθαι τῶ υἱῶ καἴ αὐτὸν τώ ) ὑποταγήσεσθαι ὁ ἀπόστολος ἔφη, καὶ ὡς τῇ αὐτῇ ὑποταγῇ καὶ αὐτὸν ὑποταγήσεσθαι τῴ πατρὶ διδάσκει λέγων »ὅταν δὲ τὰ πάντα αὐτῷ [*](3 Ps. 109, 1 — 4 Act. 3, 21 — 8 Ι Thess. 4, 16. 17 — 14 Matth. 18, 20 — 18 Thess. 4, 17 — 22 Ι Kor. 15, 25 — 23 Ι Kor. 15, 28 — 29 Ι Kor. 15, 28. 24 — 32 ff R u. 38 Ι Kor. 15, 28) 1[*]( συνέστη V*, corr. V 2 | 4 δεῖ m δὴ V | 6 ἐξανίστασθαι We | 22 δεῖ V 2 δὴ V* | 25 ταύτη ταύτῃ V*, corr. Kl, vgl. S. 170, 29 συνήθει ταύτῃ διαστροφῇ V 2 (z. Τ. a. R.) l. 26 1. ἀποχρησάμενος? Loofs | 31 liier a. R. ιδ΄ V) πατρί.

v.4.p.172.
ὑποταγῇ, τότε καὶ αὐτὸς ο υἷος ὑποταγήσεται τῳ ὑποτάξαντι αὐτῷ τὰ πάντα, ἵνα ᾖ ὁ θεὸς τὰ πάντα ἐν πᾶσιν«.

εἶτα τοῦ μὲν »πάντα ἐν πᾶσιν« οὐκ ἀκούει· οὐ γὰρ ἐν τῷ υἱῷ φησιν »τὰ πἀντα« ἐσεσθαι τὸν θεόν, ἀλλ’ »ἐν πᾶσιν«· ὅπερ μᾶλλον ἔδοξεν ἂν συνάφειάν τινα πάντων καὶ ἕνωσιν σημαίνειν, εἰ πάντα μέλλοι ὁ θεὸς ἐν πᾶσιν εἶναι. τὴν δ’ ὑποταγὴν τοῦ υἱοῦ ἕνωσιν ἑρμηνεύει τοῦ λόγου, ἓν καὶ ταὐτὸν γενησομένου τῷ πατρὶ καθ’ ἃ καὶ πρότερον ἦν, ὡς αὐτὸς ἔφη.

εἰ τοίνυν ἕνωσιν εἶναι τὴν ὑποταγὴν τὴν πρὸς τὸν πατέρα ὁρίζεται, ἀκόλουθον ἂν εἴη καὶ τὴν πάντων πρὸς τὸν υἱὸν ὑποταγὴν τὴν αὐτὴν πρὸς αὐτὸν ἕνωσιν σημαίνειν, ὡς μηκέτ’ εἶναι τὸν υἱὸν καθ’ ἑαυτὸν μηδὲ τὰ ὑποταγησόμενα αὐτῷ πλήθη τῶν σῳζομένων ἰδίαν ζήσεσθαι ζωήν, συναλοιφὴν δέ τινα καὶ σύγχυσιν γίγνεσθαι τῶν ὅλων, ὲν καὶ ταὐτὸν γενησομένων τοῦ υἱοῦ καὶ τῶν λοιπῶν ἁπάντων, καὶ οὐ μόνον ἀλλὰ καὶ αὐτοῦ τοῦ θεοῦ.

εἰ γὰρ τὰ μὲν πάντα τῷ υἱῷ, ὁ δὲ υἱὸς τῷ πατρὶ ἐν τῷ ὑποτάττεσθαι ἑνοῦται, ὅρα τί συμβαίνει ἐκ τοῦ λόγου.

ἀλλ’ ὥσπερ οὐχ ἕνωσιν ὁ ἀπόστολος ἐδήλου λέγων ὑποταγήσεσθαι τῷ υἱῷ τὰ πάντας, ἀλλὰ τὴν ἐξ αὐθεκουσίου προαιρέσεως ὑπακοὴν καὶ τὴν δόξαν καὶ τὴν τιμὴ ἣν ἀποδώσει αὐτῷ τὰ πάντα οἶα σωτῆρι καὶ βασιλεῖ τῶν ὅλων, τὸν αὐτὸν τρόπον καὶ τὸ αὐτὸν ὑποταγήσεσθαι τῷ πατρὶ οὐδὲν ἕτερον σημαίνοι ἂν ἢ τὴν δόξαν καὶ τὴν τιμὴν καὶ τὸ σέβας τήν τε μεγαλοπρέπειαν τήν τε αὐθεκούσιον ὑπακοήν, ἣν καὶ αὐτὸς ἀποδώσει »τῷ θεῷ καὶ πατρί«, ἐπειδὰν τοὺς πάντας ἀξίους τῆς πατρικῆς θεότητος εἶναι παρασκευάσῃ.

τέως μὲν γάρ, ὡς ὅτε οὐκ ἄξιοι ταύτης εἰσίν, προλαβὼν αὐτὸς οἷά τις κοινὸς ἁπάντων σωτὴρ διορθωτικὴν τῶν ἀτελῶν καὶ θεραπευτικὴν τῶν θεραπείας δεομένων βασιλείαν βασιλεύει τοὺς τῆς βασιλείας ἐχθροὺς ὑπάγων τοῖς αὐτοῦ ποσίν· ὃ δὴ παρίστησιν ὁ φάσκων Ψαλμὸς »εἶπεν ὁ κύριος τῷ κυρίῳ μου· κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σοῦ«, ὅτε δὲ τοὺς μὲν ἐχθροὺς ὑπὸ πόδας θήσει,

τοὺς δὲ τῆς αὐτοῦ βασιλείας ἀξίους ἐν ἀτελευτήτῳ ζωῇ καταστήσει, τηνικαῦτα γὰρ] καὶ ὁ πάντων ἐχθρὸς θάνατος »ἔσχατος« καταργηθήσεται· μηδενὸς γὰρ θνῄσκοντος ἔτι, ἐν αἰωνίῳ δὲ ζωῇ ζησομένων τότε τῶν τῆς βασιλείας ἀξίων, τὸν θάνατον ἀργήσειν εἰκὸς μηκέτ’ ἔχοντα οὓς θανατώσειεν.

ὡν ὧδε εὐτρεπισθέντων τῷ υἱῷ τοῦ θεοῦ σωτήριον [*](2f Ι Kor. 15, 28 — 7f vgl. Nr. 108 — 17 Ι Kor. 15, 28 — 23 Ι Kor. 1524 - 28 Ps. 109, 1 — 32 I Kor. 15, 26) [*](10 τὴν αὐτὴν] τοιαύτην? Mo; str. αὐτὴν ? We | 24 ὡς ὅτε] εἰδὼς ὅτι? We | 30 δὲ Loofs | 32 γὰρ str. Kl (vgl. Μο) | ἐχθρῶν? Mo)

v.4.p.173.
ὑποταγὴν πάντες οἱ ἅγιοι ὑποταγήσονται· αὐτῷ ζωῇ μὲν ὄντι ζησόμενοι αἰωνίως, σοφίᾳ δὲ ὄντι σοφοὶ γενόμενοι, λόγῳ δὲ ὄντι λόγιοι ἀπεργασθέντες. οὕτω δὲ καὶ χριστοὶ γενήσονται πνεύματι τῆς αὐτοῦ εὐωδίας χρισθέντες, φωστῆρές τε ἀναδειχθήσονται τοῦ νέου αἰῶνος ἐξ αὐτοῦ τὰ φῶτα χορηγούμενοι, καὶ υἱοὶ δὲ θεοῦ ἔσονται τώ τῆς υἱοθεσίας πνεύματι κοσμηθέντες, καὶ τῶν λοιπῶν ἐν αὐτῷ δυνάμεων μεθέξουσιν οἱ αὐτῷ ὑποταγησόμενοι, ὡς καὶ δικαίους γενέσθαι ἐκ τῆς αὐτοῦ δικαιοσύνης καὶ ἁγίους ἐκ τῆς αὐτοῦ ἁγιωσύνης. ἐπεὶ δὲ